Orations, Oration 9

Dio Chrysostom

  1. Oration 1
  2. Oration 2
  3. Oration 3
  4. Oration 4
  5. Oration 5
  6. Oration 6
  7. Oration 7
  8. Oration 8
  9. Oration 9
  10. Oration 10
  11. Oration 11
  12. Oration 12
  13. Oration 13
  14. Oration 14
  15. Oration 15
  16. Oration 16
  17. Oration 17
  18. Oration 18
  19. Oration 19
  20. Oration 20
  21. Oration 21
  22. Oration 22
  23. Oration 23
  24. Oration 24
  25. Oration 25
  26. Oration 26
  27. Oration 27
  28. Oration 28
  29. Oration 29
  30. Oration 30
  31. Oration 31
  32. Oration 32
  33. Oration 33
  34. Oration 34
  35. Oration 35
  36. Oration 36
  37. Oration 37
  38. Oration 38
  39. Oration 39
  40. Oration 40
  41. Oration 41
  42. Oration 42
  43. Oration 43
  44. Oration 44
  45. Oration 45
  46. Oration 46
  47. Oration 47
  48. Oration 48
  49. Oration 49
  50. Oration 50
  51. Oration 51
  52. Oration 52
  53. Oration 53
  54. Oration 54
  55. Oration 55
  56. Oration 56
  57. Oration 57
  58. Oration 58
  59. Oration 59
  60. Oration 60
  61. Oration 61
  62. Oration 62
  63. Oration 63
  64. Oration 64
  65. Oration 65
  66. Oration 66
  67. Oration 67
  68. Oration 68
  69. Oration 69
  70. Oration 70
  71. Oration 71
  72. Oration 72
  73. Oration 73
  74. Oration 74
  75. Oration 75
  76. Oration 76
  77. Oration 77/78
  78. Oration 79
  79. Oration 80
9.1Ἰσθμίων ὄντων κατέβη Διογένης εἰς τὸν Ἰσθμόν, ὡς ἔοικεν, ἐν Κορίνθῳ διατρίβων. παρετύγχανε δὲ ταῖς πανηγύρεσιν οὐχ ὧνπερ οἱ πολλοὶ ἕνεκα, βουλόμενοι θεάσασθαι τοὺς ἀθλητὰς καὶ ἵνα ἐμπλησθῶσιν, ἀλλ’ἐπισκοπῶν οἶμαι τοὺς ἀνθρώπους καὶ τὴν ἄνοιαν αὐτῶν. ᾔδει γὰρ ὅτι φανερώτατοί εἰσιν ἐν ταῖς ἑορταῖς καὶ ταῖς πανηγύρεσιν · ἐν δὲ πολέμῳ καὶ στρατοπέδῳ λανθάνουσι μᾶλλον διὰ τὸ κινδυνεύειν καὶ φοβεῖσθαι.
9.2καὶ μέντοι ἐνόμιζε τούτους εὐιατοτέρους εἶναι · καὶ γὰρ τὰ νοσήματα τοῦ σῶματος, ὅταν ἔκδηλα , ῥᾷον θεραπεύεσθαι ὑπὸ τῶν ἰατρῶν μέχρι ὑποστέλλεται · τοὺς μέντοι ἀμελουμένους τῶν ἀνθρώπων ἐν ταῖς τοιαύταις διατριβαῖς τάχιστα ἀπόλλυσθαι. διὰ ταῦτα παρέβαλλεν εἰς τὰς πανηγύρεις.
9.3ἔλεγε δὲ ἐπισκώπτων, ὅτε ἐπιπλήττοιτο τὸ τοῦ κυνός · τοὺς γὰρ κύνας ἕπεσθαι μὲν εἰς τὰς πανηγύρεις, μηδένα δὲ ἀδικεῖν τῶν ἐκεῖ γιγνομένων, ὑλακτεῖν δὲ καὶ μάχεσθαι τοῖς κακούργοις καὶ λῃσταῖς, καὶ ὅταν οἱ ἄνθρωποι μεθυσθέντες καθεύδωσιν, αὐτοὺς ἐγρηγορότας φυλάττειν.
