Aesop and Aesopica

Fables, Fable 257

257δύο ἐν ταὐτῷ ὡδοιπόρουν. ἑτέρου δὲ πέλεκυν εὑρόντος, ἕτερος ἔλεγεν · εὑρήκαμεν. δὲ ἕτερος παρῄνει μὴ λέγειν εὑρήκαμεν, ἀλλ’εὕρηκας. μετὰ μικρὸν δὲ ἐπελθόντων αὐτοῖς τῶν ἀποβεβληκότων τὸν πέλεκυν, ἔχων αὐτὸν διωκόμενος ἔλεγε πρὸς τὸν συνοδοιπόρον · ἀπολώλαμεν. ἐκεῖνος δὲ ἔφη · μὴ ἀπολώλαμεν εἴπῃς, ἀλλ’ἀπολώλα · οὐ δὲ γὰρ, ὅτε τὸν πέλεκυν εὗρες, ἐμοὶ αὐτὸν ἀνεκοινώσω. λόγος δηλοῖ ὅτι οἱ μὴ μεταλαβόντες τῶν εὐτυχημάτων οὐ δὲ ἐν ταῖς συμφοραῖς βέβαιοί εἰσι φίλοι. δύο τινὲς κατὰ ταὐτὸν ὡδοιπόρουν, καὶ θἀτέρου πέλεκυν εὑρόντος, ἅτερος μὴ εὑρὼν παρῄνει αὐτῷ μὴ λέγειν · εὕρηκα, ἀλλ’εὑρήκαμεν. μετὰ μικρὸν δὲ ἐπέλθοντων αὐτοῖς τῶν τὸν πέλεκυν ἀποβεβληκότων, ἔχων αὐτὸν διωκόμενος πρὸς τὸν μὴ εὑρόντα συνοδοιπόρον ἔλεγεν · ἀπολώλαμεν. δὲ εἶπεν · ἀπόλωλα λέγε, οὐκ ἀπολώλαμεν · καὶ γὰρ καὶ ὅτε τὸν πέλεκυν εὗρες, εὕρηκα ἔλεγες, οὐχ εὑρήκαμεν. μῦθος δηλοῖ ὅτι οἱ μὴ μεταλαμβάνοντες τῶν εὐτυχημάτων οὐ δ’ἐν ταῖς συμφοραῖς βέβαιοί εἰσι φίλοι.