Aesop and Aesopica

Fables, Fable 102

102ἐλάτη καυχωμένη τῇ βάτῳ ἔλεγεν · ἐν οὐδενὶ οὐδὲν χρησιμεύεις, ὅτε ἐγὼ ἐν στέγεσί που χρησιμεύω καὶ οἴκοις. δὲ βάτος ἔφη · ἐλεεινή, εἰ μνησθείης τῶν πελέκεων καὶ πριόνων τῶν κοπτόντων σε, βάτος ἂν ἔχοις θελῆσαι γενέσθαι, οὐκ ἐλάτη. κρείσσων πενία ἄφοβος πλουσιότης μετὰ ἀναγκῶν καὶ ἐπηρειῶν. ἤριζον πρὸς ἀλλήλας ἐλάτη καὶ βάτος. δὲ ἐλάτη ἑαυτὴν ἐπαινοῦσα ἔφη ὅτι καλή εἰμι καὶ εὐμήκης καὶ ὑψηλὴ καὶ χρησιμεύω εἰς ναῶν στέγη καὶ εἰς πλοῖα · καὶ πῶς ἐμοὶ συγκρίνῃ; δὲ βάτος εἶπεν · εἰ μνησθῇς τῶν πελέκεων καὶ τῶν πριόνων τῶν σε κοπτόντων, βάτος γενέσθαι καὶ σὺ μᾶλλον θελήσεις. ὅτι οὐ δεῖ ἐν βίῳ ὄντας ἐπαίρεσθαι ἐν τῇ δόξῃ · τῶν γὰρ εὐτελῶν ἀκίνδυνός ἐστιν βίος. ἤριζον πρὸς ἀλλήλας ἐλάτη καὶ βάτος. ἐπαινοῦσα δὲ αὑτὴν ἐλάτη ἔλεγεν ὅτι εὐμήκης εἰμι καὶ ὑψηλὴ καὶ εἰς τὰς κατασκευὰς τῶν νεῶν καὶ εἰς τὰ στέγη καὶ τῶν μεγάλων καὶ βασιλικῶν οἰκιῶν χρησιμεύω · σοῦ δέ, βάτε, οὐδὲν ὄφελος · ἄχρηστος γὰρ ὑπάρχεις παντάπασιν. δὲ βάτος εἶπεν · ἐλάτη, εἰ ἀναμνησθείης τῶν πελέκεων καὶ τῶν πριόνων τῶν σε κοπτόντων, τάχ’ἂν καὶ σὺ βάτος γενέσθαι θελήσειας.