Orations, Oration 41
Dio Chrysostom
- Oration 1
- Oration 2
- Oration 3
- Oration 4
- Oration 5
- Oration 6
- Oration 7
- Oration 8
- Oration 9
- Oration 10
- Oration 11
- Oration 12
- Oration 13
- Oration 14
- Oration 15
- Oration 16
- Oration 17
- Oration 18
- Oration 19
- Oration 20
- Oration 21
- Oration 22
- Oration 23
- Oration 24
- Oration 25
- Oration 26
- Oration 27
- Oration 28
- Oration 29
- Oration 30
- Oration 31
- Oration 32
- Oration 33
- Oration 34
- Oration 35
- Oration 36
- Oration 37
- Oration 38
- Oration 39
- Oration 40
- Oration 41
- Oration 42
- Oration 43
- Oration 44
- Oration 45
- Oration 46
- Oration 47
- Oration 48
- Oration 49
- Oration 50
- Oration 51
- Oration 52
- Oration 53
- Oration 54
- Oration 55
- Oration 56
- Oration 57
- Oration 58
- Oration 59
- Oration 60
- Oration 61
- Oration 62
- Oration 63
- Oration 64
- Oration 65
- Oration 66
- Oration 67
- Oration 68
- Oration 69
- Oration 70
- Oration 71
- Oration 72
- Oration 73
- Oration 74
- Oration 75
- Oration 76
- Oration 77/78
- Oration 79
- Oration 80
41.1ὅτι μὲν ὑμεῖς, ὦ βουλὴ καὶ τῶν ἄλλων οἱ παρόντες οἱ μετριώτατοι, πρᾴως πρὸς ἐμὲ καὶ φιλικῶς ἔχετε, δοκῶ μοι τοῦτο γιγνώσκειν. αὐτόςτε γὰρ ἐμαυτὸν οἶδα περὶ πολλοῦ ποιούμενον τὴν παρ’ὑμῶν εὔνοιαν καὶ μηδέποτε μηδὲν ἐναντίον μήτε εἰπόντα μήτε πράξαντα, καὶ ὑμεῖς εὐθὺς ἐμὲ ἀφικόμενον ἐτιμήσατε δημοσίᾳ, ψήφισμά τι πέμψαντες, συνηδόμενοι τῆς καθόδου καὶ παρακαλοῦντες ἐπιδημῆσαι πρὸς αὑτούς. 41.2καὶ ἴσως οὐδὲν ἐποιεῖτε θαυμαστόν · οὐ γὰρ μόνον αἱ λοιπαὶ πόλεις, ἀλλὰ καὶ τῶν ἰσοτίμων ὑμῖν αἱ πλεῖσται σχεδόν, ὅπου γέγονα, καὶ πολιτείας καὶ βουλῆς καὶ τῶν πρώτων τιμῶν οὐδὲν δεομένῳ μετέδωκαν, οὐκ ἀνωφελῆ σφισι νομίζοντες οὐ δὲ ἀνάξιον τιμᾶσθαι. τὸ δὲ ὑμέτερον οὐκ ἔστιν ἀλλότριον ἀλλ’ὡς ἂν εὐνοίᾳ καὶ χάριτι πατρίδος τιμώσης πολίτην αὑτῆς. τὸ δὲ εἶναί τινας, ὡς ἂν ἐν δήμῳ, τῶν ἐνθάδε ἐμοὶ σχεδὸν μὴ σφόδρα ἡδομένους οὐκ ἂν θαυμάσαιμι διὰ τὴν τῶν πόλεων φιλοτιμίαν. καίτοι ἐπίσταμαι σαφῶς οὐ δὲ τοὺς ἐκεῖ πολίτας ἅπαντας ἀρέσαι δυνάμενος, ἀλλ’ἐνίους δι’αὐτὸ τοῦτο ἀχθομένους ὅτι λίαν δοκῶ φιλόπολις καὶ πρόθυμος. 