Aesop and Aesopica

Fables, Fable 110

110Ζεὺς πλάσας ἄνδρα καὶ γυναῖκα ἐκέλευσεν Ἑρμῆν ἀγαγεῖν αὐτοὺς ἐπὶ τὴν Γῆν καὶ δεῖξαι ὅθεν ὀρύσσοντες τροφὴν ἑαυτοῖς πορίσουσι. τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος, Γῆ τὸ μὲν πρῶτον ἐκώλυεν. ὡς δὲ Ἑρμῆς ἠνάγκαζε λέγων τὸν Δία προστεταχέναι, ἔφη · ἀλλ’ὀρυσσέτωσαν ὅσον βούλονται · στένοντες γὰρ αὐτὸ καὶ κλαίοντες ἀποδώσουσι. πρὸς τοὺς ῥᾳδίως δανειζομένους, μετὰ λύπης δὲ ἀποδιδόντας λόγος εὔκαιρος.