339τράγος ἐν τῇ ἐκβολῇ τῆς ἀμπέλου τὴν βλάστην ἔτρωγε. τούτῳ δὲ προσεῖπεν ἡ ἄμπελος · “τί με βλάπτεις; μὴ γὰρ οὐκ ἐστι χλόη; ὅμως ὅσον σοῦ θυομένου οἶνον χρῄζουσιν, ἐγὼ παρέξω”. τοὺς ἀχαρίστους καὶ βουλομένους τοὺς φίλους πλεονεκτεῖν ὁ μῦθος ἐλέγχει. τράγος δέ ποτε βλάστην ἀμπέλου τρώγων, τούτῳ προσεῖπε · “τί με βλάπτεις ἀδίκως; μὴ γάρ, ὦ τράγε, οὐκ ἔστιν ἄρτι χλόη; ὅμως, πάναφρον, ποτὲ σοῦ θυομένου, ἐγὼ τὸν οἶνον παρέξω τῷ σῷ φόνῳ”.