Aesop and Aesopica

Fables, Fable 248

248δύο νεανίσκοι ἐν ταὐτῷ κρέας ὠνοῦντο. καὶ δὴ τοῦ μαγείρου περισπασθέντος, ἕτερος ὑφελόμενος ἀκροκώλιον, εἰς τὸν τοῦ ἑτέρου κόλπον καθῆκεν. ἐπιστραφέντος δὲ αὐτοῦ καὶ ἐπιζητοῦντος, αἰτιωμένουτε ἐκείνους, μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, δὲ ἔχων μὴ εἰληφέναι. καὶ μάγειρος αἰσθόμενος αὐτῶν τὴν κακοτεχνίαν, εἶπεν · ἀλλὰ κἂν ἐμὲ λάθητε ἐπιορκοῦντες, θεοὺς μέντοι γε οὐ λήσετε. λόγος δηλοῖ ὅτι αὐτή ἐστιν ἀσέβεια τῆς ἐπιορκίας, κἂν αὐτήν τις κατασοφίζηται. δύο νεανίσκοι ἐν ταὐτῷ κρέας ὠνήσαντο. καὶ δὴ τοῦ μαγείρου περισπασθέντος, εἷς ἐξ αὐτῶν ἀφελόμενος μέρος τι τοῦ κρέατος εἰς τὸν τοῦ ἑτέρου κόλπον καθῆκεν. ἐπιστραφεὶς δὲ μάγειρος καὶ ἐπιζητῶν αὐτό, μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, δὲ ἔχων, μὴ εἰληφέναι. καὶ μάγειρος αἰσθόμενος τὴν κακοτεχνίαν αὐτῶν, ἔφη · ἀλλὰ κἂν ἐμὲ λάθητε, τῷ ἐπιορκουμένῳ θεῷ οὐκ ἀγνοηθήσεσθε. μῦθος δηλοῖ ὅτι, κἂν ἀνθρώπους διακρουσώμεθα ἐπιορκοῦντες, ἀλλὰ θεὸν οὐδαμῶς · ἀλάθητον γὰρ τὸ θεῖον. δύο νεανίσκοι μαγείρῳ παρεκάθηντο. καὶ δὴ τοῦ μαγείρου περί τι τῶν οἰκείων ἔργων ἀσχολουμένου, ἅτερος τούτων, μέρος τι τῶν κρεῶν ὑφελόμενος, εἰς τὸν θἀτέρου καθῆκε κόλπον. ἐπιστραφέντος δὲ τοῦ μαγείρου καὶ τὸ κρέας ἐπιζητοῦντος, μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, δὲ ἔχων μὴ εἰληφέναι. δὲ μάγειρος, αἰσθόμενος τὴν κακουργίαν αὐτῶν, εἶπεν · ἀλλὰ κἂν ἐμὲ λάθητε, τόν γ’ἐπιορκούμενον θεὸν οὔκουν λήσετε. μῦθος δηλοῖ ὅτι, κἂν ἀνθρώπους ἐπιορκοῦντες λάθωμεν, ἀλλὰ τόν γε θεὸν οὐ λήσομεν.