Aesop and Aesopica

Fables, Fable 148

148κάμηλος ἀναγκαζομένη ὑπὸ τοῦ ἰδίου δεσπότου ὀρχήσασθαι εἶπεν · ἀλλ’οὐ μόνον ὀρχουμένη εἰμὶ ἄσχημος, ἀλλὰ καὶ περιπατοῦσα. λόγος εἴρηται ἐν παντὶ ἔργῳ ἀπρέπειαν ἔχοντι. κάμηλος ὀρχήσασθαι βιαζομένη πρὸς τὸν ἀναγκάζοντα δεσπότην ἔφη · οὐ μόνον ἄσχημός εἰμι ὀρχουμένη, ἀλλὰ καὶ περιπατοῦσ’ καθημένη. λόγος δηλοῖ ὅτι ἐν ἑνὶ ἀδόκιμος καὶ ἐν παντὶ ἀδόκιμός ἐστι.