9.4ὡς δὲ ἐφάνη ἐν τῇ πανηγύρει, Κορινθίων μὲν οὐδεὶς αὐτῷ προσεῖχε τὸν νοῦν, ὅτι πολλάκις αὐτὸν ἑώρων ἐν τῇ πόλει καὶ περὶ τὸ Κράνειον. οἱ γὰρ ἄνθρωποι οὓς ἂν ἀεὶ βλέπωσι καὶ οἷς νομίζουσιν εἶναι ὁπότε βούλονται προσελθεῖν, τούτων οὐ πάνυ φροντίζουσιν · οὓς δ’ἂν διὰ χρόνου ἴδωσιν μηδεπώποτε ἑωρακότες, πρὸς ἐκείνους τρέπονται. ὅθεν ἥκιστα ὠφελοῦντο ὑπὸ τοῦ Διογένους Κορίνθιοι, καθάπερ εἰ νοσοῦντες ἐπιδημοῦντος ἰατροῦ μὴ προσῄεσαν ἀλλ’ἐνόμιζον ἱκανὸν εἶναι καὶ τὸ ὁρᾶν αὐτὸν ἐν τῇ πόλει.
9.5τῶν δὲ ἄλλων οἱ μακρόθεν μάλιστα προσῄεσαν πρὸς αὐτόν, ἀπὸ τῆς Ἰωνίαςτε καὶ Σικελίας καὶ Ἰταλίας ὅσοι παρῆσαν καὶ τῶν ἐκ Λιβύης τινὲς καὶ τῶν ἐκ Μασσαλίας καὶ ἀπὸ Βορυσθένους, οὗτοι δὴ πάντες ἰδεῖν βουλόμενοι μᾶλλον αὐτὸν καὶ βραχύ τι ἀκοῦσαι λέγοντος, ὡς ἔχοιεν ἀπαγγέλλειν ἑτέροις βελτίους γενέσθαι.
9.6ἐδόκει γὰρ ἱκανὸς εἶναι λοιδορῆσαι καὶ τοῖς ἐρωτῶσιν ἀποκρίνασθαι πρὸς ἔπος. ὥσπερ οὖν τοῦ Ποντικοῦ μέλιτος γεύεσθαι ἐπιχειροῦσιν οἱ ἄπειροι, γευσάμενοι δὲ παραχρῆμα ἐξέπτυσαν δυσχεράναντες, ὅτι πικρόν ἐστι καὶ ἀηδές, οὕτως καὶ τοῦ Διογένους ἀποπειρᾶσθαι μὲν ἤθελον διὰ πολυπραγμοσύνην, ἐλεγχόμενοι δὲ ἀπεστρέφοντο καὶ ἔφευγον.
9.7καὶ ἄλλων μὲν ἥδοντο λοιδορουμένων, αὐτοὶ δὲ ἐφοβοῦντο καὶ ἀνεχώρουν. καὶ εἰ μὲν ἔσκωπτέτε καὶ ἔπαιζεν, ὥσπερ εἰώθει ἐνίοτε, ὑπερφυῶς ἔχαιρον, ἀνατειναμένου δὲ καὶ σπουδάσαντος οὐχ ὑπέμενον τὴν παρρησίαν · καθάπερ οἶμαι τὰ παιδία προσπαίζοντα ἥδεται τοῖς γενναίοις κυσίν, ἐπειδὰν δὲ χαλεπήνῃ καὶ ὑλάξῃ μεῖζον, ἐξεπλάγη καὶ τῷ δέει τέθνηκε. καὶ τότε ἐκεῖνος ἐποίει ταὐτά, οὐδὲν μεταστρεφόμενος οὐ δὲ φροντίζων εἴτε ἐπαινοίη τις αὐτὸν εἴτε καὶ ψέγοι τῶν παρόντων, οὐ δὲ εἰ τῶν πλουσίωντε καὶ ἐνδόξων στρατηγὸς δυνάστης διαλέγοιτο προσελθὼν τῶν πάνυ φαύλωντε καὶ πενήτων ·
