324ῥόδῳ παραφυὲν ἀμάραντον ἔφη · “οἷον ἄνθος εὐπρεπὲς εἶ, καὶ ποθητὸν καὶ θεοῖς καὶ ἀνθρώποις · μακαρίζω σε τοῦ κάλλους καὶ τῆς εὐωδίας”. τὸ δὲ εἶπεν · “ἐγὼ μέν, ὦ ἀμάραντον, πρὸς ὀλίγον καιρὸν ζῶ, καί, κα- κἂν μηδεὶς ἐκκόψῃ με, τήκομαι · σὺ δὲ ἀνθεῖς καὶ ζῇς ἀεὶ οὕτω νέον”. ὅτι κρεῖσσον ὀλιγαρκούμενόν τινα διαμένειν ἢ πρὸς ὀλίγον τρυφήσαντα μεταβολῆς δυστυχοῦς τυχεῖν ἢ καὶ ἀποθανεῖν.