213λέων ἐλύσσα. τοῦτον δὲ ἔλαφος ἐξ ὕλης ἰδὼν εἶπεν · “οὐαὶ ἡμῖν τοῖς ταλαιπώροις · τί γὰρ μαινόμενος οὗτος οὐχὶ ποιήσει, ὃς καὶ σωφρονῶν οὐκ ἦν ἡμῖν φορητός”; ὅτι τοὺς θυμώδεις ἄνδρας καὶ ἀδικεῖν εἰθισμένους πάντες φευγέτωσαν ἀρχὴν λαβόντας καὶ δυναστεύσαντας. λέων ἐλύσσα. τὸν δὲ νεβρὸς ἐξ ὕλης ἰδὼν ἔφησεν · “οἴμοι τῷ ταλαιπώρῳ · τί γὰρ μεμηνὼς οὕτως οὐχὶ ποιήσει, ὃς ὑπῆρχε οὐ δὲ σωφρονῶν φορητός”. ὁ λόγος πρὸς ἄνδρα φύσει ὀργιλὸν καὶ αἱμοβόρον.