Aesop and Aesopica

Fables, Fable 313

313ποιμὴν ἔχων κύνα παμμεγέθη τούτῳ εἰώθει τὰ ἔμβρυα καὶ τὰ ἀποθνῄσκοντα τῶν προβάτων παραβάλλειν. καὶ δή ποτε εἰσελθούσης τῆς ποίμνης, ποιμὴν θεασάμενος τὸν κύνα προσιόντα τοῖς προβάτοις καὶ σαίνοντα αὐτὰ εἶπεν · ἀλλ’, οὗτος, θέλεις σὺ τούτοις ἐπὶ τῇ σῇ κεφαλῇ γένοιτο. πρὸς ἄνδρα κόλακα λόγος εὔκαιρος. ποιμὴν σκύλακα εἰώθει τρέφειν ἐκ τῶν θνῃσκόντων προβάτων. καὶ δή ποτε ἐγγὺς ἀμνάδος νοσούσης ἱστάμενον εἶδε τὸν κύνα, κατηφῆ καὶ δοκοῦντα δακρύειν, καὶ ὁμαλίζων αὐτὸν εἶπεν · καλῶς ποιεῖς συμπαθῶν · πλὴν ἀλλὰ μὴ γένοιτο μη δὲ συμβαίη ὅπερ θέλεις. ὅτι τοιοῦτός ἐστι πᾶς ὃς κληρονόμος ἐστὶν οὐσίας, τῷ νοσοῦντι συναλγῶν καὶ προσποιούμενος κλαίειν ὑπούλως.