Aesop and Aesopica

Fables, Fable 238

238μόσχος δέ ποτε πρὸς τὴν ἔλαφον εἶπε · σὺ τῷ μεγέθει μείζων κυνῶν ὑπάρχεις καὶ ταχινήτε καὶ πρὸς δρόμον ὀξεῖα · κέρατα δὲ σὺ πρὸς ἄμυναν κατέχεις. τί δέ, μῆτερ, οὕτω φοβῇ τοὺς κύνας; δὲ πρὸς αὐτὸν οὕτως ἔφη γελῶσα · ὅτι μὲν ἐγὼ ταῦτα πάντα κατέχω εὖ οἶδα σαφῶς καὶ γινώσκω, τέκνον · ἐπὰν δὲ κυνὸς ὑλακὴν ἐπακούσω, εὐθὺς σκοτοῦμαι καὶ τῇ φυγῇ κινοῦμαι. μῦθος δηλοῖ ὅτι ἀνθρώπους τοὺς φύσει δειλοὺς οὐδεμία παραίνεσις ἀνθρώπου ἐπιρρώννυσιν. νεβρός ποτε πρὸς τὸν ἔλαφον εἶπε · πάτερ, σὺ καὶ μείζων καὶ ταχύτερος κυνῶν πέφυκας, καὶ κέρατα πρὸς τούτοις ὑπερφυᾶ φέρεις εἰς ἄμυναν. τί δή ποτ’οὖν οὕτω τούτους φοβῇ; κἀκεῖνος γελῶν εἶπεν · ἀληθῆ μὲν ταῦτα φῇς, τέκνον · ἓν δ’οἶδα, ὡς, ἐπειδὰν κυνὸς ὑλακὴν ἀκούσω, αὐτίκα πρὸς φυγὴν οὐκ οἶδ’ὅπως ἐκφέρομαι. μῦθος δηλοῖ ὅτι τοὺς φύσει δειλοὺς οὐδεμία παραίνεσις ῥώννυσιν. μόσχος πρὸς τὴν ἔλαφον εἶπεν · σὺ καὶ μεγέθει μείζων εἶ τῶν κυνῶν καὶ ταχύτητι διαφέρεις καὶ κέρατα πρὸς ἄμυναν ἔχεις. τί οὖν τοσοῦτον φοβῇ τοὺς κύνας; καὶ ἔλαφος ἔφη · ὅτι μὲν ταῦτα πάντα ἔχω, οἶδα · ὑλακῆς δὲ εἰ ἀκούσω, τὸν λογισμὸν σκοτοῦμαι καὶ ὅλη τῆς φυγῆς γίνομαι. ὅτι τοὺς φύσει δειλοὺς οὐδεμία λόγου παραίνεσις ἐπιρρώννυσι, κἂν καὶ εὐμήκεις καὶ στερεοὶ τῷ σώματι φαίνωνται.