36ἀλώπηξ εἰς ἀγέλην προβάτων εἰσελθοῦσα, θηλαζόντων τῶν ἀρνίων ἓν ἀναλαβομένη, προσεποιεῖτο καταφιλεῖν. ἐρωτηθεῖσα δὲ ὑπὸ κυνὸς τί τοῦτο ποιεῖ, “τιθηνοῦμαι αὐτό,” ἔφη, “καὶ προσπαίζω”. καὶ ὁ κύων ἔφη · “καὶ νῦν, ἐὰν μὴ ἀφῇς τὸ ἀρνίον ἀφ’ἑαυτῆς, τὰ κυνῶν σοι προσοίσω”. πρὸς ἄνδρα ῥᾳδιουργὸν καὶ μῶρον κλέπτην ὁ λόγος εὔκαιρος.