Aesop and Aesopica

Fables, Fable 228

228λύκος ποτὲ ἄρας πρόβατον ἐκ ποίμνης ἐκόμιζεν εἰς κοίτην. λέων δὲ αὐτῷ συναντήσας ἀφεῖλε τὸ πρόβατον. δὲ πόρρωθεν σταθεὶς εἶπεν · ἀδίκως ἀφείλου τὸ ἐμόν. δὲ λέων γελάσας ἔφη · σοὶ γὰρ δικαίως ὑπὸ φίλου ἐδόθη; ὅτι ἅρπαγας καὶ πλεονέκτας λῃστὰς ἔν τινι πταίσματι κειμένους καὶ ἀλλήλους μεμφομένους μῦθος ἐλέγχει. λύκος δέ ποτ’ἄρας ἀρνίον ἐκ ποίμνης ἀπεκόμιζεν εἰ τὴν ἰδίαν κοίτην. λέων δὲ τούτῳ ἐξαίφνης συναντήσας ἦρεν ἐξ αὐτοῦ αὐτίκα τὸ ἀρνίον. στὰς δὲ πόρρωθεν πρὸς αὐτὸν ταῦτα λέγει · ἵνα τί, ἄναξ, ἐξ ἐμοῦ τοῦτο ἦρας; πῶς δὲ οὐ τηρεῖς τοὺς θεσμοὺς τοὺς ἀρχαίους, τοῦ μὴ τυραννεῖν χειρὶ δυνατωτάτῃ, ἀλλὰ πάντοτε ἐκδικεῖν τοῖς ἀπόροις; δὲ γελάσας πρὸς αὐτὸν ταῦτα λέγει · σὺ δέ, λύκε, δικαίως τοῦτ’ἂν ἔσχες, εἴ τις τῶν φίλων αὐτὸ κεχάρικέ σοι . ὅτι πρὸς πλεονέκτας καὶ ἅρπαγας τοὺς μεμφομένους ἀλλήλοις μῦθος.