341τὰς ὑαίνας φασί, παρ’ἐνιαυτὸν ἀλλασσομένης αὐτῶν τῆς φύσεως, ποτὲ μὲν ἄρσενας, ποτὲ δὲ θηλείας γίνεσθαι. καὶ δὴ ὕαινα θεασαμένη ἀλώπεκα ἐμέμφετο αὐτὴν ὅτι φίλην θέλουσαν αὐτῇ γενέσθαι οὐ προσίεται. κα- κἀκείνη ὑποτυχοῦσα εἶπεν · “ἀλλ’ἐμὲ μὴ μέμφου, τὴν δὲ σὴν φύσιν, δι’ἣν ἀγνοῶ πότερον ὡς φίλῃ ἢ ὡς φίλῳ σοι χρήσομαι”. πρὸς ἄνδρα ἀμφίβολον.