Orations, Oration 8

Dio Chrysostom

  1. Oration 1
  2. Oration 2
  3. Oration 3
  4. Oration 4
  5. Oration 5
  6. Oration 6
  7. Oration 7
  8. Oration 8
  9. Oration 9
  10. Oration 10
  11. Oration 11
  12. Oration 12
  13. Oration 13
  14. Oration 14
  15. Oration 15
  16. Oration 16
  17. Oration 17
  18. Oration 18
  19. Oration 19
  20. Oration 20
  21. Oration 21
  22. Oration 22
  23. Oration 23
  24. Oration 24
  25. Oration 25
  26. Oration 26
  27. Oration 27
  28. Oration 28
  29. Oration 29
  30. Oration 30
  31. Oration 31
  32. Oration 32
  33. Oration 33
  34. Oration 34
  35. Oration 35
  36. Oration 36
  37. Oration 37
  38. Oration 38
  39. Oration 39
  40. Oration 40
  41. Oration 41
  42. Oration 42
  43. Oration 43
  44. Oration 44
  45. Oration 45
  46. Oration 46
  47. Oration 47
  48. Oration 48
  49. Oration 49
  50. Oration 50
  51. Oration 51
  52. Oration 52
  53. Oration 53
  54. Oration 54
  55. Oration 55
  56. Oration 56
  57. Oration 57
  58. Oration 58
  59. Oration 59
  60. Oration 60
  61. Oration 61
  62. Oration 62
  63. Oration 63
  64. Oration 64
  65. Oration 65
  66. Oration 66
  67. Oration 67
  68. Oration 68
  69. Oration 69
  70. Oration 70
  71. Oration 71
  72. Oration 72
  73. Oration 73
  74. Oration 74
  75. Oration 75
  76. Oration 76
  77. Oration 77/78
  78. Oration 79
  79. Oration 80
8.1Διογένης Σινωπεὺς ἐκπεσὼν ἐκ τῆς πατρίδος, οὐδενὸς διαφέρων τῶν πάνυ φαύλων Ἀθήναζε ἀφίκετο, καὶ καταλαμβάνει συχνοὺς ἔτι τῶν Σωκράτους ἑταίρων · καὶ γὰρ Πλάτωνα καὶ Ἀρίστιππον καὶ Αἰσχίνην καὶ Ἀντισθένην καὶ τὸν Μεγαρέα Εὐκλείδην · Ξενοφῶν δὲ ἔφευγε διὰ τὴν μετὰ Κύρου στρατείαν. τῶν μὲν οὖν ἄλλων ταχὺ κατεφρόνησεν, Ἀντισθένει δὲ ἐχρῆτο, οὐκ αὐτὸν οὕτως ἐπαινῶν ὡς τοὺς λόγους οὓς ἔλεγεν, ἡγούμενος μόνους εἶναι ἀληθεῖς καὶ μάλιστα δυναμένους ἄνθρωπον ὠφελῆσαι.
8.2ἐπεὶ αὐτόν γε τὸν Ἀντισθένην παραβάλλων πρὸς τοὺς λόγους ἐνίοτε ἤλεγχεν ὡς πολὺ μαλακώτερον, καὶ ἔφη αὐτὸν εἶναι σάλπιγγα λοιδορῶν · αὑτοῦ γὰρ οὐκ ἀκούειν φθεγγομένου μέγιστον. καὶ Ἀντισθένης ὑπέμενεν αὐτὸν ταῦτα ἀκούων · πάνυ γὰρ ἐθαύμαζε τοῦ ἀνθρώπου τὴν φύσιν.
