Aesop and Aesopica

Fables, Fable 351

351 χελιδὼν ἔφη πρὸς τὴν κορώνην · ἐγὼ παρθένος καὶ Ἀθηναία καὶ βασίλισσα καὶ βασιλέως τῶν Ἀθηνῶν θυγάτηρ εἰμί, καὶ προσέθηκε καὶ τὸν Τηρέα καὶ τὴν βίαν καὶ τὴν ἀποκοπὴν τῆς γλώττης. καὶ κορώνη · τί ἄν, ἔφη, ἐποίησας, εἰ τὴν γλῶτταν εἶχες, ὅπου, τμηθείσης, τοσαῦτα λαλεῖς; ὅτι οἱ ἀλαζόνες διὰ τοῦ λόγου ψευδολογοῦντες αὐτοὶ ἑαυτοῖς ἔλεγχος καθίστανται. χελιδὼν πρὸς τὴν κορώνην ἐκόμπαζε λέγουσα · ἐγὼ παρθένος καὶ Ἀθηναίων βασιλέως θυγάτηρ εἰμί, καὶ προσέθηκε τὸν Τηρέα καὶ τὴν παρ’αὐτοῦ βίαν καὶ τὴν τῆς γλώττης ἀποκοπήν. δὲ κορώνη ἔφη · εἰ οὕτω λαλεῖς, ἔχουσα ἀποκεκομμένην τὴν γλῶτταν, τί ἂν ἐποίησας, εἰ μὴ τετρημένην αὐτὴν εἶχες;