41.3δεῖ δὲ τὸν ἐπιεικῆ καὶ μέτριον ἄνδρα καὶ ταύτην παρέχειν τὴν ἐξουσίαν τοῖς ἑαυτοῦ πολίταις. τὸ γὰρ μηδένα ἐν πόλει μήτε ἀντιλέγειν ἑνὶ μήτε μέμφεσθαι κα- κἂν ἅπαντα φαίνηται ποιῶν καλῶς, οὐ δήμων ἐστὶν οὐ δὲ ἐπιεικές, ἀλλὰ μᾶλλον φιλεῖ τὸ τοιοῦτον συμβαίνειν τοῖς τυράννοις ἢ τοῖς εὐεργέταις. εἰ οὖν εἰσί τινες πρὸς ἐμὲ δυσκόλως διακείμενοι, τούτοις μάλιστα πιστεύω. δῆλον γὰρ ὡς νομίζοντές με ἀγαπᾶν τὴν ἐμαυτοῦ πατρίδα καὶ πάντα τρόπον αὔξειν οὕτως ἔχουσιν. ἐὰν οὖν πεισθῶσιν ὅτι καὶ ταύτην ἡγοῦμαι πατρίδα, καὶ πράττειν ὑπὲρ αὐτης ὅ τι ἂν δύνωμαι πρόθυμός εἰμι, ῥᾳδίως μεταβαλοῦνται καὶ ἀγαπήσουσί με τοῖς ἄλλοις ὁμοίως. 41.4τὸ μὲν οὖν φιλεῖν τὴν πατρίδα μάλιστα πάντων οὐκ ἔξαρνός εἰμι. πυνθάνομαι δὲ αὐτῶν εἰ τοῦτο ἀδίκου νομίζουσιν ἀνδρὸς εἶναι καὶ μοχθηροῦ, καὶ πολίτην τοιοῦτον οὐκ ἂν ἐθέλοιεν εἶναι παρ’αὑτοῖς. οὐκοῦν ἔξεστιν ὑμῖν ἔχειν κα- κἀμὲ πολίτην ἀνυπόπτως καὶ τῶν ἄλλων τοὺς βελτίστους. καὶ τοίνυν δι’αὐτό μοι τοῦτο πιστεύοιτε ἂν δικαιότερον · ὅστις μὲν γὰρ ἀγνώμων περὶ τοὺς φύσει γονέας οὐκ ἂν γένοιτο ὅσιος οὐ δὲ πρὸς τοὺς θεμένους αὐτόν, ὁ δὲ τοὺς γεννήσαντας ἀγαπῶν οὐδέποτ’ἂν ἀμελήσειε τῶν χάριτι γονέων γενομένων. 41.5τὸ μὲν γὰρ τῆς φύσεως αὐτόματόν ἐστι, τὸ δὲ τῆς χάριτος ἐκούσιον. εἰμὶ μὲν οὖν πολίτης ἑκατέρων · ἀλλ’ἐκείνοις μὲν οὐ δεῖ με περὶ τούτου χάριν εἰδέναι, ὑμᾶς δὲ ὡς εὐεργέτας ἀμείβεσθαι δίκαιον. διὰ γὰρ τὴν ὑμετέραν εὔνοιαν καὶ δωρεὰν μετέχω τῆς πόλεως. ἀλλ’ὅσοι μὲν αὐτοὶ πολῖται γεγόνασι, τούτοις μόνον ὑπάρχει φιλάνθρωπον τὸ τῆς δωρεᾶς, τὸ δὲ τῆς φύσεως ἀναγκαῖον οὐ πρόσεστιν. 41.6ἐμοὶ δὲ ἀμφοτέρων μέτεστιν · ὁ μὲν γὰρ πάππος ὁ ἐμὸς μετὰ τῆς μητρὸς τῆς ἐμῆς παρὰ τοῦ τότε αὐτοκράτορος φίλου ὄντος ἅμα τῆς Ῥωμαίων πολιτείας καὶ τῆς ὑμετέρας ἔτυχεν, ὁ δὲ πατὴρ τῆς παρ’ὑμῶν · ὥστε καὶ χάριτι καὶ γένει πολίτης ὑμέτερός εἰμι. καὶ μὴν τῶν γε ἐμῶν τέκνων ἥδε πατρίς ἐστι μᾶλλον. τὸ μὲν οὖν ἀναγκαῖον συνακολουθεῖν τὰ τέκνα τῷ πατρί, πολὺ δὲ ἥδιον τοῦτον τὸν πατέρα τοῖς παισὶ συνέπεσθαι. 