225λύκος καταπιὼν ὀστοῦν περιῄει τὸν ἰασόμενον αὐτὸν ζητῶν. περιτυχὼν δὲ ἐρωδιῷ, τοῦτον παρεκάλει ἐπὶ μισθῷ τὸ ὀστοῦν ἐκβαλεῖν. κα- κἀκεῖνος καθεὶς τὴν ἑαυτοῦ κεφαλὴν εἰς τὴν φάρυγγα αὐτοῦ τὸ ὀστοῦν ἐξέσπασε καὶ τὸν ὡμολογημένον μισθὸν ἀπῄτει. ὁ δὲ ὑποτυχὼν εἶπεν · “ὦ οὗτος, οὐκ ἀγαπᾷς ἐκ λύκου στόματος σῴαν τὴν κεφαλὴν ἐξενεγκών, ἀλλὰ καὶ μισθὸν ἀπαιτεῖς”; ὁ λόγος δηλοῖ ὅτι μεγίστη παρὰ τοῖς πονηροῖς εὐεργεσίας ἀμοιβὴ τὸ μὴ προσαδικεῖσθαι ὑπ’αὐτῶν. λύκου δὲ λαιμῷ ὀστέον ἐνεπήγει. ὁ δὲ γεράνῳ μισθὸν παρέξειν εἶπεν, εἰ τὴν κεφαλὴν αὐτῷ προσεπιβάλλοι, ἐξανασπάσων ἐκ λαιμοῦ τὸ ὀστέον. ὁ δὲ ἐκβαλὼν τὸν μισθὸν ἐπεζήτει. οὗτος γελάσας καὶ τοὺς ὀδόντας θήξας · “ἀρκεῖ σοι, εἶπε, μισθὸς τοῦτο καὶ μόνον ὅτι ἐκ λύκου στόματος καὶ ὀδόντων ἐξῆρας κάραν σῴαν μηδὲν παθοῦσαν”. ὁ μῦθος πρὸς ἄνδρας δολίους οἵτινες ἐκ κινδύνων διασωθέντες τοῦτο παρέχουσι τοῖς εὐργέταις ἀντὶ χάριτος, τὸ μὴ βλάψαι αὐτούς. λύκου δὴ λαιμῷ ὀστέον ἐπεπήγει. ὁ δὲ γεράνῳ μισθὸν παρέξειν εἶπεν, εἰ τὴν κεφαλὴν αὑτῆς ἐπιβαλοῦσα τὸ ὀστοῦν ἐκ τοῦ λαιμοῦ αὐτοῦ ἐκβάλοι. ἡ δ’ἐκβαλοῦσα, δολιχόδειρος οὖσα, τὸν μισθὸν ἐπεζήτει τῆς ἀκεσίας. ὅστις γελάσας καὶ τοὺς ὀδόντας θήξας · “ἀρκεῖ σοι μισθός, ἔφη, τοῦτο καὶ μόνον ὅτι ἐκ λύκου στόματος καὶ ὀδόντων ἐξῆρας κάραν σῴαν μηδὲν παθοῦσαν”. ὁ μῦθος πρὸς ἄνδρας οἵτινες ἀπὸ κινδύνου διασωθέντες τοῖς εὐεργέταις τοιαύτας ἀπονέμουσι χάριτας. λύκου λαιμῷ ὀστοῦν ἐνεπάγη. ὁ δὲ γεράνῳ μισθὸν παρέξειν εἶπεν, εἰ τὴν κεφαλὴν βαλὼν τὸ ὀστοῦν ἀνασπάσει καὶ τοῦ πόνου λύσει. ὁ δὲ βαλὼν τὸν μακρὸν αὐχένα αὐτοῦ τὸ ὀστοῦν βίᾳ ἐξέσπασε, καὶ τοὺς μισθοὺς ᾖτει. ὁ δὲ λύκος τοὺς ὀδόντας δείξας εἶπεν · “ἀρκεῖ σοι εἰς μισθὸν ὅτι ἐκ στόματος λύκου κεφαλὴν σῴαν ἐξῆξας”. ὅτι γνώμη κακούργου καὶ πονηροῦ πλεονέκτου οὐ ῥᾳδίως μαλαχθήσεται, οὐ δὲ τοὺς εὐεργετήσαντας ἀνταμείψεται, κα- κἂν δι’ὅλης τῆς ἡμέρας πάντα τὰ καλὰ αὐτῷ προσενέγκῃς.