181κύων καὶ ἀλέκτωρ φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι ἐν τῷ ἅμα ὥδευον. τῆς δὲ νυκτὸς καταλαβούσης, ἐν τόπῳ ἀλσώδει ἐλθόντες, ὁ μὲν ἀλεκτρυὼν ἐπί τι δένδρον ἀναβὰς ἐν τοῖς κλάδοις ἐκάθισεν · ὁ δὲ κύων κάτωθεν τῆς ῥαγάδος τοῦ δένδρου ἀφύπνωσε, καὶ τῆς νυκτὸς παρελθούσης καὶ αὐγῆς καταλαβούσης, ὁ ἀλέκτωρ κατὰ τὸ σύνηθες μεγάλα ἐκεκράγει. ἀλώπηξ δὲ τούτου ἀκούσασα καὶ βουλομένη αὐτὸν καταθοινήσασθαι, ἐλθοῦσα καὶ στᾶσα κάτωθεν τοῦ δένδρου ἐβόα πρὸς αὐτόν · “ἀγαθὸν ὄρνεον εἶ καὶ χρηστὸν τοῖς ἀνθρώποις · κατάβηθι δὲ ὅπως ᾄσωμεν τὰς νυκτερινὰς ᾠδὰς καὶ συνευφρανθῶμεν ἀμφότεροι”. ὁ δὲ ἀλέκτωρ ὑπολαβὼν ἔφη αὐτῇ · “ἄπελθε, φίλε, κάτωθεν πρὸς τὴν ῥίζαν τοῦ δένδρου καὶ φώνησον τὸν παραμονάριον, ὅπως κρούσῃ τὸ ξύλον”. τῆς δὲ ἀλώπεκος ἀπελθούσης τοῦ φωνῆσαι αὐτόν, ὁ κύων ἄφνω πηδήσας καὶ τὴν ἀλώπεκα δραξάμενος, διεσπάραξεν αὐτήν. ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ φρόνιμοι, ὁπόταν τι κακὸν αὐτοῖς ἐπέλθῃ, ῥᾴδίως πρὸς αὐτὸ ἀντιπαρατάσσονται. κύων καὶ ἀλεκτρυὼν ἑταιρείαν ποιησάμενοι ὥδευον. ἑσπέρας δὲ καταλαβούσης, ὁ μὲν ἀλεκτρυὼν ἐπὶ δένδρου ἐκάθευδεν ἀναβάς, ὁ δὲ κύων πρὸς τῇ ῥίζῃ τοῦ δένδρου κοίλωμα ἔχοντος. τοῦ δὲ ἀλεκτρυόνος κατὰ τὸ εἰωθὸς νύκτωρ φωνήσαντος, ἀλώπηξ ἀκούσασα πρὸς αὐτὸν ἔδραμε καὶ στᾶσα κάτωθεν πρὸς ἑαυτὴν κατελθεῖν ἠξίου · ἐπιθυμεῖν γὰρ ἀγαθὴν οὕτω φωνὴν ζῷον ἔχον ἀσπάσασθαι. τοῦ δὲ εἰπόντος τὸν θυρωρὸν πρότερον διυπνίσαι ὑπὸ τὴν ῥίζαν καθεύδοντα, ὡς, ἐκείνου ἀνοίξαντος, κατελθεῖν, κα- κἀκείνης ζητούσης αὐτὸν φωνῆσαι, ὁ κύων αἴφνης πηδήσας αὐτὴν διεσπάραξεν. ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων τοὺς ἐχθροὺς ἐπελθόντας πρὸς ἰσχυροτέρους πέμπουσι παραλογιζόμενοι.