Aesop and Aesopica

Fables, Fable 348

348χελιδὼν ἔν τινι δικαστηρίῳ νεοττοποιησαμένη ἐξέπτη · δράκων δὲ προσερπύσας κατέφαγεν αὐτῆς τοὺς νεοττούς. δὲ ἐπανελθοῦσα καὶ τὴν καλιὰν κενὴν εὑροῦσα ὑπερπαθῶς ἔστενεν. ἑτέρας δὲ χελιδόνος παρηγορεῖν αὐτὴν πειρωμένης καὶ λεγούσης ὅτι οὐ μόνον αὐτὴν τέκνα ἀποβαλεῖν συμβέβηκεν, ὑποτυχοῦσα εἶπεν · ἀλλ’ἔγωγε οὐ τοσοῦτον ἐπὶ τοῖς τέκνοις κλαίω ὅσον ὅτι ἐν τούτῳ τῷ τόπῳ ἠδίκημαι ἐν οἱ ἀδικούμενοι βοηθείας τυγχάνουσιν. λόγος δηλοῖ ὅτι πολλάκις χαλεπώτεραι γίνονται τοῖς πάσχουσιν αἱ συμφοραί, ὅταν ὑφ’ὧν ἥκιστα προσεδόκησαν ὑφίστωνται. ξένη χελιδὼν τοῖς ἀνθρώποις συνοικοῦσα ἐν δικαστηρίῳ τὴν καλιὰν ἑαυτῆς ἔπηξεν ἐν τοίχῳ, κἀκεῖσε νεοττῶν ἕπτα γίνεται μήτηρ. ὄφις δὲ ἐκ τρώγλης συρεὶς πάντας κατέφαγεν. δὲ χελιδὼν θρηνοῦσα · οἴμοι, ἔλεγεν, ὅτι ἔνθα πάντες δικαιοῦνται, ἐγὼ ἠδικήθην. τοὺς ἀδίκῳ γνώμῃ τυραννοῦντας τοὺς πέλας ἐν παραβάσει νόμου μῦθος ἐλέγχει.