Aesop and Aesopica

Fables, Fable 198

198λέων εἰς γεωργοῦ ἔπαυλιν εἰσῆλθεν. δὲ συλλαβεῖν βουλόμενος τὴν αὐλείαν θύραν ἔκλεισε. καὶ ὃς ἐξελθεῖν μὴ δυνάμενος πρῶτον μὲν τὰ ποίμνια διέφθειρεν, ἔπειτα δὲ καὶ ἐπὶ τοὺς βόας ἐτράπη. καὶ γεωργὸς φοβηθεὶς περὶ αὑτοῦ τὴν θύραν ἀνέῳξεν. ἀπαλλαγέντος δὲ τοῦ λέοντος, γυνὴ θεασαμένη αὐτὸν στένοντα εἶπεν · ἀλλὰ σύ γε δίκαια πέπονθας · τί γὰρ τοῦτον συγκλεῖσαι ἐβούλου ὃν καὶ μακρόθεν σε ἔδει φεύγειν; οὕτως οἱ τοὺς ἰσχυροτέρους διερεθίζοντες εἰκότως τὰς ἐξ αὑτῶν πλημμελείας ὑπομένουσιν.