332ταῦρος διωκόμενος ὑπὸ λέοντος κατέφυγεν εἴς τι σπήλαιον, ἐν ᾧ ἦσαν αἶγες ἄγριαι. τυπτόμενος δὲ ὑπ’αὐτῶν καὶ κερατιζόμενος ἔφη · “ἀλλ’οὐχ ὑμᾶς φοβούμενος ἀνέχομαι, τὸν δὲ πρὸ τοῦ στομίου ἑστῶτα λέοντα”. οὕτω πολλοὶ διὰ φόβον τῶν κρειττόνων καὶ τὰς ἐκ τῶν ἡττόνων ὕβρεις ὑπομένουσιν. λέοντα φεύγων ταῦρος εἰς σπήλαιον ἔδυ · τράγος δὲ τοῦτον τοῖς κέρασιν ἐξώθει. ὁ δὲ εἶπεν · “οὐ σέ, ἀλλὰ τὸν λέοντα φοβοῦμαι · ἐπεὶ παρελθέτω, καὶ τότε γνώσῃ τίς ἡ δύναμις ταύρου καὶ τράγου”. ὅτι πολλάκις καὶ δυνατοὺς ἄνδρας αἱ συμφοραὶ ταπεινοῦσιν ὥστε τὰς ἐξ εὐτελῶν καὶ δειλῶν ὑπομένειν αἰκίας.