8.3ἔλεγεν οὖν ἀμυνόμενος ἀντὶ τῆς σάλπιγγος τοῖς σφηξὶν αὐτὸν ὅμοιον εἶναι · καὶ γὰρ τῶν σφηκῶν εἶναι τὸν μὲν ψόφον τῶν πτερῶν μικρόν, τὸ δὲ κέντρον δριμύτατον. ἔχαιρεν οὖν τῇ παρρησίᾳ τοῦ Διογένους, ὥσπερ οἱ ἱππικοί, ὅταν ἵππον θυμοειδῆ λάβωσιν, ἄλλως δὲ ἀνδρεῖον καὶ φιλόπονον, οὐδὲν ἧττον ἀποδέχονται τὸ χαλεπὸν τοῦ ἵππου · τοὺς δὲ νωθροὺς καὶ βραδεῖς μισοῦσι καὶ ἀποδοκιμάζουσιν.
8.4ἐνίοτε μὲν οὖν ἐπέτεινεν αὐτόν, ἐνίοτε δὲ ἐπειρᾶτο ἀνιέναι, ὥσπερ οἱ χορδοστρόφοι τὰ νεῦρα τείνουσι, προσέχοντες μὴ ῥαγῇ. ἐπεὶ δὲ ἀπέθανεν Ἀντισθένης, ὡς τῶν ἄλλων οὐδένα ἡγεῖτο συνουσίας ἄξιον, μετέβη εἰς Κόρινθον, κἀκεῖ διῆγεν οὔτε οἰκίαν μισθωσάμενος οὔτε παρὰ ξένῳ τινὶ καταγόμενος, ἀλλ’ἐν τῷ Κρανείῳ θυραυλῶν.
8.5ἑώρα γὰρ ὅτι πλεῖστοι ἄνθρωποι ἐκεῖ συνίασι διὰ τοὺς λιμένας καὶ τὰς ἑταίρας, καὶ ὅτι πόλις ὥσπερ ἐν τριόδῳ τῆς Ἑλλάδος ἔκειτο. δεῖν οὖν τὸν φρόνιμον ἄνδρα, ὥσπερ τὸν ἀγαθὸν ἰατρόν, ὅπου πλεῖστοι κάμνουσιν, ἐκεῖσε ἰέναι βοηθήσοντα, οὕτως ὅπου πλεῖστοί εἰσιν ἄφρονες, ἐκεῖ μάλιστα ἐπιδημεῖν ἐξελέγχοντα καὶ κολάζοντα τὴν ἄνοιαν αὐτῶν.
8.6ἐπεὶ δὲ ἧκεν τῶν Ἰσθμίων χρόνος καὶ πάντες ἦσαν ἐν Ἰσθμῷ, κατέβη καὶ αὐτός. εἰώθει γὰρ ἐπισκοπεῖν ἐν ταῖς πανηγύρεσι τὰς σπουδὰς τῶν ἀνθρώπων καὶ τὰς ἐπιθυμίας καὶ ὧν ἕνεκα ἀποδημοῦσι καὶ ἐπὶ τίσι μέγα φρονοῦσι.
8.7παρέσχε δὲ καὶ αὑτὸν τῷ βουλομένῳ ἐντυγχάνειν καὶ ἔλεγε θαυμάζειν ὅτι εἰ μὲν ἔφη ὀδόντας ἰᾶσθαι, πάντες ἂν αὐτῷ προσῇσαν οἱ δεόμενοι ὀδόντα ἐξελέσθαι, καὶ νὴ Δία εἰ ὑπέσχετο ὀφθαλμοὺς θεραπεύειν, πάντες ἂν οἱ ὀφθαλμιῶντες αὑτοὺς ἐπεδείκνυον · ὁμοίως δέ, εἰ σπληνὸς ποδάγρας κορύζης εἰδέναι φάρμακον ·
8.8ἐπεὶ δὲ ἔφη παύσειν τοὺς πεισομένους αὐτῷ ἀγνοίας καὶ πονηρίας καὶ ἀκολασίας, οὐδεὶς αὐτῷ προσεῖχεν οὐ δὲ ἐκέλευεν ἰᾶσθαι αὑτόν, οὐ δὲ εἰ πολὺ προσλήψεσθαι ἀργύριον ἔμελλεν, ὡς ἧττον ὑπὸ τούτων ὑπ’ἐκείνων ἐνοχλούμενος χαλεπώτερον ἀνθρώπῳ σπληνὸς ἀνέχεσθαι οἰδοῦντος καὶ διεφθαρμένου ὀδόντος ψυχῆς ἄφρονος καὶ ἀμαθοῦς καὶ δειλῆς καὶ θρασείας καὶ φιληδόνου καὶ ἀνελευθέρου καὶ ὀργίλης καὶ λυπηρᾶς καὶ πανούργου καὶ πάντα τρόπον διεφθαρμένης.
8.9καὶ δὴ καὶ τότε ἦν περὶ τὸν νεὼν τοῦ Ποσειδῶνος ἀκούειν πολλῶν μὲν σοφιστῶν κακοδαιμόνων βοώντων καὶ λοιδορουμένων ἀλλήλοις, καὶ τῶν λεγομένων μαθητῶν ἄλλου ἄλλῳ μαχομένων, πολλῶν δὲ συγγραφέων ἀναγιγνωσκόντων ἀναίσθητα συγγράμματα, πολλῶν δὲ ποιητῶν ποιήματα ᾀδόντων, καὶ τούτους ἐπαινούντων ἑτέρων, πολλῶν δὲ θαυματοποιῶν θαύματα ἐπιδεικνύντων, πολλῶν δὲ τερατοσκόπων τέρατα κρινόντων, μυρίων δὲ ῥητόρων δίκας στρεφόντων, οὐκ ὀλίγων δὲ καπήλων διακαπηλευόντων ὅτι τύχοιεν ἕκαστος.
8.10εὐθὺς οὖν καὶ αὐτῷ τινες προσῆλθον, τῶν μὲν Κορινθίων οὐδείς · οὐ δὲ γὰρ ᾤοντο οὐδὲν ὠφεληθήσεσθαι, ὅτι καθ’ἡμέραν ἑώρων αὐτὸν ἐν Κορίνθῳ · τῶν δὲ ξένων ἦσαν οἱ προσιόντες, καὶ τούτων ἕκαστος βραχύ τι εἰπὼν ἀκούσας ἀπῄει, φοβούμενος τὸν ἔλεγχον.
8.11διὰ δὴ τοῦτο ἔφη Διογένης προσεοικέναι τοῖς κυσὶ τοῖς Λάκωσι · καὶ γὰρ τούτους, ὅταν στῶσιν εἰς τὰς πανηγύρεις, πολλοὺς μὲν εἶναι τοὺς καταψήχοντας καὶ προσπαίζοντας, μηδένα δὲ ὠνεῖσθαι ῥᾳδίως διὰ τὸ μὴ ἐπίστασθαι χρῆσθαι. πυθομένου δέ τινος εἰ καὶ αὐτὸς ἥκοι τὸν ἀγῶνα θεασόμενος, οὐκ, ἔφη, ἀλλ’ἀγωνιούμενος. καὶ ὃς ἐγέλασέτε καὶ ἤρετο αὐτὸν τίνας ἔχοι τοὺς ἀνταγωνιστάς.
8.12 δὲ ὥσπερ εἰώθει ὑποβλέψας, τοὺς χαλεπωτάτους, εἶπε, καὶ ἀμαχωτάτους, οἷς οὐδεὶς δύναται ἀντιβλέψαι τῶν Ἑλλήνων, οὐ μέντοι διατρέχοντας παλαίοντας διαπηδῶντας οὐ δὲ πυκτεύοντας καὶ ἀκοντίζοντας καὶ δισκεύοντας, ἀλλὰ τοὺς σωφρονίζοντας.
