310πλούσιος βυρσοδέψῃ παρῳκίσθη · μὴ δυνάμενος δὲ τὴν δυσωδίαν φέρειν διετέλει ἑκάστοτε αὐτῷ ἐπικείμενος, ἵνα μεταβῇ. ὁ δὲ ἀεὶ αὐτὸν διανεβάλλετο λέγων μετ’ὀλίγον χρόνον μεταβήσεσθαι. τούτου δὲ συνεχῶς γενομένου, συνέβη, χρόνου διελθόντος, τὸν πλούσιον ἠθάδα τῆς ὀσμῆς γενόμενον μηκέτι αὐτῷ διενοχλεῖν. ὁ λόγος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ δυσχερῆ τῶν πραγμάτων καταπραΰνει. πλούσιος βυρσεῖ γειτονεύων καὶ μὴ δυνάμενος τὴν δυσωδίαν φέρειν ἐπέκειτο τῷ βυρσεῖ τοῦ μεταβῆναι ἐκεῖθεν. ὁ δὲ ἀνεβάλετο λέγων μετ’ὀλίγον χρόνον. τούτου δὲ συχνῶς γενομένου, συνέβη γενέσθαι συνήθη τῇ δυσωδίᾳ, καὶ οὐκέτ’αὐτὸν ἐνώχλει. ὁ μῦθος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ δυσχερῆ καταπραΰνει πράγματα. ἐν τόπῳ τινὶ πλησίον ἀνδρὸς πλουσίου βυρσοδέψης ἔμελλεν οἰκῆσαι. ὁ δὲ τοῦτον ἐδίωκε διὰ τὴν δυσοσμίαν. τοῦ δὲ λέγοντος · “πρὸς ὀλίγον ἀνιαθήσῃ, μέχρις οὗ συνεθίσῃς, καὶ ἔκτοτε οὐκέτι ὀσφρανθήσῃ,” ἔφη · “οὐ διὰ τὴν σὴν τέχνην ἡμεῖς τὴν αἴσθησιν ἡμῶν ἀποβαλοῦμεν”. ὅτι οὐ δεῖ κοινωνεῖν ταῖς ματαίαις συμβουλίαις, μάλιστα ταῖς πρὸς βλάβην τῆς φύσεως οὔσαις. μυρεψὸς ἔν τινι τόπῳ ἦν οἰκήσας. ὁ γοῦν κύριος ἐδίωκε τοῦ οἴκου διὰ τὴν ὀδμὴν αὐτοῦ καὶ δυσωδίαν. τοῦ δὲ λέγοντος · “ὀλίγον ἀνιάσει, μετὰ δὲ ταῦτα οὐκέτι ὀσφρανθήσει,” αὐτὸς πρὸς αὐτὸν οὕτως ἐβόα λέγων · “τί διὰ τὴν σὴν ἥνπερ κτᾶσαι νῦν τέχνην ἡμεῖς ἅπαντες διώξομεν ὀσφρήσεις”; ὅτι οὐ χρὴ ἡμᾶς συγκοινωνεῖν ταῖς ματαίαις συμβουλίαις.