Orations, Oration 30

Dio Chrysostom

  1. Oration 1
  2. Oration 2
  3. Oration 3
  4. Oration 4
  5. Oration 5
  6. Oration 6
  7. Oration 7
  8. Oration 8
  9. Oration 9
  10. Oration 10
  11. Oration 11
  12. Oration 12
  13. Oration 13
  14. Oration 14
  15. Oration 15
  16. Oration 16
  17. Oration 17
  18. Oration 18
  19. Oration 19
  20. Oration 20
  21. Oration 21
  22. Oration 22
  23. Oration 23
  24. Oration 24
  25. Oration 25
  26. Oration 26
  27. Oration 27
  28. Oration 28
  29. Oration 29
  30. Oration 30
  31. Oration 31
  32. Oration 32
  33. Oration 33
  34. Oration 34
  35. Oration 35
  36. Oration 36
  37. Oration 37
  38. Oration 38
  39. Oration 39
  40. Oration 40
  41. Oration 41
  42. Oration 42
  43. Oration 43
  44. Oration 44
  45. Oration 45
  46. Oration 46
  47. Oration 47
  48. Oration 48
  49. Oration 49
  50. Oration 50
  51. Oration 51
  52. Oration 52
  53. Oration 53
  54. Oration 54
  55. Oration 55
  56. Oration 56
  57. Oration 57
  58. Oration 58
  59. Oration 59
  60. Oration 60
  61. Oration 61
  62. Oration 62
  63. Oration 63
  64. Oration 64
  65. Oration 65
  66. Oration 66
  67. Oration 67
  68. Oration 68
  69. Oration 69
  70. Oration 70
  71. Oration 71
  72. Oration 72
  73. Oration 73
  74. Oration 74
  75. Oration 75
  76. Oration 76
  77. Oration 77/78
  78. Oration 79
  79. Oration 80
30.1ἀκηκόειν μὲν καὶ πρότερον πρὶν ὑμᾶς ἰδεῖν πρὸ ἱκανοῦ περὶ τῆς Χαριδήμου τελευτῆς. εὐθὺς γὰρ ἐπυνθανόμην, ὡς παρέβαλον δευρί, περίτε ἄλλων τινῶν καὶ μάλιστα δὴ περὶ τούτων ἀμφοτέρων, ὅπουτε εἶεν καὶ τι πράττοιεν. καί μοί τις ἐντυχὼν οὐ πάνυ τι αὐτοὺς ἐπιστάμενος, ἀλλ’ὅσον ἀκοῦσαι τὰ ὀνόματα, ἠρώτησεν εἰ τοὺς Τιμάρχου υἱεῖς λέγω · κἀμοῦ φήσαντος, τοῦτον ἐδήλου, τὸν νεώτερον δὴ λέγων, ἐν Μεσσήνῃ ἔτι εἶναι μετὰ σοῦ διὰ τὸ πένθος τἀδελφοῦ · τελευτῆσαι γὰρ αὐτοῖν τὸν πρεσβύτερον.
30.2φανερὸς οὖν ἦν Χαρίδημον ἀπαγγέλλων τεθνηκέναι · καὶ τότε μὲν ἐδόκει καὶ ἀμφιβολία τις εἶναι, καίτοι σαφῶς τἀνθρώπου εἰρηκότος · αὖθις δὲ ἀκριβέστερον ἔγνωμεν. καὶ οἶμαί γε ἐμαυτὸν οὐ πολύ τι ἔλαττον ὑμῶν δηχθῆναι · τὸ μὲν γὰρ μᾶλλον φάναι οὐ θεμιτὸν οὐ δὲ ὅσιον ἡμῖν, εἴ τις ἐκεῖνον μᾶλλον ἐφίλει ὑμῶν τοῦτε πατρὸς καὶ ἀδελφοῦ.
30.3καίτοι οὐ μέγα ἰσχύειν ἔοικεν φύσις ἐν τοῖς φαύλοις · οἷόν τι καὶ περὶ τοῦτον τὸν Ὀπούντιον ἀκούω γεγονέναι χαρίεντα καὶ κομψὸν νεανίσκον ἀποβαλόντα, ἡμέτερον κἀκεῖνον ἑταῖρον, ἀλλ’ὅμως ἔλαττον αὐτὸν λυπηθῆναί φασιν εἴ τι ἄλλο τῶν ἐκ τῆς οἰκίας ἀπολωλέκει. ἀλλ’ὑμεῖς γε πάνυ ἐοίκατον ἀχθομένω τῇ συμφορᾷ · καὶ οὐδὲν θαυμαστόν · ἐπεὶ καὶ τῇ πόλει ὑμῶν καὶ τῇ Ἑλλάδι πάσῃ ὠφέλιμος ἂν ἦν τοιοῦτος ἀνὴρ ἐν τῷ βίῳ διαγενόμενος οἷος δὴ Χαρίδημος τάχα ἔμελλεν ἔσεσθαι. οὐ γὰρ ἔγωγε ἐκείνου μειρακίου ὄντος οὐδένα ἔγνων εὐψυχότερον οὐ δὲ ἄμεινον πεφυκότα.
30.4εἴ γε ᾔδεις ὅπως διέκειτο πρὸς σέ, πολὺ ἂν μᾶλλον ἐνεκωμίαζες αὐτόν. ἐμοὶ μὲν γὰρ ἐδόκει κἀμοῦ τοῦ πατρός, οὐ μόνον τῶν ἄλλων ἀνθρώπων σὲ προτιμᾶν, ὅς γε καὶ ἐν τῇ νόσῳ κἀπειδὴ πρὸς αὐτῷ σχεδόν τι τῷ θανάτῳ ἦν, καὶ ἡμῶν ἔνδον ὄντων καὶ ἄλλων ξυγγενῶν καὶ πολιτῶν καὶ γνωρίμων σὲ ὠνόμαζε, τὸ παράπαν πάνυ μόλις ἤδη φθεγγόμενος, καὶ ἡμᾶς ἐκέλευε λέγειν, ὅταν σοι ἐντύχωμεν, ὅτι σοῦ μεμνημένος ἐτελεύτα. καὶ γὰρ τὸ συνεῖναι αὐτῷ καὶ διαλέγεσθαι ἕως ὑστάτου παρέμεινεν. οὐ μὴν ἀλλὰ καὶ ζῶν οὕτω διέκειτο ὥστε καὶ τῇ σιωπῇ καὶ τῷ βαδίσματι καὶ τοῖς ἄλλοις πᾶσί σε ἐμιμεῖτο, ὡς ἔλεγον οἱ εἰδότες.
