184κύων εἴς τι μαγειρεῖον εἰσελθών, τοῦ μαγείρου ἀσχοληθέντος, καρδίαν ἁρπάσας ἔφυγεν. ὁ δὲ ἐπιστραφείς, ὡς ἐθεάσατο αὐτόν, εἶπεν · “ἀλλ’, ὦ οὗτος, ὅπου ἂν ᾖς, φυλάξομαι σε · οὐ γὰρ ἀπ’ἐμοῦ καρδίαν εἴληφας, ἀλλ’ἐμοὶ καρδίαν δέδωκας”. ὁ λόγος δηλοῖ ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται. κύων εἰσπηδήσας εἰς μαγειρεῖον καὶ, τοῦ μαγείρου ἀσχολουμένου, καρδίαν ἁρπάσας, ἔφυγεν. ὁ δὲ μάγειρος ἐπιστραφείς, ὡς εἶδεν αὐτὸν φεύγοντα, εἶπεν · “ὦ οὗτος, ἴσθι ὡς, ὅπουπερ ἂν ᾖς, φυλάξομαί σε · οὐ γὰρ ἀπ’ἐμοῦ καρδίαν εἴληφας, ἀλλ’ἐμοὶ καρδίαν ἔδωκας”. ὁ μῦθος δηλοῖ ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται. κύων εὑρὼν μάγειρον ἐν μαγειρείῳ ἀσχολούμενον εἰς τὸ ποιῆσαι ὄψα, ἁρπάσας ἔφυγεν καρδίαν προβάτου. ἔφησε δ’ὁ μάγειρος πρὸς κύνα οὕτως · “ὦ κακὲ κύων, οὐκ ἂν ἐμὲ λανθάνοις · ἢν γὰρ ἐμοῦ καρδίαν δοκεῖς λαμβάνειν, ταύτην ἐγὼ ἔλαβον διπλῆν ἐκ σοῦ γε”. ἐκεῖνα μανθάνει τις ἅπερ μαθεῖν φέρει ἡ τύχη.