8.13τίνας μήν; ἤρετο. τοὺς πόνους, ἔφη, μάλα ἰσχυρούςτε καὶ ἀνικήτους ὑπὸ ἀνθρώπων ἐμπεπλησμένων καὶ τετυφωμένων καὶ τὰς μὲν ἡμέρας ὅλας ἐσθιόντων, ἐν δὲ ταῖς νυξὶ ῥεγκόντων, ὑπὸ δὲ ἀνδρῶν ἡττωμένους λεπτῶντε καὶ ἀσάρκων καὶ τῶν σφηκῶν τὰς γαστέρας μᾶλλον ἐντετμημένων.
8.14 σὺ οἴει τούτων τι ὄφελος εἶναι τῶν τὰς μεγάλας κοιλίας ἐχόντων, οὓς ἐχρῆν περιαγαγόντας καὶ περικαθάραντας ἐκβαλεῖν, μᾶλλον δὲ καταθύσαντας καὶ κατατεμόντας εὐωχεῖσθαι, καθάπερ οἶμαι τὰ τῶν κητῶν κρέα, τοὺς νοῦν ἔχοντας, ἕψοντας ἁλσὶ καὶ θαλάσσῃ, τὴν δὲ πιμελὴν τήξαντας, ὥσπερ ἐν Πόντῳ παρ’ἡμῖν τὸ τῶν δελφάκων στέαρ, ἀλείφεσθαι τοὺς δεομένους. οἶμαι γὰρ αὐτοὺς τῶν ὑῶν ἥττονα ψυχὴν ἔχειν.
8.15 δὲ ἀνὴρ γενναῖος ἡγεῖται τοὺς πόνους ἀνταγωνιστὰς μεγίστους καὶ τούτοις ἀεὶ φιλεῖ μάχεσθαι καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν, οὐχ ὑπὲρ σελίνου, ὥσπερ αἱ αἶγες, οὐ δὲ κοτίνου καὶ πίτυος, ἀλλὰ ὑπὲρ εὐδαιμονίας καὶ ἀρετῆς παρὰ πάντα τὸν βίον, οὐχ ὅταν Ἠλεῖοι προείπωσιν Κορίνθιοι τὸ κοινὸν Θετταλῶν, μηδένα αὐτῶν φοβούμενον μη δὲ εὐχόμενον ἄλλῳ λαχεῖν, ἀλλὰ προκαλούμενον ἐφεξῆς ἅπαντας, καὶ λιμῷ φιλονεικοῦντα καὶ ψύχει καὶ δίψος ὑπομένοντα, κἂν δέῃ μαστιγούμενον καρτερεῖν καὶ τεμνόμενον καὶ καόμενον μηδὲν μαλακὸν ἐνδιδόντα ·
8.16πενίαν δὲ καὶ φυγὴν καὶ ἀδοξίαν καὶ τὰ τοιαῦτα μηδὲν ἡγεῖσθαι δεινὸν αὑτῷ, ἀλλὰ πάνυ κοῦφα, καὶ πολλάκις παίζειν ἐν αὐτοῖς τὸν ἄνδρα τὸν τέλειον, ὥσπερ οἱ παῖδες τοῖς ἀστραγάλοις καὶ ταῖς σφαίραις ταῖς ποικίλαις.
8.17καὶ γὰρ δοκοῦσι μέν, ἔφη, δεινοὶ καὶ ἀνυπόστατοι πᾶσι τοῖς κακοῖς οἱ ἀνταγωνισταὶ οὗτοι · ἐὰν δέ τις αὐτῶν καταφρονήσῃ καὶ προσίῃ θαρρῶν δειλοὺς εὑρήσει καὶ ἀδυνάτους ἄνδρας ἰσχυροὺς κρατῆσαι, μάλιστα τοῖς κυσὶν ὁμοίους, οἳ τοὺς μὲν φεύγοντας ἐπιδιώκουσι καὶ δάκνουσι, καὶ διέσπασαν ἔστιν οὓς καταλαβόντες, τοὺς δὲ ἐπιόντας καὶ μαχομένους φοβοῦνται καὶ ἀναχωροῦσι, τελευτῶντες δὲ σαίνουσιν, ἐπειδὰν συνήθεις γένωνται.