30.5οὔτοι ταῦτα ἐμιμεῖτο ἐκεῖνος οὔτε ἐμὲ οὔτε ἄλλον οὐδένα, ἀλλ’οὕτως πεφύκει. πρότερον δὲ ἴσως ὑμᾶς ἔτι παῖς ὢν ἐλάνθανεν · ἔπειτα προϊὼν ἐκδηλότερος ἐγένετο. πολὺ γὰρ μᾶλλον ἐκείνῳ ἔπρεπεν ἄλλῳ τινὶ τότε ἀνδρεῖον καὶ τὸ σεμνὸν τοῦ σχήματος. ἀλλὰ μή τι ὑμᾶς ἐλύπει τούτοις σκυθρωπότερος ὑμῖν ἐφαίνετο; ἐμοὶ μὲν γὰρ ἐδόκει τοὐναντίον πολλῶν ἱλαρώτερος καὶ πρὸς τὸ παίζειν ἕτοιμος, ὅσαι ἐλευθέριοι παιδιαί, καὶ ἀεί πως μειδιᾶν πρὸς τοὺς συνήθεις. γελῶντα δὲ αὐτὸν ἀνέδην οὐ πολλάκις εἶδον. οὐδὲν οὖν ἡμᾶς ἐλύπει. καὶ γὰρ δὴ καὶ ἐπῃνεῖτο ὑπὸ πολλῶν καὶ μᾶλλον ἐκεῖνον ᾐσχύνοντο οἱ πολῖται δύο καὶ εἴκοσιν ἐτῶν ὄντα (τοσούτων γὰρ ἐτελεύτησεν) τοὺς πρεσβυτέρουςτε καὶ ἐνδόξους.
30.6 ἀλλ’ τι ἄλλο ὑμῖν ἐπέστειλεν διελέχθη τελευτῶν; πολλὰ καὶ δαιμόνια, ὥς γε ἐμοὶ δοκεῖ πατρὶ ὄντι · ὅς γε ἐν τούτῳ τῆς ἡλικίας ἐκ τοῦ βίου μεθιστάμενος οὐχ ὅπως ὠλοφύρετο αὑτὸν λυπουμένῳ ἐῴκει, ἀλλὰ τοὐναντίον ἡμᾶς παρεμυθεῖτο. καὶ τά γε τελευταῖα τὸν παῖδα καλέσας ἐκέλευε γράφειν, ὥσπερ ἐνθουσιῶν, παράκλησίν τινα ἡμῖν, ὥστε ὑπενόουν ἐγὼ μὴ ἄρα ἐξεστηκὼς ἤδη διὰ τὸν θάνατον ταῦτα ποιοῖ · πλὴν ὅτι οἱ παρόντες θαυμαστῶς ἐπῄνουν.
30.7ἔχεις οὖν τὰ γεγραμμένα; πῶς γὰρ οὔ; θέλεις οὖν εἰπεῖν; ἀλλ’αἰσχύνομαι μὴ οὐκ ὀρθῶς ἔχῃ, ὡς ὑπὸ νεωτέρουτε καὶ ἐν τοιούτῳ καιρῷ εἰρημένα. καὶ γὰρ ἐκεῖνος ἐδόκει μοι μᾶλλον ἑνὸς σοῦ παρόντος ἂν εὐλαβηθῆναί τι εἰπεῖν τῶν ἄλλων ἁπάντων. οὐ πρὸς ἀλλότριον ἀναγνώσῃ, βέλτιστε, καὶ ἅμα οὐ τὴν ἑρμηνείαν ποθῶ γνῶναι τοσοῦτον ὅσον τὴν διάνοιαν ἀφ’ἧς ἔλεγεν, εἰ τῷ ὄντι εὐθύμως καὶ θαρρῶν ἀπέθνησκεν.
30.8ἀλλ’ἔστι ταῦτα · τὰ μὲν καθ’ἡμᾶς οὕτω γέγονεν ὡς ἔδοξε τῷ θεῷ, χρὴ δὲ μηδὲν τῶν ὑπ’ἐκείνου γιγνομένων χαλεπὸν ἡγεῖσθαι μη δὲ δυσχερῶς φέρειν, ὡς παραινοῦσιν ἄλλοιτε σοφοὶ καὶ οὐχ ἥκιστα Ὅμηρος, λέγων μηδαμῇ ἀπόβλητα εἶναι ἀνθρώποις τὰ θεῶν δῶρα, καλῶς ὀνομάζων δῶρα τὰ ἔργα τῶν θεῶν, ὡς ἅπαντα ἀγαθὰ ὄντα καὶ ἐπ’ἀγαθῷ γιγνόμενα.
30.9ἐγὼ μὲν οὖν οὕτω φρονῶ καὶ δέχομαι πρᾴως τὴν πεπρωμένην, οὐκ ἐν ἑτέρῳ καιρῷ ταῦτα λέγων, ἀλλὰ παρούσηςτε αὐτῆς καὶ τὴν τελευτὴν ὁρῶν οὕτως ἐγγύθεν. ὑμεῖς δὲ ἐμοὶ πιστεύοντες, ἐπειδὴ καὶ μᾶλλον ὑμῶν ἐπεμελήθην ἀληθείας, καθ’ὅσον οἷοίτέ ἐστε, μὴ συγχωρεῖτε τῇ ἀλγηδόνι, ὡς μηδενὸς ἐμοὶ δεινοῦ συμβεβηκότος, μη δὲ εἴ τις ἐπὶ τὸν δυσχερέστατον ἔλθοι τῶν λόγων.
30.10λέξω δὲ αὐτὸν ὑμῖν οὔτι που τερπνὸν ὄντα οὐ δὲ χαρίεντα · οὐ γὰρ οἶμαι πρὸς χάριν τὴν ἡμετέραν γέγονεν · ἔχοντα δέ τι θαυμαστὸν ἴσως ὅτι τοῦ τῶν Τιτάνων αἵματός ἐσμεν ἡμεῖς ἅπαντες οἱ ἄνθρωποι. ὡς οὖν ἐκείνων ἐχθρῶν ὄντων τοῖς θεοῖς καὶ πολεμησάντων οὐ δὲ ἡμεῖς φίλοι ἐσμέν, ἀλλὰ κολαζόμεθάτε ὑπ’αὐτῶν καὶ ἐπὶ τιμωρίᾳ γεγόναμεν, ἐν φρουρᾷ δὴ ὄντες ἐν τῷ βίῳ τοσοῦτον χρόνον ὅσον ἕκαστοι ζῶμεν. τοὺς δὲ ἀποθνῄσκοντας ἡμῶν κεκολασμένους ἤδη ἱκανῶς λύεσθαίτε καὶ ἀπαλλάττεσθαι.
