Aesop and Aesopica

Fables, Fable 63

63ἄρκτος δέ ποτε μεγάλως ἐκαυχᾶτο ὡς φιλανθρωπότατόν ἐστι τῶν ζῴων · φασὶ γὰρ τὴν ἄρκτον νεκρὸν μὴ θοινεῖσθαι. δὲ ἀλώπηξ ἀκηκουῖα ταῦτα ἐμειδίασε καὶ πρὸς αὐτὴν ἐλάλει · εἴθε τοὺς νεκροὺς ἤσθιες καὶ μὴ ζῶντας. μῦθος οὗτος ἐλέγχει τοὺς πλεονέκτας καὶ ἐν ὑποκρίσει βιοῦντας. ἄρκος μεγάλως ἐκαυχᾶτο ὡς φιλάνθρωπος ὤν, ἐπεὶ νεκρὸν σῶμα οὐκ ἐσθίει · πρὸς ὃν ἀλώπηξ εἶπεν · εἴθε νεκροὺς εἷλκες, ἀλλὰ μὴ τοὺ ζῶντας. οὗτος μῦθος πλεονέκτας τοὺς ἐν ὑποκρίσει καὶ κενοδοξίᾳ βιοῦντας ἐλέγχει. ἄρκος ἐπὶ φιλανθρωπίᾳ ἐκόμπαζε, προβαλλομένη τὸ μὴ νεκρὸν σῶμα ἐσθίειν · πρὸς ἣν ἀλώπηξ εἶπε · εἴθε νεκροὺς τοὺς ἀνθρώπους εἷλκες, καὶ μὴ ζῶντας.