41.7διὰ μὲν δὴ ταῦτα εὔνους ὢν ὑμῖν τυγχάνω καὶ πολίτου διάθεσιν ἔχω · καὶ φανερῶς δὲ ἐδήλωσα. τῆς γὰρ φιλονικίας ἐνεστώσης ταῖς πόλεσι, καὶ τῆς πατρίδος σφόδρα μὲν αἰδουμένης ἐμὲ ἄκοντα ἐνοχλῆσαι, σφόδρα δὲ ἐπιθυμούσης ἀναλαβεῖν τὸ πρᾶγμα, πολλάκις τῷ τιμᾶν προκαλουμένης οὐκ ἐπήκουσα πρὸς τοῦτο μόνον — οὐδὲν ἂν ὀκνήσας ἐκείνης ἕνεκεν ποιῆσαι, μηδενὸς ἔλαττον τυχὸν πρᾶξαι δυνάμενος, καὶ φίλων μοι ὄντων οὔτε ὀλίγων οὔτε ἀδυνάτων, ἵνα μηδὲν ἐπίφθονον εἴπω μη δὲ ὃ λυπήσει τινάς, ἔτι δὲ οὐκ ὀκνῶν τὴν ὁδόν, ὁπότ’ἔδει με καὶ ἄλλως ἀπιέναι. 41.8τούτων οὖν ὑπαρχόντων ἀπεσχόμην τοῦ πράγματος, οὐκ ἐκείνους προδιδούς, ἀλλ’αἰδούμενος ὑμᾶς καὶ νομίζων χρησιμώτερος ἔσεσθαι κα- κἀκείνοις καὶ ὑμῖν ἐὰν δύνωμαι φίλας ποιῆσαι τὰς πόλεις τῶντε προτέρων ζητημάτων ἀπαλλάξας καὶ τὸ λοιπὸν εἰς εὔνοιαν καὶ ὁμόνοιαν προτρεψάμενος. τοῦτο γὰρ ἁπάντων βέλτιστόντε καὶ ἄριστον οὐ μόνον τοῖς ἴσοις πρὸς ἀλλήλους, ἀλλὰ καὶ τοῖς κρείττοσι πρὸς τοὺς ὑποδεεστέρους. 41.9ἐπίσταμαι μὲν οὖν ὡς χαλεπόν ἐστιν ἀνθρώπων ἐξελεῖν ἔριν, καὶ ταῦτα ἐν πλείονι χρόνῳ τεθραμμένην, ὥσπερ νόσημα ἐκ πολλοῦ συμπεφυκὸς οὐ ῥᾴδιον ἀπαλλάξαι τοῦ σώματος, ἄλλωςτε εἴ τις ἐθέλοι ἀνωδύνως ἰᾶσθαι. ὅμως δὲ πιστεύω τῷ τῆς πόλεως ἤθει, νομίζων οὐ σκληρὸν οὐ δὲ ἀμαθές, ἀλλὰ τῷ ὄντι γνήσιον ἐκείνων τῶν ἀνδρῶν καὶ τῆς μακαρίας πόλεως, ὑφ’ἧς δεῦρο ἐπέμφθητε φίλοι δὴ παρὰ φίλους οἰκήσοντες · ἢ τοσοῦτον εὐτυχίᾳ διαφέρουσα τῶν ἄλλων ἀνθρώπων καὶ δυνάμει πλέον διενήνοχεν ἐπιεικείᾳ καὶ φιλανθρωπίᾳ, τοῦτο μὲν ἀφθόνως μεταδιδοῦσα καὶ πολιτείας καὶ νόμων καὶ ἄρχων, οὐδέν’ἀλλότριον ἡγουμένη τῶν ἀξίων, τοῦτο δὲ ὁμοίως ἅπασι φυλάττουσα τὸ δίκαιον. 41.10ἣν προσήκει μιμουμένους ὑμᾶς πρᾴους καὶ μεγαλόφρονας φαίνεσθαι καὶ πρὸς τοὺς ἐγγὺς οὕτω, συνοίκους σχεδόν, μὴ χαλεποὺς μη δὲ ὑπερηφάνους γείτονας, πρὸς οὓς ὑμῖν καὶ γάμοι κοινοὶ καὶ τέκνα καὶ πολιτεῖαι καὶ θυσίαι θεῶν καὶ πανηγύρεις καὶ θεάματα, καὶ συμπαιδεύεσθε αὐτοῖς καθ’ἕνα καὶ συνεστιᾶσθε καὶ ἀλλήλους ὑποδέχεσθε καὶ ἀλλήλοις τὸν πλείω χρόνον συνδιατρίβετε καὶ σχεδὸν εἷς ἐστε δῆμος καὶ μία πόλις ἐν οὐ πολλῷ διαστήματι. καὶ τῶν πλείους τῶν ἐκεῖθεν καὶ πολίτας πεποίησθε, καὶ βουλῆς μετεδώκατε, καὶ ἄρχοντας οὐκ ἀπηξιώσατε γενέσθαι παρ’ὑμῖν, καὶ τῶν σεμνῶν τούτων, ἃ τῆς Ῥωμαίων ἐστὶ πόλεως, ἐκοινωνήσατε. 