72βοηλάτης ἅμαξαν ἦγεν εἰς κώμην. τῆς δ’ἐμπεσούσης εἰς φάραγγα κοιλώδη, δέον βοηθεῖν, ὅδε ἀργὸς εἱστήκει, τῷ δὲ Ἡρακλεῖ προσηύχετο μόνῳ ἁπάντων θεῶν ὡς πολλὰ τιμωμένῳ. αὐτὸς δ’ἐπιστὰς εἶπε · “τῶν τρόχων ἅπτου καὶ τοὺς βόας κέντριζε, τοῖς θεοῖς δ’εὔχου, ὅταν τι ποιῇς κα- καὐτὸς, ἢ μάτην εὔξῃ”.