158ἔν τινι μυρσινῶνι κίχλα ἐνέμετο · διὰ δὲ τὴν γλυκύτητα τοῦ καρποῦ οὐκ ἀφίστατο. ἰξευτὴς δὲ παρατηρησάμενος ἐμφιλοχωροῦσαν ἰξεύσας συνέλαβε. καὶ δὴ μέλλουσα ἀναιρεῖσθαι ἔφη · “δειλαία εἰμί, ἥτις διὰ τροφῆς γλυκύτητα σωτηρίας στερίσκομαι”. ὁ λόγος πρὸς ἄνδρα ἄσωτον δι’ἡδυπάθειαν ἀπολωλότα εὔκαιρός ἐστιν.