30.11εἶναι δὲ τὸν μὲν τόπον τοῦτον, ὃν κόσμον ὀνομάζομεν, δεσμωτήριον ὑπὸ τῶν θεῶν κατεσκευασμένον χαλεπόντε καὶ δυσάερον, οὐδέποτε τὴν αὐτὴν κρᾶσίντε καὶ στάσιν τοῦ ἀέρος φυλάττον, ἀλλὰ ποτὲ μὲν ψυχρόντε καὶ παγερόν, ἀνέμουτε καὶ πηλοῦ καὶ χιόνος καὶ ὕδατος ἐμπεπλησμένον, ποτὲ δὲ αὖ θερμόντε καὶ πνιγηρόν · μικρὸν δέ τινα παντελῶς καιρὸν τοῦ ἔτους μετρίως ἔχειν · κατασκήπτειν δὲ καὶ πρηστῆρας ἐν αὐτῷ καὶ τυφῶνας ἐγγίγνεσθαι καὶ πολλάκις σείεσθαι κάτωθεν ὅλον. ταῦτα δὲ πάντα εἶναι κολάσεις δεινάς.
30.12ἐκπλήττεσθαι γὰρ ἑκάστοτε ὑπ’αὐτῶν καὶ φοβεῖσθαι τοὺς ἀνθρώπους, ὁπότε συμβαίνοι. πρὸς δὲ τούτοις οὐκ ἀνεχομένους τοῦ ἀέρος τὴν φαυλότητα καὶ τὰς μεταβολὰς ἕτερα αὖ μηχανᾶσθαι μικρὰ δεσμωτήρια, τάςτε οἰκίας καὶ πόλεις, ξύλα καὶ λίθους ξυντιθέντας, ὥσπερ εἴ τις ἐν μεγάλῃ εἱρκτῇ ἑτέρας βραχυτέρας ἐνοικοδομοῖ · καὶ τὰ φυόμενα ταῦτα καὶ τὸν καρπὸν τὸν ἐκ γῆς ἕνεκα τοῦ παραμένειν ἡμᾶς γίγνεσθαι, καθάπερ δεσμώταις τροφὴν διδομένην ἀηδῆτε καὶ φαύλην · ἡμᾶς δὲ ἄλλως ἀγαπᾶν διὰ τὴν ἀνάγκηντε καὶ ἀπορίαν.
30.13καὶ γὰρ τοῖς ὑφ’ἡμῶν κολαζομένοις, ἅττ’ἂν παράσχῃ τις, ὑπὸ λιμοῦ καὶ συνηθείας ἡδέα φαίνεσθαι. καὶ ταῦτα τὰ σιτία τῇ μὲν ἀληθείᾳ πονηρὰ εἶναι καὶ διεφθορότα (δηλοῦσθαι δὲ τὴν διαφθορὰν ἐκ τῆς τῶν σωμάτων ἀσθενείας), ἔτι δὲ μη δὲ ἐξ ἑτοίμου πορίζεσθαι μη δὲ πᾶσιν ἄφθονα ὑπάρχειν, ἀλλὰ μετὰ ἀμηχάνων πόνων καὶ κακῶν. ξυγκεῖσθαι δὲ ἡμᾶς ἐξ αὐτῶν δὴ τῶν βασανιζόντων, ψυχῆςτε καὶ σώματος.
30.14τὴν μὲν γὰρ ἐπιθυμίαςτε καὶ λύπας καὶ ὀργὰς καὶ φόβους καὶ φροντίδας καὶ μυρία πάθη τοιαῦτα ἔχειν ἐν ἑαυτῇ, καὶ δι’ἡμέρας καὶ νυκτὸς ὑπὸ τούτων ἀεὶ κατατείνεσθαι καὶ στρεβλοῦσθαι (καὶ γὰρ ὅστις ἐπιεικέστερον διάκειται, καθόλου μὲν ἀπήλλακται τούτων οὐδενός, ὥσπερ δὲ θηρία ἔνδον κατακεκλεισμένα ἔχει, μετὰ βίας ὁμοῦ καὶ πειθοῦς τινος ἠναγκασμένα ἠρεμεῖν · εἰ δὲ καὶ σμικρὸν παύσαιτο κατεπᾴδων καὶ προσέχων, αὐτίκα δὴ μάλα κινούμενα) ·
30.15τὸ δὲ σῶμα ἰλίγγουςτε καὶ σπασμοὺς καὶ ἐπιληψίας καὶ τἄλλα νοσήματα, ὅσα δὲ οὐ δὲ τῷ λόγῳ δυνατὸν διελθεῖν, ὡς ἂν αἵματος καὶ πνεύματος μεστόν, ἔτι δὲ ἐκ σαρκῶντε καὶ νεύρων καὶ ὀστέων συγκείμενον, ἐκ μαλακῶντε καὶ σκληρῶν καὶ ὑγρῶν καὶ ξηρῶν, ἐκ τῶν ἐναντιωτάτων. τάτε σιτία, ὅπερ εἶπον, μοχθηρὰ ὄντα καὶ τὸν ἀέρα ἀνώμαλον προσπίπτοντα τὰς μὲν ἐπιτείνειν τῶν νόσων, τὰς δὲ ἀνακινεῖν, οὐ δοκούσας μὲν εἶναι πρότερον, ἐνούσας δὲ ἐν τῇ φύσει τῶν σωμάτων.
30.16καὶ ταῦτα μὲν ἔνδον ἐγκεῖσθαι τὰ κακὰ ἐν ἡμῖν αὐτοῖς, ἐλαφροτέρας δὲ τὰς ἔξωθεν κολάσεις, εἴ τις αὐτὰς παραβάλλοι ταῖς ἐκ τῆς φύσεως. γὰρ πυρόςτε καὶ σιδήρου φύσις καὶ πληγῶν δὲ καὶ τῶν ἄλλων ὀξεῖα καὶ ταχὺ ἀπαλλάττει τῆς αἰσθήσεως, εἴ τις καὶ σμικρὸν ὑπερβάλοι · ἐν δὲ ταῖς νόσοις ἐνίοτε παρατείνουσι καὶ πάνυ πολὺν χρόνον.
