Aesop and Aesopica

Fables, Fable 277

277ὄνος καὶ κύων ἐν ταὐτῷ ὡδοιπόρουν. εὑρόντες δὲ ἐπὶ γῆς ἐσφραγισμένον γραμμάτιον, ὄνος λαβὼν καὶ ἀναρρήξας τὴν σφραγῖδα καὶ ἀναπτύξας, διεξῄει εἰς ἐπήκοον τοῦ κυνός. περὶ βοσκημάτων δὲ ἐτύγχανε τὰ γράμματα χόρτουτε, φημί, καὶ κριθῆς καὶ ἀχύρου. ἀηδῶς οὖν κύων, τοῦ ὄνου ταῦτα διεξιόντος, διέκειτο · ἔνθεν δὴ καὶ ἔφησε τῷ ὄνῳ · ὑπόβαθι, φίλτατε, μικρόν, μή τι καὶ περὶ κρεῶν καὶ ὀστέων εὕρῃς διαλαμβάνων. δὲ ὄνος ἅπαν τὸ γραμμάτιον διεξελθὼν καὶ μηδὲν εὑρηκὼς ὧν κύων ἐζήτει, ἀντέφησεν αὖθις κύων · βάλε κατὰ γῆς, ὡς ἀδόκιμον πάντη, φίλε, τυγχάνον.