Aesop and Aesopica

Fables, Fable 278

278ὄνος ὑπὸ ὀνηλάτου ἀγόμενος, ὡς μικρὸν τῆς ὁδοῦ προῆλθεν, ἀφεὶς τὴν λείαν ἀτραπὸν διὰ κρημνῶν ἐφέρετο. μέλλοντος δὲ αὐτοῦ κατακρημνίζεσθαι, ὀνηλάτης ἐπιλαβόμενος τῆς οὐρᾶς, ἐπειρᾶτο μεταπεριάγειν αὐτόν. τοῦ δὲ εὐτόνως ἀντιπίπτοντος, ἀφεὶς αὐτὸν ἔφη · νίκα · κακὴν γὰρ νίκην νικᾷς. πρὸς ἄνδρα φιλόνεικον λόγος εὔκαιρος. ὄνος πλατείας ὁδοῦ ἐκτραπεὶς ἐπὶ κρημνὸν ἐφέρετο. τοῦ δὲ ὀνηλάτου ἐπιβοῶντος · ἄθλιε, ποῦ φέρει; καὶ τῆς οὐρᾶς ἐπιλαβομένου καὶ ἕλκοντος πρὸς ἑαυτόν, τῆς εἰς τὰ πρόσω φορᾶς ὄνος οὐχ ἵστατο. δὲ ἔτι μᾶλλον ὠθήσας αὐτὸν ἔφη · ὕπαγε, νίκα τὴν κακὴν νίκην ἐν τῷ ἀναθέματι. ὅτι τοὺς ἀπολλυμένους οἰκείᾳ ἀφροσύνῃ μῦθος ἐλέγχει.