30.17τοιαῖσδε μὲν δὴ καὶ τοσαῖσδε βασάνοις ξυνεχομένους τοὺς ἀνθρώπους ἐν τῇδε τῇ φρουρᾷ καὶ τῷδε τῷ δεσμωτηρίῳ μένειν τὸν τεταγμένον ἕκαστον χρόνον, καὶ μὴ πρὶν ἀπιέναι τοὺς πολλοὺς πρὶν ἂν ἐξ αὑτοῦ ποιησάμενος ἄλλον ἀνθ’ἑαυτοῦ καταλίπῃ διάδοχον τῆς κολάσεως, οἱ μὲν ἕνα, οἱ δὲ καὶ πλείους. μένειν δὲ οὐχ ἑκόντας, ἀλλὰ μιᾷ πάντας ἁλύσει δεδέσθαι τάτε σώματα καὶ τὰς ψυχάς, καθάπερ καὶ ἐφ’ἡμῶν ἰδεῖν ἔστιν ἐν ἁλύσει μιᾷ δεδεμένους πολλοὺς ἐφεξῆς, τοὺς μὲν αὐτῶν σμικρούς, τοὺς δὲ μεγάλους, καὶ τοὺς μὲν αἰσχρούς, τοὺς δ’εὐπρεπεῖς, οὐδὲν δὲ ἧττον ἅπαντας ἐπ’ἴσης ἐν τῇ αὐτῇ ἀνάγκῃ ἔχεσθαι.
30.18ὁμοίως δὲ καὶ ταῖς τύχαιςτε καὶ δόξαις καὶ τιμαῖς ἀλλήλων ὑπερέχειν, ὥσπερ τοῖς σώμασιν. εἶναι γὰρ τοὺς μὲν βασιλέας, τοὺς δὲ ἰδιώτας, καὶ τοὺς μὲν πλουσίους, τοὺς δὲ ἀπόρους. καὶ οὐδέν γε παρὰ τοῦτο ἔλαττον κακοπαθεῖν καὶ συνέχεσθαι τῷ αὐτῷ δεσμῷ τοὺς εὐδαίμονας καλουμένους τῶν πενήτωντε καὶ ἀδόξων, ἀλλὰ μᾶλλον τούτων ἐκείνους.
30.19ἰσχνοτέροις γὰρ οὖσιν αὐτοῖς κεχαλάσθαι τὸν δεσμὸν καὶ λαγαρώτερον ἑκάστῳ περικεῖσθαι · τοῖς δὲ βασιλεῦσι καὶ τυράννοις, οἷα δὴ πεφυσημένοις τὴν ψυχὴν καὶ σφόδρα εὐεκτοῦσι, μᾶλλον ἐγκεῖσθαι καὶ θλίβειν · ὥσπερ ἐν τοῖς τὰ σώματα δεδεμένοις τοὺς παχεῖςτε καὶ ὀγκώδεις τῶν λεπτῶντε καὶ ἀτρόφων μᾶλλον δεσμὸς πιέζει · τινὰς μέντοι καὶ λίαν ὀλίγους πάρεσίν τινα ἔχειν ἐκ τοῦ θεοῦ, καὶ δεδέσθαι μέν, ἐλαφρῶς δὲ πάνυ δι’ἐπιείκειαν · ὑπὲρ ὧν αὖθις λέξομεν.
30.20πρότερον δὲ εἰπεῖν ἄξιον, ὡς ἐγώ ποτε ἤκουσα ἀνδρὸς ἀγύρτου παῖς ὤν, ὁποίαν τινὰ ἔφασκεν εἶναι τὴν ἅλυσιν, οὔτι που ταῖσδε ὁμοίαν, ἐκ σιδήρουτε καὶ χαλκοῦ πεποιημένην, πολὺ μέντοι κραταιοτέραν, τὸ δὲ σχῆμα καὶ τὴν πλοκὴν παραπλησίαν. ὥσπερ γὰρ αἵδε εἰσὶν ἐκ κρίκων τινῶν κεχαλκευμέναι δι’ἀλλήλων διαβεβλημένων, καὶ τοῦτο ἀπ’ἀρχῆς μέχρι τέλους · οὕτω δὴ κἀκείνην ἔχειν, δὴ ἔφαμεν τοὺς ἀνθρώπους ὑπὸ τῶν θεῶν δεδέσθαι.
30.21συνηρτῆσθαι δὲ αὐτὴν ἅπασαν ἐξ ἡδονῆςτε καὶ λύπης, καὶ ταῦτα ἐξ ἀλλήλων πεπλέχθαι, τότε ἡδὺ καὶ λυπηρόν, καὶ τῷ ἑτέρῳ τὸ ἕτερον ἐξ ἀνάγκης ἀεὶ ἀκολουθεῖν, ὥσπερ οἶμαι τοὺς κρίκους τῆς ἁλύσεως · ἕπεσθαι δὲ ταῖς μὲν μεγάλαις ἡδοναῖς μεγάλας λύπας, ταῖς δὲ σμικραῖς σμικροτέρας, καὶ τήν γε μεγίστην ἡδονὴν ἐπὶ τέλους εἶναι τὸν θάνατον. διὰ τοῦτο καὶ λύπην πρὸ αὐτοῦ συμβαίνειν μεγίστην · δῆλον γὰρ ὡς οὐκ ἔστιν ἀνθρώπῳ μείζων ταύτης τῆς λύπης καὶ ὀδύνης τῆς ἀγούσης ἐπὶ τὸν θάνατον.
30.22ἔλεγε δὲ καὶ κατ’ἄνδρα ἕτερα εἶναι δεσμά, τοῖς μὲν ἐλάττω, τοῖς δὲ μείζω περικείμενα ὥσπερ πέδας · καλεῖσθαι δὲ ὑφ’ἡμῶν αὐτὰς ἐλπίδας. ὥσπερ οὖν τὰς πέδας κατωτάτω τοῦ σώματος εἶναι καὶ περὶ τοῖς ἐσχάτοις μέρεσιν, οὕτω καὶ τὰς ἐλπίδας κατωτάτω εἶναι καὶ περὶ τὸ τελευταῖον μέρος τοῦ βίου, καὶ μάλιστα δὴ κρατεῖν τοὺς ἀνθρώπους καὶ ἀναγκάζειν πάντα πάσχοντας ὑπομένειν. τοῖς μὲν οὖν ἀνοήτοιςτε καὶ ἠλιθίοις ὑπερόγκουςτε εἶναι τὰς πέδας ταύτας καὶ σφόδρα παχείας, τοῖς δὲ κομψοτέροις κεχαλάσθαιτε καὶ λεπτὰς περικεῖσθαι.