8.18οἱ δὲ πολλοὶ ἄνθρωποι ἐκπεπληγμένοι αὐτοὺς καὶ ἀεί ποτε φεύγοντες ἐκκλίνουσιν, οὐδέποτε ἐναντίον βλέποντες. καὶ γὰρ δή, ὥσπερ οἱ πυκτεύειν εἰδότες, ἐὰν μὲν προλάβωσι τὸν ἀνταγωνιστήν, οὐ παίονται τὴν ἀρχήν, πολλάκις δὲ ἀπέβησαν αὐτοὶ καταβαλόντες · ἐὰν δὲ ὑποχωρῶσι φοβούμενοι, τότ’ἰσχυροτάτας πληγὰς λαμβάνουσιν · οὕτως ἐὰν μέν τις τοὺς πόνους δέχηται καταφρονῶν καὶ πλησιάζῃ προθύμως, οὐ πάνυ ἰσχύουσι πρὸς αὐτόν · ἐὰν δὲ ἀφιστῆται καὶ ἀναχωρῇ, τῷ παντὶ μείζους καὶ σφοδρότεροι δοκοῦσι.
8.19τοῦτο δ’ἂν ἴδοις καὶ ἐπὶ τοῦ πυρὸς γιγνόμενον · ἐὰν μὲν σφόδρα ἐπιβῇς, ἔσβεσας τὸ πῦρ · ἐὰν δὲ ὑποπτεύων καὶ δεδοικώς, σφόδρα ἐκαύθης · ὥσπερ ἐνίοτε παίζοντες οἱ παῖδες τῇ γλώττῃ τὸ πῦρ σβεννύουσιν. οὗτοι μὲν οὖν οἱ ἀνταγωνισταὶ σχεδὸν ὅμοιοί εἰσι τοῖς παμμάχοις, παίοντέςτε καὶ ἄγχοντες καὶ διασπῶντες καὶ ἀποκτιννύντες ἐνίοτε.
8.20ἑτέρα δὲ δεινοτέρα μάχη καὶ ἀγών ἐστιν οὐ μικρός, ἀλλὰ πολὺ τούτου μείζων καὶ ἐπικινδυνότερος, πρὸς τὴν ἡδονήν, οὐχ οἵαν Ὅμηρός φησιν, αὖθις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη. ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίναις ἐμάχοντο καὶ ξίφεσιν μεγάλοισι. οὐχ οὗτος τρόπος τῆς μάχης ·
8.21οὐ δὲ γὰρ ἄντικρυς βιάζεσθαι τὴν ἡδονήν, ἀλλ’ἐξαπατᾶν καὶ γοητεύειν δεινοῖς φαρμάκοις, ὥσπερ Ὅμηρός φησι τὴν Κίρκην τοὺς τοῦ Ὀδυσσέως ἑταίρους καταφαρμάξαι, κἄπειτα τοὺς μὲν σῦς αὐτῶν, τοὺς δὲ λύκους γενέσθαι, τοὺς δὲ ἄλλ’ἄττα θηρία. τοιοῦτόν ἐστι τὸ χρῆμα τῆς ἡδονῆς, οὐχ ἁπλῶς ἐπιβουλευούσης, ἀλλὰ πάντα τρόπον, διάτε τῆς ὄψεως καὶ ἀκοῆς ὀσφρήσεως γεύσεως ἁφῆς, ἔτι δὲ σιτίοις καὶ ποτοῖς καὶ ἀφροδισίοις διαφθεῖραι πειρωμένης, ὁμοίως μὲν ἐγρηγορότας, ὁμοίως δὲ κοιμωμένους.