9.8ἀλλὰ τῶν μὲν τοιούτων ληρούντων ἐνίοτε κατεφρόνει, τοὺς δὲ σεμνοὺς εἶναι βουλομένους καὶ μέγα φρονοῦντας ἐφ’αὑτοῖς διὰ πλοῦτον γένος ἄλλην τινὰ δύναμιν, τούτους μάλιστα ἐπίεζε καὶ ἐκόλαζε πάντα τρόπον. τινὲς μὲν οὖν αὐτὸν ἐθαύμαζον ὡς σοφώτατον πάντων, τισὶ δὲ μαίνεσθαι ἐδόκει, πολλοὶ δὲ κατεφρόνουν ὡς πτωχοῦτε καὶ οὐδενὸς ἀξίου, τινὲς δ’ἐλοιδόρουν, οἱ δὲ προπηλακίζειν ἐπεχείρουν, ὀστᾶ ῥιπτοῦντες πρὸ τῶν ποδῶν ὥσπερ τοῖς κύσιν, οἱ δὲ καὶ τοῦ τρίβωνος ἥπτοντο προσιόντες, πολλοὶ δὲ οὐκ εἴων ἀλλ’ἠγανάκτουν, καθάπερ Ὅμηρός φησι τὸν Ὀδυσσέα προσπαίζειν τοὺς μνηστῆρας ·
9.9 κἀκεῖνον πρὸς ὀλίγας ἡμέρας ἐνεγκεῖν τὴν ἀκολασίαν αὐτῶν καὶ τὴν ὕβριν, δὲ ὅμοιος ἦν ἐν ἅπαντι · τῷ ὄντι γὰρ ἐῴκει βασιλεῖ καὶ δεσπότῃ, πτωχοῦ στολὴν ἔχοντι, κἄπειτα ἐν ἀνδραπόδοιςτε καὶ δούλοις αὑτοῦ στρεφομένῳ τρυφῶσι καὶ ἀγνοοῦσιν ὅστις ἐστί, καὶ ῥᾳδίως φέροντι μεθύοντας ἀνθρώπους καὶ μαινομένους ὑπὸ ἀγνοίας καὶ ἀμαθίας.
9.10ὅλως δὲ οἵτε ἀθλοθέται τῶν Ἰσθμίων καὶ τῶν ἄλλων ὅσοι ἔντιμοι καὶ δυνατοὶ σφόδρα ἠποροῦντο καὶ συνεστέλλοντο κατ’ἐκεῖνον ὁπότε γένοιντο, καὶ πάντες οὗτοι σιγῇ παρῄεσαν ὑποβλέποντες αὐτόν. ἐπεὶ δὲ καὶ ἐστεφανώσατο τῆς πίτυος, πέμψαντες οἱ Κορίνθιοι τῶν ὑπηρετῶν τινας ἐκέλευον ἀποθέσθαι τὸν στέφανον καὶ μηδὲν παράνομον ποιεῖν.
9.11 δὲ ἤρετο αὐτοὺς διὰ τί παράνομόν ἐστιν αὐτὸν ἐστεφανῶσθαι τῆς πίτυος, ἄλλους δὲ οὐ παράνομον. εἶπεν οὖν τις αὐτῶν, ὅτι οὐ νενίκηκας, Διόγενες. δέ, πολλούς γε, εἶπεν, ἀνταγωνιστὰς καὶ μεγάλους, οὐχ οἷα ταῦτά ἐστι τὰ ἀνδράποδα τὰ νῦν ἐνταῦθα παλαίοντα καὶ δισκεύοντα καὶ τρέχοντα, τῷ παντὶ δὲ χαλεπωτέρους, πενίαν καὶ φυγὴν καὶ ἀδοξίαν, ἔτι δὲ ὀργήντε καὶ λύπην καὶ ἐπιθυμίαν καὶ φόβον καὶ τὸ πάντων ἀμαχώτατον θηρίον, ὕπουλον καὶ μαλθακόν, ἡδονήν ·
9.12 οὐδεὶς οὔτε τῶν Ἑλλήνων οὔτε τῶν βαρβάρων ἀξιοῖ μάχεσθαι καὶ περιεῖναι τῇ ψυχῇ κρατήσας, ἀλλὰ πάντες ἥττηνται καὶ ἀπειρήκασι πρὸς τὸν ἀγῶνα τοῦτον, Πέρσαι καὶ Μῆδοι καὶ Σύροι καὶ Μακεδόνες καὶ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, πλὴν ἐμοῦ.
