Aesop and Aesopica

Fables, Fable 190

190κώνωψ ἐπιστὰς κέρατι ταύρου καὶ πολὺν χρόνον ἐπικαθίσας, ἐπειδὴ ἀπαλλάττεσθαι ἔμελλεν, ἐπυνθάνετο τοῦ ταύρου εἰ ἤδη βούλεται αὐτὸν ἀπελθεῖν. δὲ ὑποτυχὼν εἶπεν · ἀλλ’οὔτε, ὅτε ἦλθες, ἔγνων, οὔτε, ἐὰν ἀπέλθῃς, γνώσομαι. τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ἀδύνατον, ὃς οὔτε παρὼν οὔτε ἀπὼν ἐπιβλαβὴς ὠφέλιμός ἐστι. κώνωψ ἐπὶ κέρατος βοὸς ἐκαθέσθη καὶ ηὔλει. εἶπε δὲ πρὸς τὸν βοῦν · εἰ βαρῶ σου τὸν τένοντα, ἀναχωρήσω. δὲ ἔφη · οὔτε, ὅτε ἦλθες, ἔγνων, οὔτε, ἐὰν μένῃς, μελήσει μοι. ὅτι τοὺς εὐτελεῖς καὶ ἀδόξους καὶ μαχομένους τυράννοις ἔλέγχει μῦθος.