30.23καὶ γάρ τοι προσείκαζε καὶ ῥίνῃ τι, πάνυ ἀνδρικῶς ἑπόμενος τῇ εἰκόνι · τοῦτο δὲ ἔφη μόνους εὑρίσκειν τοὺς κομψούςτε καὶ δριμεῖς. ἀποκεκλεῖσθαι γὰρ αὐτὸ πάνυ ἀκριβῶς, ὥσπερ εἴ τις ἐν δεσμωτηρίῳ ῥίνην ἀποκρύψειεν, ὅπως μηδεὶς τῶν δεσμωτῶν λαβὼν ἔπειτα λύσειεν ἑαυτόν. τοὺς οὖν φιλοτίμους καὶ φιλοπόνους μόλις μέν, ὅμως δὲ ἀνευρίσκειν. καλεῖσθαι δὲ ὑπ’αὐτῶν αὐτὸ λόγον. ἐπειδὰν οὖν τάχιστα εὕρωσι, χρῆσθαίτε καὶ ῥινᾶν τὰ δεσμὰ καὶ ποιεῖν τῆς ἁλύσεως τὸ καθ’αὑτοὺς ὡς οἷόντε ἰσχνότατον καὶ ἀσθενέστατον, μέχρις ἂν δυνατὸν κατεργάσωνται τάςτε ἡδονὰς καὶ τὰς λύπας.
30.24βραδὺ δὲ τοῦτο γίγνεται. μόλις γὰρ αὐτῶν λόγος, ἅτε στερεῶν ὄντων καὶ ἀδαμαντίνων, καθικνεῖται καὶ κατὰ μικρὸν ἀπεσθίει, παντελῶς δὲ οὐκ ἂν δύναιτο δαπανῆσαι καὶ διελεῖν. ὅτῳ δ’ἂν ἐγγένηται τοῦτο τὸ φάρμακον καὶ φιλοπόνως αὐτῷ χρήσηται δι’ἡμέρας καὶ νυκτὸς ἐφ’ὅσον οἷόντ’ἐστίν, εὐχερῶς ἤδη τὴν φρουρὰν φέρει καὶ περιέρχεται παρὰ τοὺς ἄλλους ὥσπερ λελυμένος, καὶ τοῦ χρεὼν ἐπιστάντος ῥᾳδίως ἄπεισιν, ὡς ἂν οὐκέτι βίᾳ κρατούμενος οὐ δὲ σφιγγόμενος. ἐκ τούτων ἐνίοτε οἱ θεοί τινας καὶ παρέδρους ἑαυτοῖς ποιοῦνται δι’ἀρετὴν καὶ σοφίαν, καθόλου τῆς τιμωρίας ἀπαλλάξαντες.
30.25ταῦτα μέν τις εἶπεν ἀνὴρ δυσάρεστος, ὡς ἐγὼ δοκῶ, καὶ πολλὰ λελυπημένος κατὰ τὸν βίον, ὀψὲ παιδείας ἀληθοῦς ᾐσθημένος, οὐ μὴν ἀληθῆ γε οὐ δὲ πρέποντα θεοῖς. ἕτερος δὲ βελτίων ἐστὶ τοῦδε λόγος, ὃν πολὺ ἂν εἴποιμι προθυμότερον. ἤκουσα δὲ αὐτὸν ἀνθρώπου γεωργοῦ ἐν ἀγροίκῳ τινὶ ῥυθμῷ καὶ μέλει · πλὴν τοῦτο μὲν ἴσως οὐδὲν ἡμᾶς δεῖ μιμεῖσθαι, τὴν δὲ διάνοιαν αὐτὴν ἀπομνησθῆναι πειρασόμεθα.
30.26ἔλεγε δὲ ὑμνῶν τόντε Δία καὶ τοὺς ἄλλους θεοὺς ὡς ἀγαθοίτε εἶεν καὶ φιλοῖεν ἡμᾶς, ἅτε δὴ ξυγγενεῖς ὄντας αὐτῶν. ἀπὸ γὰρ τῶν θεῶν ἔφη τὸ τῶν ἀνθρώπων εἶναι γένος, οὐκ ἀπὸ Τιτάνων οὐ δ’ἀπὸ Γιγάντων. ὅτε γὰρ τὰ σύμπαντα ἔσχον, ὥσπερ ἀποικίαν τινὰ αὑτῶν ἐν τῇ γῇ ἐρήμῃ οὔσῃ κατοικίσαι τοὺς ἀνθρώπους ἐφ’ἥττοσι τιμαῖς καὶ ὄλβῳ, δικαίοις δὲ καὶ νόμοις τοῖς αὐτοῖς · ὥσπερ αἱ μεγάλαι πόλεις καὶ εὐδαίμονες τὰς μικρὰς κατοικίζουσι · καί μοι ἐδόκει λέγειν οὐ προστιθεὶς αὐτὸς τὰ ὀνόματα, οἷον Ἀθηναῖοι Κυθνίους Σεριφίους Λακεδαιμόνιοι Κυθηρίους τὸ παλαιὸν ἐπὶ νόμοις τοῖς αὐτοῖς ᾤκισαν · καὶ μιμήματά γε παρ’ἑκάστοις τούτοις ἰδεῖν ἔστι τῶν ἐθῶν καὶ τῆς πολιτείας, ἣν οἱ κτίσαντες ἔχουσιν, ἀσθενῆ δὲ πάντα καὶ χείρονα. τὴν μέντοι διαφορότητα οὐκ ἴσην εἶναι.
30.27τοὺς μὲν γὰρ ἅτε ἀνθρώπους ἀνθρώπων διαφέρειν, τὴν δὲ τῶν θεῶν ὑπεροχὴν πρὸς ἡμᾶς ἄπειρόν τινα εἶναι. μέχρι μὲν οὖν ἔτυχε νεοκατάστατος ὢν βίος, τοὺς θεοὺς αὐτούςτε παραγίγνεσθαι καὶ πέμπειν ὥσπερ ἁρμοστὰς παρ’αὑτῶν ἄρχοντας τοὺς ἐπιμελησομένους, οἷον Ἡρακλέατε καὶ Διόνυσον καὶ Περσέα καὶ τοὺς ἄλλους, οὓς ἀκούομεν θεῶν παῖδας, τοὺς δὲ ἐκγόνους, γενέσθαι παρ’ἡμῖν · ἔπειτα ὕστερον ἐᾶσαι δι’αὑτῶν οἰκεῖν ὅπως ἂν δυνώμεθα. καὶ τότε δὴ τὰ ἁμαρτήματα καὶ τὰς ἀδικίας ξυμβαίνειν.