41.11πῶς οὖν εἰκὸς καθ’ἕνα μὲν ἕκαστον ἡγεῖσθαι φίλον καὶ τιμᾶν, κοινῇ δὲ τὴν πόλιν ἐχθρὰν νομίζειν, ὑμᾶςτε ἐκείνην κα- κἀκείνους τὴν ὑμετέραν; οἱ γὰρ τοὺς ἀνθρώπους ἀγαπῶντες καὶ ἐπιμιγνύμενοι τούτοις καὶ προσαγόμενοι πολίτας τί λοιπὸν ἢ τὸν ἀέρα ἐχθαίρουσι καὶ τοὺς τόπους, ἤ, ὃ μη δὲ εἰπεῖν ὅσιον, τοῖς θεοῖς ἀπεχθάνονται; καὶ τοίνυν ἅπασα μὲν ἔχθρα πρὸς ἅπαντας ἐργῶδες καὶ χαλεπόν · οὐδεὶς γὰρ οὕτως ἀσθενὴς ἐχθρὸς ὅστις οὐκ ἐλύπησεν ἐπὶ καιροῦ καὶ τὸν ἄγαν φαινόμενον ἰσχυρὸν καὶ τὸ μῖσος ἐνεδείξατο ἢ λόγον τινὰ εἰπὼν λυπηρὸν ἢ ἔργον ἀσύμφορον πράξας. 41.12οὐ γάρ ἐστιν, ὡς εἰπεῖν, οὐδέποτε ἡδὺς οὐ δὲ ὠφέλιμος ὁ τοῦ μίσους καρπός, ἀλλὰ το- τοὐναντίον ἁπάντων ἀηδέστατος καὶ πικρότατος, οὐ δὲ βάρος οὕτω χαλεπὸν οὐ δὲ ἐπίπονον ὡς ἔχθρα φέρειν. ταῖς μὲν οὖν εὐτυχίαις ἀεὶ παρενοχλεῖ, τὰς δὲ συμφορὰς αὔξει, καὶ τῷ μὲν ἄλλο τι λυπουμένῳ τὴν λύπην ἀπεργάζεται διπλασίονα, τοὺς δὲ εὖ πράττοντας οὐκ ἐᾷ χαίρειν κατὰ τὴν ἀξίαν. ἀνάγκη γάρ, οἶμαι, τοὺς πολλοὺς ὑπὸ μὲν ἀλλήλων βλάπτεσθαι, παρὰ δὲ τοῖς ἄλλοις καταφρονεῖσθαι καὶ ἀδοξεῖν, ὡς τοῦτο μὲν ὑπαρχόντων αὐτοῖς ἐναντίων, τοῦτο δὲ αὐτοὺς ἄφρονας καὶ φιλονίκους. 41.13φιλίας δὲ καὶ ὁμονοίας οὐδὲν κάλλιον οὐ δὲ θειότερον καὶ ἀνδρὶ πρὸς ἄνδρα καὶ πόλει πρὸς πόλιν. τίνες μὲν γὰρ εὐπρεπέστερον κτῶνται τα- τἀγαθὰ τῶν φίλων συμποριζόντων αὐτοῖς; τίνες δὲ ἀποφεύγουσι τὰ κακὰ ῥᾷον ἢ οἷς ἂν φίλοι συμμαχῶσι; τίνων δὲ ἧττον ἅπτεται τὰ λυπηρὰ ἢ τῶν ἐχόντων τοὺς συναλγοῦντας καὶ συμφέροντας αὐτοῖς; τίσι δὲ ἥδιον τὸ εὐτυχεῖν ἢ ὅσοι μὴ μόνον αὑτούς, ἀλλὰ καὶ ἄλλους εὐφραίνουσιν εὖ πράττοντες; ὡς ἔγωγε οὐ δ’ἂν εὐτυχεῖν ἐκεῖνον τὸν ἄνδρα φαίην ὃς οὐδένα ἔχει τὸν συνηδόμενον. 41.14τίς δὲ συνεργός, τίς δὲ σύμβουλος ἀμείνων τοῖς ἰδοῦσιν ἢ φίλος ἐντυχών; σχεδὸν γὰρ οὗτος καὶ σύμβολος οὐ μόνον εὐφημότατος, ἀλλὰ καὶ ὠφελιμώτατος, καὶ ὅτῳ ἂν ἐντύχῃ ἀνὴρ εὔνους. τὰ δὲ τοῦ μίσους καὶ τὰ τῆς ἔχθρας πανταχῇ λυπηρὰ καὶ δυσχερῆ. χαλεπὸν μὲν ἐν σπουδῇ, χαλεπὸν δὲ ἐν εὐφροσύνῃ παρὼν ἐχθρός, λυπηρὸν μὲν ὁρῶσι, λυπηρὸν δὲ μνημονεύουσι, πολὺ δὲ πάντων πειρωμένοις βλαβερώτατον.