Aesop and Aesopica

Fables, Fable 355

355χύτραν ὀστρακίνην καὶ χαλκῆν ποταμὸς κατέφερεν. ἡ δὲ ὀστρακίνη τῇ χαλκῇ ἔλεγεν · “μακρόθεν μου κολύμβα, καὶ μὴ πλησίον · ἐὰν γάρ μοι σὺ προσψαύσῃς, κατακλῶμαι, κἂν ἐγὼ μὴ θέλουσα προσψαύσω”. ὅτι ἐπισφαλής ἐστι βίος πένητι δυναστοῦ ἅρπαγος πλησίον παροικοῦντι.