30.28ᾖδε δὲ καὶ ἑτέραν ᾠδήν, ὡς μὲν κόσμος οἶκός ἐστι πάνυ καλόςτε καὶ θεῖος ὑπὸ θεῶντε κατεσκευασμένος · ὥσπερ ὑπὸ τῶν εὐδαιμόνωντε καὶ πλουσίων καλουμένων ἀνδρῶν οὕστινας ὁρῶμεν κατεσκευασμένους σταθμοῖς καὶ κίοσι, καὶ χρυσῷ καὶ γραφαῖς τήντε ὀροφὴν καὶ τοίχους καὶ θύρας εἰργασμένους · ὁμοίως γεγονέναι τὸν κόσμον εἰς ὑποδοχήντε καὶ εὐφροσύνην ἀνθρώπων, εὐειδῆ καὶ ποικίλον ἄστροιςτε καὶ ἡλίῳ καὶ σελήνῃ καὶ γῇ καὶ θαλάττῃ καὶ φυτοῖς, δὴ τοῦ θεῶν πλούτου καὶ τέχνης τῆς ἐκείνων ἐστίν.
30.29παραγίγνεσθαι δὲ τοὺς ἀνθρώπους εἰς αὐτὸν ἑορτάσοντας, ὑπὸ τοῦ βασιλέως τῶν θεῶν κεκλημένους ἐπ’εὐωχίαν τινὰ καὶ θοίνην λαμπράν, ἁπάντων ἀπολαύσοντας τῶν ἀγαθῶν. κατακεῖσθαι δὲ ἄλλους ἀλλαχῇ, καθάπερ ἐν δείπνῳ, τοὺς μὲν ἀμείνονος χώρας, τοὺς δὲ φαυλοτέρας τυχόντας. εἶναι δὲ πάντα ὅμοια τοῖς παρ’ἡμῖν γιγνομένοις ἐν ταῖς ὑποδοχαῖς, πλὴν ὡς μικροῖς καὶ ἀγεννέσι θεῖα καὶ μεγάλα εἰκάσαι. φῶςτε γὰρ παρ’ἡμῖν παρέχειν τοὺς θεοὺς διττὸν διὰ λαμπτήρων τινῶν, τοτὲ μὲν πλεῖον, τοτὲ δὲ ἔλαττον, τὸ μὲν νυκτός, τὸ δὲ ἡμέρας ·
30.30καὶ παρακεῖσθαι δὴ τραπέζας πάντων μεστάς, σίτουτε καὶ ὀπώρας, τῆς μὲν αὐτομάτου, τῆς δὲ εἰργασμένης, ἔτι δὲ καὶ κρεῶν, τῶν μὲν ἡμέρων, τῶν δὲ ἀγρίων, οὐ μὴν ἀλλὰ καὶ τῶν ἐκ θαλάττης. εἶναι δὲ τὰς τραπέζας ἔφη, πάνυ ἀγροίκως λέγων, τούςτε λειμῶνας καὶ πεδία καὶ νάπας καὶ ἀκτάς, ἐν οἷς τὰ μὲν φύεσθαι, τὰ δὲ νέμεσθαι, τὰ δὲ θηρᾶσθαι. ἄλλα δὲ ἄλλοις πλείονα παρεῖναι, πρὸς αἷς ἂν ἕκαστοι τραπέζαις κατακλιθῶσιν. τοὺς μὲν γὰρ πρὸς θαλάττῃ τυχεῖν, τοὺς δὲ πρὸς πεδίοις, τοὺς δὲ πρὸς ὄρεσι.
30.31διακονεῖσθαι δὲ τὰς Ὥρας, οἷα δὴ νεωτάτας οὔσας τῶν θεῶν, εὖ μὲν ἀμπεχομένας, καλὰς δὲ ἰδεῖν, οὔτι που χρυσῷ κεκοσμημένας, ἀλλὰ παντοίων ἀνθῶν στεφάνοις. διανέμειν δὲ καὶ τῶν ἀνθῶν αὐτῶν, καὶ τἄλλα ἐπιμελεῖσθαι τῆς ἑστιάσεως, τὰ μὲν παρατιθείσας, τὰ δὲ αἰρούσας κατὰ καιρόν. γίγνεσθαι δὲ καὶ χοροὺς καὶ τὴν ἄλλην εὐπάθειαν ἅπασαν.
30.32τὸν μέντοι πόνον τοῦτον, ὃν ἔχειν δοκοῦμεν ἐν γεωργίαιςτε καὶ θήραις καὶ φυτείαις, εἶναι τοσοῦτον ὅσον τοῖς κατακειμένοις τὸ ἐπορέξασθαί τινος καὶ τῇ χειρὶ λαβεῖν. δὲ ἔφην, ἄλλον ἀλλαχῇ κατακεῖσθαι, τούτου καὶ κρᾶσις τῶν ἀέρων αἰτία. τοὺς γὰρ πρώτους καὶ τοὺς ὑστάτους μᾶλλον τῶν ἄλλων εἶναι τοὺς μὲν ἐν ψύχει, τοὺς δὲ ἐν ἀλέᾳ, τοὺς μὲν ἐγγὺς τοῦ φωτὸς ὄντας, τοὺς δὲ πόρρω.
30.33τῇ οὖν εὐφροσύνῃ καὶ τῇ εὐωχίᾳ χρῆσθαι οὐχ ἅπαντας ὁμοίως, ἀλλ’ἕκαστον κατὰ τὴν αὑτοῦ φύσιν. τοὺς μὲν γὰρ ἀσώτους καὶ ἀκρατεῖς οὔτε ὁρᾶν οὐδὲν οὔτε ἀκούειν οὐδενός, ἀλλὰ ἐγκεκυφότας ἐσθίειν, ὥσπερ ἐν συφεῷ ὗς, ἔπειτα νυστάζειν. τινὰς δὲ αὐτῶν μὴ ἀρκεῖσθαι τοῖς παροῦσιν, ἀλλὰ ἐπὶ τὰ πορρωτέρω διατείνειν τὰς χεῖρας, οἷον μεσογείους ὄντας ἰχθύων ὀρέγεσθαι καὶ πράγματα ἔχειν ·
30.34ἄλλους δὲ ἀπλήστουςτε καὶ ἀθλίους ὄντας, φοβουμένους μήποτε αὐτοῖς ἐλλίπῃ, πρὸς αὑτοὺς συνάγειν καὶ σωρεύειν ὅσ’ἂν δύνωνται. καὶ μετὰ ταῦτα, ὅταν αὐτοὺς ἀπιέναι δέῃ, πορεύεσθαι μηδενὸς μετασχόντας, ἀλλὰ πάνυ ἐνδεεῖς, καταλείπειν οἱ δὲ ταῦτα ἑτέροις · οὐ γὰρ εἶναι φέρεσθαι μεθ’ἑαυτῶν. τούτους μὲν οὖν καταγελᾶσθαίτε καὶ ἀσχημονεῖν.
