Aesop and Aesopica

Fables, Fable 302

302περιστερὰ δίψει συνεχομένη, ὡς ἐθεάσατο ἔν τινι πίνακι κρατῆρα ὕδατος γεγραμμένον, ὑπέλαβεν ἀληθινὸν εἶναι. διόπερ πολλῷ ῥοίζῳ ἐνεχθεῖσα ἔλαθεν ἑαυτὴν τῷ πίνακι ἐντινάξασα. συνέβη δὲ αὐτῇ, τῶν πτερῶν περιθραυσθέντων, ἐπὶ τῆς γῆς καταπεσοῦσαν ὑπό τινος τῶν παρατυχόντων συλληφθῆναι. οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ σφοδρὰς ἐπιθυμίας ἀπροσκέπτως τοῖς πράγμασιν ἐπιχειροῦντες λανθάνουσιν ἑαυτοὺς εἰς ὄλεθρον εἰσιέντες. περιστερὰ δίψῃ συνεχομένη, ὡς ἐθεάσατο ἔν τινι τόπῳ κρατῆρα ὕδατος γεγραμμένον, ἐνόμισεν ἀληθινὸν εἶναι. διὸ καὶ πολλῷ τῷ ῥοίζῳ ἐνεχθεῖσα ἔλαθεν ἑαυτὴν τῷ πίνακι ἐμπεσοῦσα, ὡς καὶ τῶν πτερῶν αὐτῆς περικλασθέντων καταπεσεῖν ἐπὶ γῆν καὶ ὑπό τινος τῶν παρατυχόντων ἁλῶναι. μῦθος δηλοῖ ὅτι ἔνιοι τῶν ἀνθρώπων διὰ σφοδρὰς προθυμίας ἀπερισκέπτως τοῖς πράγμασιν ἐγχειροῦντες ἐμβάλλουσιν ἑαυτοὺς εἰς ὄλεθρον.