8.22οὐ δὲ γὰρ ὥσπερ πρὸς τοὺς πολεμίους ἔστι φυλακὰς καταστήσαντας καθεύδειν, ἀλλὰ μάλιστα δὴ πάντων τότε ἐπιτίθεται, τὰ μὲν αὐτῷ τῷ ὕπνῳ μαραίνουσα καὶ δουλουμένη, τὰ δὲ ἐπιπέμπουσα ὀνείρατα πανοῦργα καὶ ἐπίβουλα, ἀναμιμνῄσκοντα αὐτῆς.
8.23 μὲν οὖν πόνος διὰ τῆς ἁφῆς ἐπιγίγνεται ὡς τὸ πολὺ καὶ ταύτῃ πρόσεισιν, δὲ ἡδονὴ κατὰ πᾶσαν αἴσθησιν ὁπόσας ἄνθρωπος αἰσθήσεις ἔχει, καὶ δεῖ τοῖς μὲν πόνοις ἀπαντᾶν καὶ συμπλέκεσθαι, τὴν δὲ ἡδονὴν φεύγειν ὡς πορρωτάτω καὶ μηδὲν ὅλως ἄλλο τἀναγκαῖα ὁμιλεῖν.
8.24καὶ ἐνταῦθα κράτιστος ἀνήρ κράτιστος δὴ σχεδόν, ὃς ἂν δύνηται πλεῖστον ἀποφεύγειν τὰς ἡδονάς · οὐ δὲ γὰρ ἔστιν ἡδονῇ συνόντα καὶ πειρώμενον συνεχῶς μὴ οὐ πάντως ἁλῶναι. ὅταν οὖν κρατήσῃ καὶ περιγένηται τῆς ψυχῆς τοῖς φαρμάκοις, γίγνεται τὸ λοιπὸν ἤδη τὸ τῆς Κίρκης ·
8.25πλήξασα ῥᾳδίως τῇ ῥάβδῳ εἰς συφεόν τινα ἐλαύνει καὶ καθείργνυσι καὶ τὸ λοιπὸν ἀπ’ἐκείνου ἤδη ἄνθρωπος διατελεῖ σῦς ὢν λύκος, γίγνονται δὲ καὶ ὄφεις ὑφ’ἡδονῆς ποικίλοι καὶ ὀλέθριοι καὶ ἄλλ’ἄττα ἑρπετὰ καὶ θεραπεύουσιν ἐκείνην ἀεὶ περὶ τὰς θύρας ὄντες καὶ ἐπιθυμοῦντες μὲν τῆς ἡδονῆς καὶ λατρεύοντες ἐκείνῃ, μυρίους δὲ ἄλλως πόνους ἔχοντες.
8.26 γὰρ ἡδονὴ κρατήσασα αὐτῶν καὶ παραλαβοῦσα τοῖς πόνοις παραδίδωσι τοῖς ἐχθίστοις καὶ χαλεπωτάτοις. τοῦτον δὴ τὸν ἀγῶνα ἐμοὶ καρτεροῦντι καὶ παραβαλλομένῳ πρὸς ἡδονὴν καὶ πόνον οὐδεὶς προσέχει τῶν ἀθλίων ἀνθρώπων, ἀλλὰ τοῖς πηδῶσι καὶ τρέχουσι καὶ χορεύουσιν.