30.35ἑτέρους δὲ πεττεύειν, τοὺς δὲ ἀστραγάλοις παίζειν · εἶναι δὲ τοὺς πεττούςτε καὶ ἀστραγάλους οὐχ οἵους ἡμεῖς νομίζομεν, ἀλλὰ τοὺς μὲν χρυσοῦς, τοὺς δὲ ἀργυροῦς, δὴ νόμισμα καλοῦμεν ἡμεῖς, ὑπὲρ ὧν διαφέρεσθαι καὶ ζητεῖν ἕκαστον πλεονεκτεῖν. πλεῖστον δὴ θόρυβον τούτουςτε καὶ ἀκοσμίαν παρέχειν, τοὺς δὴ κυβεύοντας, καὶ δοκεῖν τῶν συμποτῶν ἀηδεστάτους. ἐνίοτε δὲ καὶ μάχεσθαι καὶ εἰς χεῖρας ἰέναι καὶ τιτρώσκειν ἀλλήλους.
30.36μάλιστα δὲ τοὺς μεθυσκομένους ταῦτα δρᾶν. μεθύσκεσθαι δὲ οὐκ ἀπὸ οἴνου, καθάπερ τοὺς παρ’αὑτοῖς, ἀλλ’ὑφ’ἡδονῆς. τοῦτο γὰρ ἐν τῇ κοινῇ ἑστιάσει τὸ πόμα παρέχειν τοὺς θεούς, ὥστε ἐξελέγχεσθαι τὸν ἑκάστου τρόπον. δύο δὲ οἰνοχόους ἐφεστάναι, τὸν μὲν ἄρρενα, τὴν δὲ θήλειαν · ὀνομάζεσθαι δὲ αὐτοῖν τὸν μὲν Νοῦν, τὴν δὲ Ἀκράτειαν. τοὺς μὲν οὖν φρονίμους τὸν ἄρρενα οἰνοχόον ἔχειν, καὶ παρ’ἐκείνου μόνου τούτους δέχεσθαι σπανίωςτε καὶ σμικραῖς κύλιξι καὶ πάνυ ἀσφαλῶς κεκραμένον.
30.37κεῖσθαι γὰρ ἕνα κρατῆρα, τόν γε τῆς Σωφροσύνης, ἑστάναι γὰρ πολλοὺς ἐν τῷ μέσῳ καὶ διαφέροντας τῇ γεύσει ὥσπερ οἴνων πολλῶν · εἶναι δὲ αὐτοὺς ἀργυροῦςτε καὶ χρυσοῦς · ἔτι δὲ καὶ ζῷα ἔξωθεν κύκλῳ ἔχειν καὶ ἕλικάς τινας καὶ τορείας. τὸν δὲ τῆς Σωφροσύνης λεῖόντε εἶναι καὶ οὐ μέγαν καὶ ὡς ἂν εἰκάσαι τις ὁρῶν χαλκοῦν. δεῖν οὖν ἐκεῖθεν πολλαπλάσιον λαμβάνοντας καὶ ξυγκεραννύντας σμικρόν τι τῆς ἡδονῆς πίνειν.
30.38οἷς μὲν οὖν ἐστιν Νοῦς οἰνοχόος, οὕτως οἰνοχοεῖν, φοβούμενον καὶ προσέχοντα μή πῃ τῆς κράσεως ἁμαρτὼν σφήλῃ τὸν δαιτυμόνα καὶ καταβάλῃ. τὴν δὲ Ἀκράτειαν τοῖς μὲν πλείστοις ἄκρατον τὴν ἡδονὴν ἐγχεῖν, μη δὲ μικρὸν σωφροσύνης παραμιγνύουσαν, τοῖς δὲ ὀλίγον τι παντελῶς λόγου ἕνεκεν. τοῦτο δὲ εὐθὺς ἐξίτηλον γίγνεσθαι καὶ μηδαμοῦ φαίνεσθαι. τοὺς δὲ πίνοντας μὴ διαλείπειν, ἀλλ’ἐπισπέρχειντε αὐτὴν καὶ κελεύειν θᾶττον ἰέναι παρ’αὐτούς, καὶ προαρπάζειν ἕκαστον. τὴν δὲ ἐπείγεσθαι καὶ περιτρέχειν ἀσθμαίνουσαν καὶ ῥεομένην ἱδρῶτι.
30.39τοὺς μὲν οὖν ἐκείνης ἑστιάτορας ὀρχεῖσθαίτε καὶ κυλίεσθαι προπίπτοντας ἐν τῷ μέσῳ, καὶ μάχεσθαι καὶ βοᾶν, οἷα δὴ ποιοῦσιν οἱ μεθυσθέντες ὑπὸ οἴνου · πλὴν οὗτοι μὲν ἐπ’ὀλίγον καὶ μετρίως · μικρὸν γὰρ ἐξαρκεῖ καταδαρθεῖν, ἔπειτα ἄμεινον ἑαυτῶν ἔχουσιν, ἅτε ἐλαφρᾶς οὔσης τῆς μέθης · οἱ δὲ ὑπὸ τῆς ἡδονῆς καρωθέντες ὡς ἂν ὑπὸ ἰσχυροτέρου πόματος κατεχόμενοι δι’ὅλου τοῦ βίου ταῦτα ποιοῦσι, καὶ οὐκ ἔστιν ἀπαλλαγῆναι ζῶσιν, εἰ μή γε ἀποθανοῦσιν. οὗτος γὰρ ὕπνος ἐστὶ τῶν οὕτως μεθυσκομένων καὶ μόνος αὐτοὺς ὠφελεῖ.
