Aesop and Aesopica

Fables, Fable 188

188κύων θηρευτικὸς λέοντα ἰδών, τοῦτον ἐδίωκεν. ὡς δὲ ἐπιστραφεὶς λέων ἐβρυχήσατο, φοβηθεὶς εἰς τοὐπίσω ἔφυγεν. ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἔφη · κακὴ κεφαλή, σὺ λέοντα ἐδίωκες, οὗ οὐ δὲ τὸν βρυχηθμὸν ὑπέμεινας; λόγος λεχθείη ἂν ἐπ’ἀνδρῶν αὐθάδων οἳ κατὰ πολὺ δυνατωτέρων συκοφαντεῖν ἐπιχειροῦντες, ὅταν ἐκεῖνοι ἀντιστῶσιν, εὐθέως ἀναχαιτίζουσιν. κύων λέοντα διώκει κατὰ κράτος. λέων δὲ στραφεὶς καὶ βρυχησάμενός γε ᾤχετο φυγὰς τρομάξας εἰς τοὐπίσω. τοῦτον δ’ἀλώπηξ προσιδοῦσ’ἐπεφώνει · πῶς σὺ διώκεις οὗ τὴν φωνὴν οὐ φέρεις; ἄφρων δ’ὃς ἐθέλει πρὸς κρείττονας ἀντιφερίζειν · νίκηςτε στέρεται καὶ πρὸς τούτοις γελοῖα πάσχει.