Aesop and Aesopica

Fables, Fable 235

235μέλισσαι φθονήσασαι ἀνθρώποις τοῦ ἰδίου μέλιτος ἧκον πρὸς τὸν Δία καὶ τούτου ἐδέοντο ὅπως αὐταῖς ἰσχὺν παράσχηται παιούσαις τοῖς κέντροις τοὺς προσιόντας τοῖς κηρίοις ἀναιρεῖν. καὶ Ζεὺς ἀγανακτήσας κατ’αὐτῶν διὰ τὴν βασκανίαν παρεσκεύασεν αὐτάς, ἡνίκα ἂν τύπτωσί τινα, τὸ κέντρον ἀποβαλεῖν, μετὰ δὲ τοῦτο καὶ τῆς σωτηρίας στερίσκεσθαι. οὗτος λόγος ἁρμόσειεν ἂν πρὸς ἄνδρας βασκάνους οἳ καὶ αὐτοὶ βλάπτεσθαι ὑπομένουσιν. μέλισσα πάλαι κηρίων μήτηρ οὖσα ἀνελήλυθεν εἰς θεοὺς θυμιᾶσαι προσαγαγοῦσα ἐκ μέλιτος τὸ δῶρον. τερφθεὶς δὲ Ζεὺς τῇ προσφορᾷ μελίσσης συνετάξατο δοῦναι ἂν αἰτήσῃ. δὲ πρὸς αὐτὸν ἐδέετο βοῶσα · θεὲ λαμπρὲ καὶ κτίστα τῆς μελίσσης, ἐπίδος κέντρον τῇ σῇ θεραπαινίδι, ἵν’ἐάν τις τῷ οἴκῳ μου πλησιάσῃ τοῦ ἆραι μέλι, αὐτὸν ἐγὼ φονεύσω. ἀπειρηκὼς δὲ Ζεὺς πρὸς τὰς αἰτήσεις, ἐπεὶ ἐφίλει ἀνθρώπων γένος πάνυ, εἶτα ἔφησε τῇ μελίσσῃ τοιάδε · οὐχ ὡς ᾔτησας οὕτως γενήσεταί σοι, ἀλλ’ἄν τις ἥκῃ λαβεῖν ἀπὸ σοῦ μέλι, σὺ δὲ πετάσῃς ἵνα πλήξῃς ἐκεῖνον, εὐθὺς τεθνήξῃ, ἐκβληθέντος τοῦ κέντρου · ζωὴ γὰρ ἐν σοὶ ἐνυπάρχει τὸ κέντρον. μῦθος δηλοῖ ὅτι ἐν ταῖς εὐχαῖς καὶ δεήσεσιν οὐ δεῖ σε κατὰ τῶν ἐχθρῶν ἐξαιτεῖσθαι κακόν τι · γὰρ ἂν κακὸν κατ’αὐτῶν ἐξαιτήσῃς ἀνθυποστρέψει ἐπὶ σὲ παραυτίκα. μέλισσα μήτηρ κηρίων οὖσα ἀνελήλυθεν εἰς θεούς, φέρουσα κηροὺς καὶ μέλι. τερφθεὶς δὲ Ζεὺς τῇ προσφορᾷ τῆς μελίσσης συνετάξατο δοῦναι αὐτῇ ἂν αἰτήσῃ. δέ · δός, ἔφη, τῇ σῇ θεραπαινίδι κέντρον πρὸς ἄμυναν τῶν πόνων μου καὶ εἰς φυλακήν μου. ἀπορήσας δὲ Ζεὺς πρὸς τὰς αἰτήσεις, ἐπεὶ ἐφίλει τῶν ἀνθρώπων τὸ γένος, ἔφη τῇ μελίσσῃ · οὐχ ὡς ᾔτησας γενήσεται, ἀλλ’ἐάν τις τῶν ἀνθρώπων ἥκῃ λαβεῖν μέλι, σὺ δὲ βούλῃ αὐτὸν ἀμύνασθαι, ἔχε τὸ κέντρον · πλὴν ἴσθι ὅτι, εἰ πλήξεις ἄνθρωπον, ἐμβληθέντος τοῦ κέντρου, παρευθὺς ἀποθνήξῃ · ζωὴ γάρ σοι ἐντυγχάνει τὸ κέντρον. μῦθος δηλοῖ ὅτι ἐν ταῖς προσευχαῖς καὶ ταῖς δεήσεσιν μηδεὶς κατὰ τῶν ἐχθρῶν ζητείτω κακόν. Ὑμηττία μέλισσα, κηρίων μήτηρ, ἀνῆλθεν εἰς θεῶν οἴκους, φέρουσα τῷ Διὶ μέλι μήπω καπνισθέν. Ζεὺς δὲ τῷ δώρῳ ἐτέρφθη, καὶ ὑπέσχετο δοῦναι γέρας ἂν αἰτήσηται. δὲ εἶπεν · δός μοι κέντρον, ἵνα, εἴ τις ἀνθρώπων τὸ ἐμὸν ἔργον πλησιάσῃ ἆραι, ἀναιρῶ τοῦτον. ἀπηρέσθη δὲ Ζεὺς τῇ αἰτήσει · ἠγάπα γὰρ τοὺς ἀνθρώπους · ὅμως καὶ μὴ θέλων ἔδωκεν · εἶπε γὰρ δώσειν · τοιοῦτον δὲ δέδωκεν ὡς αὐτὴν ἀποθνῄσκειν ἅμα τῷ πλῆξαι · ζωὴ δὲ αὐτῆς ἐστι πετομένης τὸ κέντρον. ὅτι ἐν ταῖς εὐχαῖς καὶ δεήσεσι μηδεὶς κατὰ τῶν ἐχθρῶν αἰτείτω τι · γὰρ ἂν κακὸν αἰτήσηται ἐπ’αὐτὸν ἥξει.