30.40πολλοὶ δὲ καὶ ἐξεμοῦσιν ὑπὸ πλησμονῆς · γίγνεται δὲ μετὰ σπαραγμοῦτε καὶ λύπης τῆς ἐσχάτης τὸ τὴν ἡδονὴν ἐκβάλλειν. ὅστις δ’ἂν ἰσχύσῃ, κουφίζεται καὶ ῥᾷον διάγει τὸ λοιπόν. σπανίως δὲ τοῦτο συμβαίνει τὸ ἐθέλειν ἐξεμεῖν, ἀλλὰ πολὺ μᾶλλον ἀεὶ πίνειν ἐθέλουσιν. οὐ δὲ γὰρ παύονται τοῦ δίψους, ἀλλ’ἀεὶ σφοδρότερον ἔχουσι, καθάπερ οἱ τῷ οἴνῳ ἀκράτῳ χρωμένοι. οὗτοι μὲν οὖν τοιοῦτοί εἰσι καὶ καταισχύνουσι καὶ ὑβρίζουσι τὴν χάριν τῶν θεῶν ·
30.41οἱ δὲ μέτριοίτε καὶ ἐπιεικεῖς τῇ μὲν ἡδονῇ πρᾴως χρῶνται καὶ διὰ χρόνου φοβούμενοι · ὥσπερ δὲ ἄνθρωπος ἐλευθέριος κληθεὶς ὑπό τινος τῶν κρειττόνων, βασιλέως δυνάστου, τοῦ μὲν ἐσθίειν καὶ πίνειν ἀμελεῖ, πλὴν ὅσον ἀναγκαῖον, προσέχει δὲ τοῖς ἔνδον καὶ τούτοις τέρπεται · κἀκεῖνοι μέθης μὲν καὶ πεττῶν καὶ ἀστραγάλων ἀμελοῦσιν, ὁρῶσι δὲ τἄνδον ὅπως ἔχει, καὶ τόντε ἀνδρῶνα, ἐν κατάκεινται, θαυμάζουσίτε καὶ ζητοῦσιν ὅπως γέγονε, καὶ τὰ ἐν αὐτῷ πάντα ὥσπερ γραφάς τινας εὐειδεῖς καὶ καλὰς κατανοοῦσι, καὶ τὴν ἄλλην οἰκονομίαντε καὶ τάξιν καὶ τὰς ὥρας, ὡς εὖτε καὶ ἐπισταμένως ἅπαντα πράττουσι, καὶ προσέχουσιν αὐτοῖς, καὶ μόνοι δὴ τοῦ κάλλους αἰσθάνονται.
30.42μέλει δ’αὐτοῖς ὅπως μὴ δοκῶσιν ὡς τυφλοίτε καὶ κωφοὶ μετειληφέναι τούτων, ἀλλὰ καὶ ἀπαλλαγέντες ἔχωσί τι εἰπεῖν περὶ αὐτῶν, εἴ τις πυνθάνοιτο, τε εἶδον τε ἔγνωσαν. καὶ ταῦτα φροντίζοντες καὶ μετὰ νοῦ τῆς ἡδονῆς ἐμμελῶς μετέχοντες διάγουσιν, εἷς ἑνὶ διαλεγόμενοι καὶ κατὰ δύο καὶ τρεῖς ὅμοιοι. ἐνίοτε δὲ μεγάλης κραυγῆς γενομένης καὶ θορύβου παρὰ τῶν μεθυόντων κἀκεῖσε ἀπέβλεψαν, ἔπειτα εὐθὺς πάλιν πρὸς ἑαυτοῖς ἐγένοντο.
30.43καὶ ἐπειδὰν ἀπιέναι δέῃ, οἱ μὲν ἄσωτοι καὶ ἀκρατεῖς ὑπὸ τῶν ἀκολουθούντων ἕλκονται καὶ σύρονται μετὰ πόνωντε καὶ νοσημάτων κεκραγότες καὶ οἰμώζοντες, οὐδὲν εἰδότες οὔτε ὅποι παρῆλθον οὔτε ὅπως εἱστιάθησαν, κἂν πάνυ πολύν τις αὐτῶν μείνῃ χρόνον. οἱ δὲ ὀρθοίτε καὶ ἀσφαλῶς τοῖς ἑαυτῶν ποσὶν ἀπίασι, προσαγορεύσαντες τοὺς φίλους, φαιδροίτε καὶ γεγηθότες, ὡς οὐδὲν ἀσχημονήσαντες.
30.44ταῦτα οὖν θεὸς ἐπισκοπῶν καὶ πάντας ὁρῶν ὡς ἐν ἰδίῳ οἴκῳ ὅπως ἕκαστος εἱστιᾶτο, τοὺς βελτίστους ἀεὶ παρ’αὑτὸν καλεῖ, κἄν τῳ σφόδρα ἀρεσθεὶς τύχῃ, μένειν αὐτὸν κελεύει καὶ συμπότην καὶ ἑταῖρον ἐποιήσατο, καὶ τοῦ νέκταρος ἤδη οὗτος εὐωχεῖται. τοῦτο δὲ ἔοικε μὲν τῷ τῆς σωφροσύνης πώματι, διαυγέστερον δέ ἐστιν ἐκείνου πολὺ καὶ καθαρώτερον, ὡς ἂν οἶμαι θείας ὂν καὶ ἀληθοῦς εὐφροσύνης.
30.45παπαῖ, Χαρίδημε, οἷος ὢν ἡμῖν τέθνηκας, ὡς πολὺ τῶν κατὰ σαυτὸν ἀνθρώπων ὑπερέξειν ἔμελλες, οἵαν δὲ καὶ τῷ πατρὶ καὶ τοῖς πολίταις ἐπίδειξιν σαυτοῦ παρέσχου, μὰ Δί’οὐ λόγων, ἀλλὰ μεγάλης καὶ ἀληθινῆς ἀνδρείας. ἐγὼ μὲν οὐκ ἔχω ὅπως παραμυθήσωμαι ὑμᾶς τοιούτου στερηθέντας μὴ βαρέως φέρειν. οὐ δὲ γὰρ ἐμαυτὸν οἷόςτέ εἰμι ἱκανῶς παραμυθήσασθαι ἐν τῷ παρόντι.
30.46σὺ δέ, Τίμαρχε, μόνος δύνασαι τὸν πατέρα τοῦτον κουφίζειν καὶ θεραπεύειν αὐτοῦ τὴν ἀτυχίαν, ἐὰν μέλῃ σοι μὴ πολὺ ἐκείνου καταδεεστέρῳ φαίνεσθαι. καὶ γὰρ ἄτοπον, εἰ τὴν μὲν οὐσίαν αὐτοῦ τὴν μὲν ἤδη παρείληφας τοσαύτην οὖσαν, τὴν δὲ αὖθις λήψῃ τοῦδε ἀποθανόντος, τὴν δὲ σωφροσύνην καὶ τὸ θάρσος καὶ τὸ τῶν καλλίστων ἐρασθῆναι ἀφήσεις, ὡς κατά γε ταῦτα οὐδὲν ἐκείνῳ προσήκων.