358ψύλλα δέ ποτέ τινι πολλὰ ἠνώχλει. καὶ δὴ συλλαβών · “τίς εἶ σύ, ἀνεβόα, ὅτι πάντα μου μέλη κατεβοσκήσω εἰκῆ καὶ μάτην ἐμὲ καταναλίσκων”; ἡ δὲ ἐβόα · “οὕτως ζῶμεν, μὴ κτείνῃς · μέγα γὰρ κακὸν οὐ δύναμαι ποιῆσαι”. ὁ δὲ γελάσας πρὸς αὐτὴν οὕτως ἔφη · “ἄρτι τεθνήξῃ χερσὶ μου ταῖς ἰδίαις · ἅπαν γὰρ κακόν, οὐ μικρόν, οὐ δὲ μέγα οὐ δ’ὅλως πρέπει καθόλου που φυῆναι”. ὁ μῦθος δηλοῖ ὅτι ὁ κακὸς οὐ πρέπει ἐλεηθῆναι, κα- κἂν μέγας ᾖ, κα- κἂν μικρός.