9.13πότερον οὖν ὑμῖν ἄξιος δοκῶ τῆς πίτυος, λαβόντες αὐτὴν δώσετε τῷ πλείστων κρεῶν γέμοντι; ταῦτα οὖν ἀπαγγέλλετε τοῖς πέμψασι καὶ ὅτι αὐτοὶ παρανομοῦσιν · οὐ γὰρ νικήσαντες οὐδένα ἀγῶνα περιέρχονται στεφάνους ἔχοντες · καὶ ὅτι ἐνδοξότερα πεποίηκα τὰ Ἴσθμια κατακρατήσας αὐτὸς τὸν στέφανον, καὶ ὅτι οὐ τοῖς ἀνθρώποις, ἀλλὰ ταῖς αἰξὶ δηλαδὴ περιμάχητον αὐτὸν εἶναι δεῖ.
9.14μετὰ δὲ τοῦτο ἰδών τινα ἐκ τοῦ σταδίου βαδίζοντα μετὰ πολλοῦ πλήθους καὶ μη δὲ ἐπιβαίνοντα τῆς γῆς, ἀλλὰ ὑψηλὸν φερόμενον ὑπὸ τοῦ ὄχλου, τοὺς δέ τινας ἀπακολουθοῦντας καὶ βοῶντας, ἄλλους δὲ πηδῶντας ὑπὸ χαρᾶς καὶ τὰς χεῖρας αἴροντας πρὸς τὸν οὐρανόν, τοὺς δὲ ἐπιβάλλοντας αὐτῷ στεφάνους καὶ ταινίας, ὅτε ἐδυνήθη προσελθεῖν, ἤρετο τίς ἐστιν θόρυβος περὶ αὐτὸν καὶ τι συνέβη.
9.15 δὲ ἔφη, νικῶμεν, Διόγενες, τῶν ἀνδρῶν τὸ στάδιον. τοῦτο δὲ τί ἐστιν; εἶπεν · οὐ γὰρ δὴ φρονιμώτερος γέγονας οὐ δὲ μικρόν, ὅτι ἔφθασας τοὺς συντρέχοντας, οὐ δὲ σωφρονέστερος νῦν πρότερον οὐ δὲ δειλὸς ἧττον, οὐ δ’ἔλαττον ἀλγεῖς οὐ δ’ἐλαττόνων δεήσῃ τὸ λοιπὸν οὐ δὲ ἀλυπότερον βιώσῃ.
9.16μὰ Δία, εἶπεν, ἀλλὰ τῶν ἄλλων Ἑλλήνων ταχύτατός εἰμι πάντων. ἀλλ’οὐ τῶν λαγῶν, ἔφη Διογένης, οὐ δὲ τῶν ἐλάφων · καίτοι ταῦτα τᾶ θηρία, πάντων τάχιστά, ἐστι καὶ δειλότατα, καὶ τοὺς ἀνθρώπους καὶ τοὺς κύνας καὶ τοὺς ἀετοὺς φοβεῖται, καὶ ζῇ βίον ἄθλιον. οὐκ οἶσθα, ἔφη, ὅτι τὸ τάχος δειλίας σημεῖόν ἐστι; τοῖς γὰρ αὐτοῖς ζῴοις συμβέβηκε ταχίστοιςτε εἶναι καὶ ἀνανδροτάτοις.
9.17 γοῦν Ἡρακλῆς διὰ τὸ βραδύτερος εἶναι πολλῶν καὶ μὴ δύνασθαι κατὰ πόδας αἱρεῖν τοὺς κακούργους, διὰ τοῦτο ἐφόρει τόξα καὶ τούτοις ἐχρῆτο ἐπὶ τοὺς φεύγοντας. καὶ ὅς, ἀλλὰ τὸν Ἀχιλλέα, ἔφη, ταχὺν ὄντα φησὶν ποιητὴς ἀνδρειότατον εἶναι. καὶ πῶς, ἔφη, οἶσθα ὅτι ταχὺς ἦν Ἀχιλλεύς; τὸν μὲν γὰρ Ἕκτορα ἑλεῖν οὐκ ἐδύνατο κατὰ τὴν ἡμέραν ὅλην διώκων.
