Orations, Oration 57
Dio Chrysostom
- Oration 1
- Oration 2
- Oration 3
- Oration 4
- Oration 5
- Oration 6
- Oration 7
- Oration 8
- Oration 9
- Oration 10
- Oration 11
- Oration 12
- Oration 13
- Oration 14
- Oration 15
- Oration 16
- Oration 17
- Oration 18
- Oration 19
- Oration 20
- Oration 21
- Oration 22
- Oration 23
- Oration 24
- Oration 25
- Oration 26
- Oration 27
- Oration 28
- Oration 29
- Oration 30
- Oration 31
- Oration 32
- Oration 33
- Oration 34
- Oration 35
- Oration 36
- Oration 37
- Oration 38
- Oration 39
- Oration 40
- Oration 41
- Oration 42
- Oration 43
- Oration 44
- Oration 45
- Oration 46
- Oration 47
- Oration 48
- Oration 49
- Oration 50
- Oration 51
- Oration 52
- Oration 53
- Oration 54
- Oration 55
- Oration 56
- Oration 57
- Oration 58
- Oration 59
- Oration 60
- Oration 61
- Oration 62
- Oration 63
- Oration 64
- Oration 65
- Oration 66
- Oration 67
- Oration 68
- Oration 69
- Oration 70
- Oration 71
- Oration 72
- Oration 73
- Oration 74
- Oration 75
- Oration 76
- Oration 77/78
- Oration 79
- Oration 80
57.1διὰ τί ποτε δοκεῖ ὑμῖν Ὅμηρος Νέστορα ποιῆσαι τάδε τὰ ἔπη εἰπεῖν πρὸς Ἀγαμέμνονα καὶ Ἀχιλλέα, παραμυθούμενον αὐτοὺς καὶ διδάσκοντα μὴ διαφέρεσθαι ἀλλήλοις · ἤδη γάρ ποτ’ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν ἀνδράσιν ὡμίλησα, καὶ οὔποτέ μ’οἵ γ’ἀθέριζον. οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐ δὲ ἴδωμαι, οἷον Πειρίθοόντε Δρύαντάτε ποιμένα λαῶν, Καινέατ’Εξάδιόντε καὶ ἀντίθεον Πολύφημον, Θησέατ’Αἰγείδην ἐπιείκελον ἀθανάτοισι. κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν · κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο φηρσὶν ὀρεσκῴοισι, καὶ ἐκπάγλως ἀπόλεσσαν. καὶ μέν μευ βουλέων ξύνιον πείθοντότε μύθῳ. ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον ἆρα μὴ ἀλαζόνα πεποίηκε τὸν Νέστορα λέγοντα περὶ τοῦ Πειρίθου καὶ Δρύαντος καὶ τῶν ἄλλων ὅτι θαυμαστοίτε φύσει ὄντες καὶ πολὺ κρείττους ἐκείνων προσεδέοντο τῆς αὑτοῦ διανοίας, καὶ ἧκε μετάπεμπτος εἰς Θετταλίαν ἐκ Πύλου δεομένων ξυνεῖναι καὶ διαλέγεσθαι αὐτῷ; 57.2τί γὰρ εἰπὼν ὅτι κράτιστοι ἀνθρώπων ἦσαν, ὡς μέγα τι μαρτυρεῖν ἔοικεν αὐτοῖς τὸ ξυνιέναι τῆς αὑτοῦ γνώμης καὶ πείθεσθαι τοῖς λόγοις; ἢ τοῦτο μὲν σχεδὸν τὸ οὗ ἕνεκά φαμεν · πᾶσι τοῖς ὀρθῶς λέγουσιν οὐδέποτε οὐδεὶς ἀπειθεῖ τῶν ξυνιέντων · ἀλλ’ἔστιν ἡ ἀπείθεια τα- ταὐτὸν ἀξυνεσίᾳ; 57.3φέρε δὴ καὶ τα- τἄλλα σκεψώμεθα, πότερον ὀρθῶς εἴρηκεν ἢ δι’ἀλαζονείαν. οὐκοῦν οἱ ἀνόητοι πάντες καταφρονοῦσι τῶν ἀδόξων ἀνθρώπων καὶ οὐδὲν προσέχουσι τούτοις, οὐ δ’ἂν τύχωσι τὰ ἄριστα συμβουλεύοντες · οὓς δ’ἂν ἴδωσι τιμωμένους ὑπὸ τοῦ πλήθους ἢ τῶν μέγιστα δυναμένων, οὐκ ἀπαξιοῦσι πείθεσθαι αὐτοῖς. ἑνὸς μὲν οὖν τούτου χάριν ὁ Νέστωρ συνίστησιν αὑτόν, ὅτι πολλοὺς καὶ δυνατοὺς πρότερον ἠδυνήθη πεῖσαι καὶ ὅτι ἐκεῖνοι κατὰ τὴν αὑτῶν ἀφροσύνην καὶ ἀναισθησίαν ἀπειθήσουσιν, ἂν ἀπειθῶσιν, οὐχ ὡς ἀδυνάτου ὄντος αὐτοῦ συμβουλεῦσαι περὶ τῶν μεγίστων. 57.4ὥσπερ οὖν εἰ λοιδορῶν αὑτὸν καὶ λέγων ὅτι μηδέποτε μηδεὶς ἠξίωσεν αὐτῷ συμβουλεύσασθαι περὶ μηδενὸς ἔμελλε προτρέπειν τὸν Ἀγαμέμνονα καὶ τὸν Ἀχιλλέα πείθεσθαι τοῖς λόγοις, οὐκ ἂν ὤκνησε λοιδορεῖν · οὕτως εἰ τὸν ἔπαινον ᾤετο παρορμήσειν πρὸς τοῦτο, εἰκότως ἐπῄνει. 57.5ἢ οὐκ ἀνοήτου ἀνθρώπου ἐστὶν αἰσχύνεσθαι αὑτὸν ἐπαινεῖν μέλλοντα τὰ μέγιστα ὀνήσειν · ὥσπερ, οἶμαι, καὶ το- τοὐναντίον, σεμνύνεσθαι καὶ λέγειν ὑπὲρ αὑτοῦ πολλάκις, εἰ κίνδυνός τις ἢ βλάβη προσείη; καθάπερ οὖν ὅταν ἰατρὸς βουλόμενος τεμεῖν τινα ἢ καῦσαι παρασχεῖν αὑτὸν ἢ πιεῖν φάρμακον ἀηδές, δειλὸν εἰδὼς τὸν ἄνθρωπον καὶ ἀνόητον, ἑτέρων μνημονεύῃ τῶν ὑφ’αὑτοῦ σωθέντων διὰ τὸ πεισθέντας ὑπομεῖναι τὴν θεραπείαν, οὐδείς φησιν ἀλαζονεύεσθαι τὸν ταῦτα λέγοντα · 57.6δοκεῖ μοι δικαίως ἂν μη δὲ ὁ Νέστωρ αἰτίαν ἔχειν ἀλαζονείας. ἓν μὲν δὴ τοῦτο ὑπῆρχεν ὄφελος ἐκ τῶν λόγων · ἕτερον δέ · καὶ τὸν Ἀγαμέμνονα καὶ τὸν Ἀχιλλέα ἠπίστατο οὐκ ἄλλως ἁμαρτάνοντας ἢ δι’ὕβριν · ὑβρίζειν δὲ ἡγεῖτο τοὺς ἀνθρώπους τότε μάλιστα σχεδόν, ἐπειδὰν καταφρονώσι τῶν ἄλλων καὶ νομίζωσι πολὺ χείρους αὑτῶν, ἐπαιρόμενοι διὰ δόξαν ἢ δύναμιν, καὶ τὸν Ἀχιλλέα καὶ τὸν Ἀγαμέμνονα ἐγίγνωσκε διὰ τοῦτο ἐπαιρομένους καὶ στασιάζοντας ὑπὸ μεγαλαυχίας ἑκάτερον. ὁ μὲν γὰρ ᾤετο, Πηλέως καὶ Θέτιδος υἱὸς ὢν καὶ τῶν τότε ἀνθρώπων διαφέρων ἐν τῷ μάχεσθαι, προσήκειν αὑτῷ μηδενὸς ἁπλῶς ὑπακούειν μη δὲ κρείττονα νομίζειν αὑτοῦ μηδένα · 57.7τῷ δὲ Ἀγαμέμνονι τῆς ὕβρεως αἴτιον ὑπῆρχεν ἡ δύναμις ἡ τῆς βασιλείας καὶ τὸ μόνον ἄρχειν τῶν Ἑλλήνων πάντων. ὑπὸ δὴ τούτων ὁρῶν αὐτοὺς διεφθαρμένους καὶ μὴ δυναμένους ὁμονοεῖν ἀλλήλοις, ἀλλὰ τὰς ψυχὰς οἰδοῦντας, ὡς ὕστερόν φησιν ὁ Ἀχιλλεύς, ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ · ἐβούλετο ταπεινῶσαι καὶ τοῦ φρονήματος, εἰ δύναιτο, καθελεῖν, ὥσπερ οἱ τὰ οἰδοῦντα νύξαντες ἦ πιέσαντες. διὰ τοῦτο ἐμέμνητο ἀνδρῶν ἐνδόξων καὶ δυνατῶν, ἔτι δέ, οἶμαι, πρότερον γεγονότων, εἰδὼς ἐκείνοις μᾶλλον συνεπομένην τὴν δόξαν. 