8.27οὐ δὲ γὰρ τὸν Ἡρακλέα ἑώρων ἀγωνιζόμενον καὶ πονοῦντα, οὐ δὲ ἔμελεν αὐτοῖς, ἀλλὰ καὶ τότε ἴσως ἀθλητάς τινας ἐθαύμαζον, Ζήτην καὶ Κάλαϊν καὶ Πηλέα καὶ ἄλλους τοιούτους δρομέας τινὰς καὶ παλαιστάς · καὶ τοὺς μὲν ἐπὶ κάλλει, τοὺς δὲ ἐπὶ πλούτῳ ἐθαύμαζον, καθάπερ Ἰάσονα καὶ Κινύραν ·
8.28περὶ δὲ τοῦ Πέλοπος ἔλεγον ὅτι καὶ τὸν ὦμον ἐλεφάντινον ἔχοι, ὥσπερ τι ὄφελος ἀνθρώπου χρυσῆν χεῖρα ἐλεφαντίνην ἔχοντος ὀφθαλμοὺς ἀδάμαντος σμαράγδου · τὴν δὲ ψυχὴν οὐκ ἐγίγνωσκον αὐτοῦ ὁποίαν τινὰ εἶχεν. τὸν δὲ Ἡρακλέα πονοῦντα μὲν καὶ ἀγωνιζόμενον ἠλέουν, καὶ ἔφασαν αὐτὸν ἀνθρώπων ἀθλιώτατον · καὶ διὰ τοῦτο ἄθλους ἐκάλουν τοὺς πόνους αὐτοῦ καὶ τὰ ἔργα, ὡς τὸν ἐπίπονον βίον ἄθλιον ὄντα · ἀποθανόντα δὲ πάντων μάλιστα τιμῶσι καὶ θεὸν νομίζουσι καί φασιν Ἥβῃ συνοικεῖν, καὶ τούτῳ πάντες εὔχονται, ὅπως αὐτοὶ μὴ ἔσονται ἄθλιοι, τῷ πλεῖστα ἀθλήσαντι.
8.29τὸν δὲ Εὐρυσθέα οἴονται κρατεῖν τούτου καὶ ἐπιτάττειν, ὃν οὐδενὸς ἄξιον νενομίκασιν, οὐ δὲ εὔξατο οὐ δὲ ἔθυσεν οὐδέποτε οὐδεὶς Εὐρυσθεῖ. πλὴν γε Ἡρακλῆς περιῄει τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν ἅπασαν, οὐδὲν ὢν τούτοις ὅμοιος τοῖς ἀθληταῖς ·
8.30ποῦ γὰρ ἂν ἠδυνήθη προελθεῖν σάρκας τοσαύτας ἔχων τοσούτων κρεῶν δεόμενος βαθὺν οὕτως ὕπνον καθεύδων; ἀλλ’ἄγρυπνος καὶ λεπτός, ὥσπερ οἱ λέοντες, ὀξὺ βλέπων, ὀξὺ ἀκούων, οὔτε χειμῶνος οὔτε καύματος φροντίζων, οὐδὲν δεόμενος στρωμάτων χλανίδων ταπήτων, ἀλλὰ δέρμα ἀμπεχόμενος ῥυπαρόν, λιμοῦ πνέων, τοῖς ἀγαθοῖς βοηθῶν, τοὺς κακοὺς κολάζων.
8.31καὶ Διομήδην δὲ τὸν Θρᾷκα, ὅτι ποικίλην εἶχεν ἐσθῆτα καὶ καθῆστο ἐπὶ θρόνου πίνων δι’ἡμέρας καὶ τρυφῶν, καὶ τοὺς ξένους ἠδίκει καὶ τοὺς ὑφ’αὑτῷ, πολλὴν ἵππον τρέφων, τῷ ῥοπάλῳ παίων διήραξεν ὥσπερ πίθον παλαιόν. καὶ τὸν Γηρυόνην, πλείστους βοῦς ἔχοντα καὶ τῶν πρὸς ἑσπέρας ἁπάντων πλουσιώτατον ὄντα καὶ ὑπερηφανώτατον, αὐτόντε ἀπέκτεινε καὶ τοὺς ἀδελφοὺς καὶ τὰς βοῦς ἀπήλασε.