9.18οὐκ αἰσχύνῃ, ἔφη, ἐπὶ πράγματι σεμνυνόμενος ἐν τῶν φαυλοτάτων θηρίων χείρων πέφυκας; οἶμαι γάρ σε μη δὲ ἀλώπεκα δύνασθαι φθάσαι. πόσον δέ τι καὶ ἔφθασας; παρ’ὀλίγον, εἶπεν, Διόγενες. τοῦτο γάρ τοι καὶ τὸ θαυμαστὸν ἐγένετο τῆς νίκης. ὥστε, ἔφη, παρ’ἓν βῆμα εὐδαίμων γέγονας. ἅπαντες γὰρ οἱ κράτιστοι ἦμεν οἱ τρέχοντες. οἱ δὲ κόρυδοι πόσῳ τινὶ θᾶττον ὑμῶν διέρχονται τὸ στάδιον; πτηνοὶ γάρ εἰσιν, εἶπεν.
9.19οὐκοῦν, ἔφη Διογένης, εἴπερ τὸ ταχύτατον εἶναι κράτιστόν ἐστι, πολὺ βέλτιον κόρυδον εἶναι σχεδὸν ἄνθρωπον · ὥστε τὰς ἀηδόνας οὐδέν τι δεῖ οἰκτίρειν οὐ δὲ τοὺς ἔποπας, ὅτι ὄρνιθες ἐγένοντο ἐξ ἀνθρώπων, ὡς ὑπὸ τοῦ μύθου λέλεκται. ἀλλ’ἐγώ, ἔφη, ἄνθρωπος ὢν ἀνθρώπων ταχύτατός εἰμι. τί δέ; οὐχὶ καὶ ἐν τοῖς μύρμηξιν, εἶπεν, εἰκὸς ἄλλον ἄλλου ταχύτερον εἶναι; μὴ οὖν θαυμάζουσιν αὐτόν; οὐ δοκεῖ σοι γελοῖον εἶναι εἴ τις ἐθαύμαζε μύρμηκα ἐπὶ τάχει; τί δέ;
9.20εἰ χωλοὶ πάντες ἦσαν οἱ τρέχοντες, ἐχρῆν σε μέγα φρονεῖν ὅτι χωλοὺς χωλὸς ἔφθης; τοιαῦτα δὲ πρὸς τὸν ἄνθρωπον διαλεγόμενος πολλοὺς ἐποίησε τῶν παρόντων καταφρονῆσαι τοῦ πράγματος κἀκεῖνον αὐτὸν λυπούμενον ἀπελθεῖν καὶ πολὺ ταπεινότερον.
9.21τοῦτο δὲ οὐ μικρὸν παρεῖχε τοῖς ἀνθρώποις, ὁπότε ἴδοι τινὰ μάτην ἐπαιρόμενον καὶ διὰ πρᾶγμα οὐδενὸς ἄξιον ἔξω τοῦ φρονεῖν, συστείλας ἐπὶ βραχὺ καὶ ἀφελὼν μικρόν τι τῆς ἀνοίας, ὥσπερ οἱ τὰ πεφυσημένα καὶ οἰδοῦντα νύξαντες στίξαντες.
9.22ἐν δὲ τούτῳ θεασάμενος ἵππους ἐν τῷ αὐτῷ δεδεμένους, ἔπειτα μαχομένουςτε καὶ λακτίζοντας αὑτούς, καὶ πολὺν ὄχλον περιεστῶτας καὶ θεωμένους, ἕως καμὼν ἕτερος ἔφυγεν ἀπορρήξας, προσελθὼν ἐστεφάνωσε τὸν μένοντα καὶ ἀνεκήρυττεν ὡς Ἰσθμιονίκην, ὅτι λακτίζων ἐνίκησεν. ἐπὶ τούτῳ γέλως καὶ θόρυβος ἦν ἁπάντων, καὶ τὸν Διογένη πολλοὶ ἐθαύμαζον καὶ τῶν ἀθλητῶν κατεγέλων, καί τινας ἀπελθεῖν φασιν οὐκ ἰδόντας αὐτούς, ὅσοι κακῶς ἐσκήνουν καὶ τούτου ἠπόρουν.