57.8καὶ μέντοι γε οὐκ ἐπ’αὐτοῖς ἐποιήσατο τίνα γνώμην ἔξουσι περὶ τῶν ἀνδρῶν, ἀλλ’αὐτὸς ἀποφαίνεται ἄντικρυς ὡς πολὺ κρείττονας ἐκείνους ὄντας, εἰ δύναιντο ὀλίγον ὑφεῖναι τοῦ τύφου καὶ τῆς μανίας. ἆρα εἰκῇ δοκεῖ ὑμῖν Ὅμηρος περιθεῖναι τοὺς λόγους τούτους Νέστορι, ὅν φησι δεινότατον εἶναι ἀνθρώπων καὶ τὴν δύναμιν αὐτοῦ τῶν λόγων προσεικάζει τῇ φύσει τοῦ μέλιτος, ὃ τοῖς μὲν ὑγιαίνουσιν ἥδιστον καὶ γλυκύτατον ἁπάντων, τοῖς δὲ νοσοῦσι καὶ πυρέττουσιν, ὥς φασιν, ἀηδέστατον καὶ τὰ ἡλκωμένα καὶ πεπονθότα καθαίρειν καὶ δάκνειν πέφυκεν; 57.9καὶ γὰρ ὁ τοῦ Νέστορος λόγος, τοῖς ἄλλοις γλυκὺς φαινόμενος, πικρὸς ἔδοξε τῷ Ἀχιλλεῖ καὶ τῷ Ἀγαμέμνονι, νοσοῦσι καὶ διεφθαρμένοις ὑπὸ τῆς ὀργῆς, ὥστε οὐκ ἐπείσθησαν αὐτῷ διὰ τὴν ἄνοιαν. οὐκοῦν οὐ δὲ τοῦτο εἶπε μάτην Ὅμηρος, οὐ δέ, ὥσπερ οἴονταί τινες, ἀπὸ τύχης. 57.10περὶ μὲν οὖν τούτων ἐῶμεν. ἐκεῖνο δ’ἐνθυμηθῆναι ἄξιον ἀπὸ τῶν εἰρημένων · ἐάν τις ἀνθρώποις ὁμιλῶν διηγῆται πρὸς αὐτοὺς ὅτι καὶ πρότερον ἄλλοις ὁμιλήσας πολὺ κρείττοσι, δήμοις ἢ βασιλεῦσιν ἢ τυράννοις, οὐκ ἀπέτυχεν αὐτῶν, ἀλλ’ἔσχεν ὑπακούοντας καὶ πειθομένους, εἰ δίκαιός ἐστιν ἀλαζὼν δοκεῖν, ὡς διὰ τοῦτο μεμνημένος ἐκείνων τῶν λόγων ἵνα θαυμάζοντο καὶ δοκοίη μακάριος, ἢ μᾶλλον πειθομένους ἔχοι τοὺς ἀκούοντας, μιμούμενος τὴν τοῦ Νέστορος διδασκαλίαν. 57.11καὶ γὰρ ἄτοπον, εἰ Σωκράτης μὲν τοὺς ἐν Λυκείῳ ῥηθέντας λόγους ὀλίγον μεταβὰς ἀπήγγελλε τοῖς ἐν Ἀκαδημίᾳ, καὶ τοὺς ἐν Ἀκαδημίᾳ πάλιν εἰς τὸ Λύκειον ἐλθὼν οὐκ ὤκνει διαλέγεσθαι, καὶ τοσοῦτος ἤδη χρόνος ἐστὶν ἐξ οὗ τὰς αὐτὰς διδάσκουσι τραγῳδίας καὶ κωμῳδίας · ἡμεῖς δὲ ἄτοπον δόξομεν ποιεῖν, ἐπειδὴ βούλεσθε ἀκροᾶσθαι λόγων τινῶν, τοὺς ῥηθέντας πρὸς τὸν αὐτοκράτορα νῦν ἀπαγγέλλοντες, ὡς οὐ διαφέρον εἰδέναι πότερον ὠφέλιμοι καὶ χρήσιμοι καὶ ὑμῖν καὶ τοῖς ἄλλοις ἀνθρώποις ἅπασιν ἐκεῖνοι ἢ φαῦλοι καὶ ἀνωφελεῖς. 57.12εὖ γὰρ ἴστε ὅτι τοῖς μὲν ἰδιώταις οἱ λεγόμενοι λόγοι πρὸς αὐτοὺς ἐκείνους τείνουσι καὶ ὀλίγους τῶν ἄλλων · οἱ δὲ πρὸς τοὺς βασιλέας ταῖς δημοσίαις ἐοίκασιν εὐχαῖς ἢ κατάραις. ὅθεν ἐγὼ τὸν Πέρσην οὔτε τα- τἄλλα νομίζω φρόνιμον οὔτε ὅτι τοὺς τυχόντας ἀνθρώπους πανταχῇ διέπεμπεν, ὦτα βασιλέως καλουμένους, καὶ πάντα ἐκείνοις ἀκούειν ἐπέτρεπε, δέον φυλάττεσθαι τὰ βασιλέως ὦτα πολὺ μᾶλλον τῆς χρυσῆς πλατάνου, μή τι δυσχερὲς ἀκούσῃ καὶ βλαβερόν.