8.32τὸν δὲ Βούσιριν εὑρὼν πάνυ ἐπιμελῶς ἀθλοῦντα καὶ δι’ὅλης ἡμέρας ἐσθίοντα καὶ φρονοῦντα μέγιστον ἐπὶ πάλῃ, διέρρηξεν ἐπὶ τὴν γῆν καταβαλὼν ὥσπερ τοὺς θυλάκους τοὺς σφόδρα γέμοντας. καὶ τῆς Ἀμαζόνος ἔλυσε τὴν ζώνην, θρυπτομένης αὐτῷ καὶ νομιζούσης ὅτι τῷ κάλλει κρατήσει, συγγενόμενόςτε καὶ δείξας ὅτι οὐκ ἄν ποτε ἡττηθείη κάλλους οὐ δ’ἂν μείνειε χάριν γυναικὸς πόρρω τῶν αὑτοῦ κτημάτων οὐδέποτε.
8.33τὸν δὲ Προμηθέα, σοφιστήν τινα, ἐμοὶ δοκεῖν, καταλαβὼν ὑπὸ δόξης ἀπολλύμενον, νῦν μὲν οἰδοῦντος αὐτῷ καὶ αὔξοντος τοῦ ἥπατος ὁπότε ἐπαινοῖτο, πάλιν δὲ φθίνοντος ὁπότε ψέγοιεν αὐτόν, ἐλεήσας καὶ φοβήσας […] ἔπαυσε τοῦ τύφου καὶ τῆς φιλονικίας · καὶ οὕτως ᾤχετο ὑγιᾶ ποιήσας. ταῦτα μὲν οὖν ἔπραττεν οὐδὲν Εὐρυσθεῖ χαριζόμενος.
8.34τὰ δὲ μῆλα τὰ χρυσᾶ ἐκόμισε λαβὼν ἔδωκεν ἐκείνῳ, τὰ τῶν Ἑσπερίδων · οὐδὲν γὰρ αὐτῶν ἐδεῖτο, ἀλλ’ἐκέλευσε κλάειν ἔχοντα · μηδὲν γὰρ ὄφελος εἶναι ἀνθρώπῳ χρυσῶν μήλων · μη δὲ γὰρ ταῖς Ἑσπερίσι γενέσθαι. πέρας δέ, ἐπεὶ βραδύτερος ἐγίγνετο καὶ ἀσθενέστερος αὑτοῦ, φοβούμενος μὴ οὐ δύνηται ζῆν ὁμοίως, ἔπειτα οἶμαι νόσου τινὸς καταλαβούσης, κάλλιστα ἀνθρώπων ἐθεράπευσεν αὑτόν, πυρὰν νήσας ἐν τῇ αὐλῇ ξύλων ὡς ξηροτάτων καὶ δείξας ὅτι οὐδὲν ἄξιον λόγου ἐφρόντιζε τοῦ πυρετοῦ.
8.35πρότερον δέ, ἵνα μὴ δοκῇ σεμνὰ μόνον καὶ μεγάλα ἔργα διαπράττεσθαι, τὴν κόπρον ἀπελθὼν τὴν κειμένην παρ’Αὐγέᾳ, πολύ τι χρῆμα πολλῶν ἐτῶν, ἐκείνην ἐξεφόρει καὶ ἐκάθαιρεν. ἡγεῖτο γὰρ οὐχ ἧττον αὑτῷ διαμαχητέον εἶναι καὶ πολεμητέον πρὸς τὴν δόξαν τὰ θηρία καὶ τῶν ἀνθρώπων τοὺς κακούργους.
8.36ταῦτα δὲ λέγοντος τοῦ Διογένους, περιίσταντο πολλοὶ καὶ πάνυ ἡδέως ἠκροῶντο τῶν λόγων. ἐννοήσας δὲ οἶμαι τὸ τοῦ Ἡρακλέους, τοὺς μὲν λόγους ἀφῆκε, χαμαὶ δὲ καθεζόμενος ἐποίει τι τῶν ἀδόξων. εὐθὺς οὖν οἱ πολλοὶ κατεφρόνουν αὐτοῦ καὶ μαίνεσθαι ἔφασαν, καὶ πάλιν ἐθορύβουν σοφισταί, καθάπερ ἐν τέλματι βάτραχοι τὸν ὕδρον οὐχ ὁρῶντες.