Aesop and Aesopica

Fables, Fable 47

47ἀνὴρ δειλὸς ἐπὶ πόλεμον ἐξῄει. φθεγξαμένων δὲ κοράκων, τὰ ὅπλα θεὶς ἡσύχαζεν, εἶτ’ἀναλαβὼν αὖθις ἐξῄει, καὶ φθεγγομένων πάλιν, ὑπέστη καὶ τέλος εἶπεν · ὑμεῖς κεκράξεσθε μὲν ὡς δύνασθε μέγιστον · ἐμοῦ δὲ οὐ γεύσεσθε. μῦθος περὶ τῶν σφόδρα δειλῶν.