170κορυδαλὸς εἰς πάγην ἁλοὺς θρηνῶν ἔλεγεν · “οἴμοι τῷ ταλαιπώρῳ καὶ δυστήνῳ πτηνῷ · οὐ χρυσὸν ἐνοσφισάμην τινός, οὐκ ἄργυρον, οὐκ ἄλλο τι τῶν τιμίων · κόκκος δὲ σίτου μικρὸς τὸν θάνατόν μοι προὐξένησεν”. ὁ μῦθος πρὸς τοὺς διὰ κέρδος εὐτελὲς μέγαν ὑφισταμένους κίνδυνον. κορυδαλὸς εἰς πάγην πεσὼν ἐθρήνει λέγων · “οἴμοι τῷ ταλαιπώρῳ καὶ δυστηνῷ πτηνῷ · οὐ διὰ χρυσόν, οὐ διὰ ἄργυρον, οὐ διὰ ἄλλο τι τῶν τιμίων, διὰ δὲ κόκκον σίτου μικρὸν τὸν θάνατον ἐμαυτῷ προεξένησα”. ὁ μῦθος δηλοῖ ὅτι τοὺς διὰ κέρδος εὐτελὲς ὑφισταμένους θάνατον. κουκουλάτου ἔτυχε τοῦ βίου τέλος καὶ στενάζων ἔλεγε μετὰ δακρύων · “οἴμοι τῷ πτωχῷ καὶ ξένῳ καὶ δυστήνῳ · οὐ χρυσὸν, οὐκ ἄργυρον ἐνοσφισάμην · κόκκος δὲ μικρὸς τὸν θάνατον προσῆξε καὶ παγὶς ἐν γῇ μικρὰ ἐγκεκρυμμένη † περιεῖλέ μου τὴν κουκουλίθραν. †” ὁ μῦθος δηλοῖ ὅτι τοὺς πένητας οἵτινες ἐξερχόμενοὶ συνάξαι διατροφὰς συλλαμβάνονται παρὰ δυναστῶν καὶ κινδυνεύουσι μὴ ἐλεούμενοι ὑπ’αὐτῶν τετυφλωμένων ὄντων καὶ ἀσυνέτων.