207λέοντος κοιμωμένου μῦς τῷ σώματι ἐπέδραμεν. ὁ δὲ ἐξαναστὰς καὶ συλλαβὼν αὐτὸν οἷόςτε ἦν καταθοινήσασθαι. τοῦ δὲ δεηθέντος μεθεῖναι αὐτὸν καὶ λέγοντος ὅτι σωθεὶς χάριτας αὐτῷ ἀποδώσει, γελάσας ἀπέλυσεν αὐτόν. συνέβη δὲ αὐτὸν μετ’οὐ πολὺ τῇ τοῦ μυὸς χάριτι περισωθῆναι · ἐπειδὴ γὰρ συλληφθεὶς ὑπό τινων κυνηγετῶν κάλῳ ἐδέθη τινὶ δένδρῳ, τὸ τηνικαῦτα ἀκούσας ὁ μῦς αὐτοῦ στένοντος ἐλθὼν τὸν κάλων περιέτρωγε καὶ λύσας αὐτὸν ἔφη · “σὺ μὲν οὕτω μου τότε κατεγέλασας ὡς μὴ προσδεχόμενος παρ’ἐμοῦ ἀμοιβὴν κομιεῖσθαι · νῦν δὲ εὖ ἴσθι ὅτι ἐστὶ καὶ παρὰ μυσὶ χάρις”. ὁ λόγος δηλοῖ ὅτι καιρῶν μεταβολαῖς οἱ σφόδρα δυνατοὶ τῶν ἀσθενεστέρων ἐνδεεῖς γίνονται. λέων ἀγρεύσας μῦν ἔμελλε φαγεῖν. ὁ δὲ ἱκέτευεν ἀφεθῆναι λέγων · “ἔλαφον ἢ ἕτερον ζῷον δεῖ φαγεῖν σε καὶ χορτασθῆναι · ἐγὼ γὰρ οὐ δὲ τὸ χεῖλός σου ἀλείψω αἵματι, ἀλλὰ φεῖσαί μου καὶ χάριν σοι ἐν καιρῷ ποτε ἀποδώσω”. γελάσας δὲ ὁ λέων εἴασε τοῦτον ζῆν καὶ ἀφῆκεν αὐτόν. χρόνῳ δέ τινι παγίδι ἐμπεσὼν ἠγρεύθη ὁ λέων καὶ δεθεὶς ἀπέγνω τῆς ἑαυτοῦ σωτηρίας. ὁ μῦς δὲ ἐπιστὰς ἔφη · “δύναμαι τὴν ἀντιχάριτά σοι ἀποδοῦναι καὶ σῶσαί σε,” καὶ τὰ δεσμὰ περιφαγὼν ἔλυσε τὸν λέοντα, ἐπάξιον δοὺς μισθόν. ὅτι οἱ εὐνοοῦντες ἄνθρωποι, κα- κἂν πένητες ὦσι, δύνανται ἐν καιρῷ καὶ δυνάστην ὠφελεῖν.