Aesop and Aesopica

Fables, Fable 62

62δειλὸς φιλάργυρος λέοντα χρυσοῦν εὑρὼν ἔλεγεν · οὐκ οἶδα τίς γενήσομαι ἐν τοῖς παροῦσιν · ἐγὼ ἐκβέβλημαι τῶν φρενῶν καὶ τί πράττειν οὐκ ἔχω · μερίζει με φιλοχρηματία καὶ τῆς φύσεως δειλία. ποία γὰρ τύχη ποῖος δαίμων εἰργάσατο χρυσοῦν λέοντα; μὲν γὰρ ἐμὴ ψυχὴ πρὸς τὰ παρόντα ἑαυτῇ πολεμεῖ · ἀγαπᾷ μὲν τὸν χρυσόν, δέδοικε δὲ τοῦ χρυσοῦ τὴν ἐργασίαν · ἅπτεσθαι μὲν ἐλαύνει πόθος, ἀπέχεσθαι δὲ τρόπος. τύχης διδούσης καὶ μὴ λαμβάνεσθαι συγχωρούσης · θησαυρὸς ἡδονὴν οὐκ ἔχων · χάρις δαίμονος ἄχαρις γενομένη. τί οὖν; ποίῳ τρόπῳ χρήσωμαι; ἐπὶ ποίαν ἔλθω μηχανήν; ἄπειμι τοὺς οἰκέτας δεῦρο κομίσων λαβεῖν ὀφείλοντας τῇ πολυπληθεῖ συμμαχίᾳ, κἀγὼ πόρρω ἔσομαι θεατής. λόγος ἁρμόζει πρός τινα πλούσιον μὴ τολμῶντα προσψαῦσαι καὶ χρήσασθαι τῷ πλούτῳ.