Aesop and Aesopica

Fables, Fable 69

69ὄντος ποτὲ βατράχου ἐν τῇ λίμνῃ καὶ τοῖς ζῴοις πᾶσιν ἀναβοήσαντος · ἐγὼ ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, ἀλώπηξ ἀκούσασα ἔφη · πῶς σὺ ἄλλους σώσεις, σαυτὸν χωλὸν ὄντα μὴ θεραπεύων; μῦθος δηλοῖ ὅτι παιδείας ἀμύητος ὑπάρχων, πῶς ἄλλους παιδεῦσαι δυνήσεται; ὄντος δέ ποτε βατράχου ἐν τῇ λίμνῃ, ἀνεβόησε πᾶσι τοῖς ζῴοις λέγων · ἰατρός εἰμι φαρμάκων ἐπιστήμων. καὶ πῶς δέ, φησὶν ἀλώπηξ, ἄλλους σῴζεις, σαυτὸν δὲ χωλὸν ὄντα οὐ θεραπεύεις; μῦθος δηλοῖ ὅτι παιδείας ἀμύητος ὑπάρχων, πῶς ἄλλους ἀνθρώπους παιδεύσει; τῷ πηλῷ συζῶν βάτραχος εἰς γῆν ἐξελθὼν ἔλεγε πᾶσι τοῖς ζῴοις · ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, οἷος οὐ δὲ τῶν θεῶν ἰατρὸς Παιών. καὶ πῶς, εἶπεν ἀλώπηξ, ἄλλους ἰάσῃ, ὃς ἑαυτὸν χλωρὸν ὄντα οὐκ ἰατρεύεις; ὅτι παιδείας ἀμύητος ὑπάρχων πῶς ἑτέρους παιδεύσει καὶ διορθώσεται; τῷ πηλῷ κρυπτόμενος σκώληξ εἰς γῆν ἐξελθὼν ἔλεγε πᾶσι τοῖς ζῴοις · ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, οἷός ἐστιν τῶν θεῶν ἰατρός Παιών. καὶ πῶς, εἶπεν ἀλώπηξ, ἄλλους ἰώμενος σαυτὸν χωλὸν ὄντα οὐκ ἰάσω; μῦθος δηλοῖ ὅτι, ἐὰν μὴ πρόχειρος πεῖρα, πᾶς λόγος ἀργὸς ὑπάρχει.