Aesop and Aesopica

Fables, Fable 303

303περιστερὰ ἔν τινι περιστεροτροφείῳ τρεφομένη ἐπὶ πολυτεκνίᾳ ἐφρυάττετο. κορώνη δὲ ἀκούσασα αὐτῆς τῶν λόγων ἔφη · ἀλλ’, αὕτη, πέπαυσο ἐπὶ τούτῳ ἀλαζονευομένη · ὅσῳ γὰρ ἂν πλέονα τέκνα σχῇς, τοσούτῳ περισσοτέρας δουλείας στενάξεις. οὕτω καὶ τῶν οἰκετῶν δυστυχέστατοί εἰσιν ὅσοι ἐν τῇ δουλείᾳ τεκνοποιοῦσιν. περιστερὰ ἔν τινι περιστερεῶνι τρεφομένη ἐν πολυτεκνογονείᾳ ἐφρυάττετο. κορώνη δὲ ἀκούσασα ταύτην ἔφη · παῦσαι τοῦ ἀλαζομεύεσθαι · ὅσον γὰρ πλέονα τέκνα ἔχεις, τοσοῦτον περισσοτέρους δούλους συνάξεις. μῦθος δηλοῖ ὅτι τῶν οἰκετῶν δυστυχέστεροί εἰσιν ὅσοι ἐν δουλείᾳ τεκνοποιοῦσιν.