233μεθύων λύχνος ἐλαίῳ καὶ φέγγων ἐκαυχᾶτο ὡς ὑπὲρ ἥλιον πλέον λάμπει. ἀνέμου δὲ πνοῆς συρισάσης, εὐθὺς ἐσβέσθη. ἐκ δευτέρου δὲ ἅπτων τις εἶπεν αὐτῷ · “φαῖνε, λύχνε, καὶ σίγα · τῶν ἀστέρων τὸ φέγγος οὔποτε ἐκλείπει”. ὅτι οὐ δεῖ τινα ἐν ταῖς δόξαις καὶ τοῖς λαμπροῖς τοῦ βίου τυφοῦσθαι · ὅσα γὰρ ἂν κτήσηταί τις, ξένα τυγχάνει.