301πέρδιξ καὶ κυνηγέτης. πέρδικα δέ τις κυνηγέτης ἀγρεύσας ἔμελλεν αὐτὸς τοῦ καταθῦσαι ταύτην. ἡ δὲ ἐθρήνει ταῦτα οὕτως βοῶσα · “ἔασόν με ζῆν, κυνηγέτα περδίκων, ὅπως σοι κα- κἀγὼ πέρδιξ πολλὰς προσάξω”. ὁ δὲ πρὸς αὐτὴν οὕτως ἀνταπεκρίθη · “διὰ γὰρ τοῦτο μᾶλλον ἐγώ σε θύσω, ὅτι φίλους σοὺς προσενεδρεῦσαι θέλεις”. ὁ μῦθος δηλοῖ ὅτι ὁ κατὰ τῶν ἑαυτοῦ φίλων δολίας μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν κινδύνων ἐμπεσεῖται. πέρδικα δέ τις κυνηγέτης ἀγρεύσας ἔμελλεν αὐτὴν ἐν γάμῳ καταθῦσαι. ἡ δ’ἱκέτευεν αὐτὸν λέγουσα οὕτως · “ἔασόν με ζῆν, κυνηγέτα περδίκων, κα- κἀγὼ δέ σοι πέρδικας πολλὰς προσάξω”. ὁ δ’ἀνηλεῶς ἔφη πρὸς ταύτην τάδε · “σὺ δὴ ταῖς πέρδιξι προσαγγεῖλαι θέλεις εἰς χεῖρας ἐμάς τινα μὴ πλησιάσαι”. ὁ μῦθος πρὸς τὸ μη δ’ὅλως πιστεύειν τοῖς ἐχθροῖς. πέρδικά τις ἀγρεύσας ἤθελε ταύτην καταθῦσαι. ἡ δὲ παρεκάλει ἐκλυθῆναι καὶ πολλὰς πέρδικας προσάξει τῷ κυνηγέτῃ. ὁ δὲ κυνηγός · “διὰ τοῦτο μᾶλλόν σε ἐγὼ θύσω, ὅτι τοὺς συγγενεῖς σου ἐνεδρεῦσαι θέλεις”. ὁ μῦθος δηλοῖ ὅτι οἱ τοὺς φίλους προδιδόντες αὐτοὶ ἐν ταῖς ἐνέδραις ἐμπίπτουσιν. πέρδικά τις θηρεύσας ἤμελλε σφάξαι. ἡ δὲ ἱκέτευε λέγουσα · “ἔασόν με ζῆν καὶ ἀντ’ἐμοῦ πολλὰς πέρδικας ἐγώ σοι κυνηγήσω”. ὁ δὲ εἶπεν · “δι’αὐτὸ τοῦτο μᾶλλόν σε θύσω, ὅτι τοὺς συνήθεις καὶ φίλους σοι ἐνεδρεῦσαι θέλεις”. ὅτι ὁ κατὰ φίλων αὐτοῦ δολίας μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν κινδύνων ἐμπεσεῖται.