Dio Chrysostom

Orations, Oration 1

1.1φασί ποτε Ἀλεξάνδρῳ τῷ βασιλεῖ τὸν αὐλητὴν Τιμόθεον τὸ πρῶτον ἐπιδεικνύμενον αὐλῆσαι κατὰ τὸν ἐκείνου τρόπον μάλα ἐμπείρως καὶ μουσικῶς, οὐ μαλακὸν αὔλημα οὐ δὲ ἀναβεβλημένον οὐ δὲ τῶν πρὸς ἄνεσιν καὶ ῥᾳθυμίαν ἀγόντων, ἀλλ’αὐτὸν οἶμαι τὸν ὄρθιον τὸν τῆς Ἀθηνᾶς ἐπικαλούμενον νόμον.
1.2καὶ τὸν Ἀλέξανδρον εὐθὺς ἀναπηδῆσαι πρὸς τὰ ὅπλα τοῖς ἐνθέοις ὁμοίως · οὕτω σφόδρα ἐπαρθῆναι αὐτὸν ὑπὸ τοῦ μέλους τῆς μουσικῆς καὶ τοῦ ῥυθμοῦ τῆς αὐλήσεως. τὸ δὲ τούτου αἴτιον οὐχ οὕτως τῆς μουσικῆς δύναμις ὡς τοῦ βασιλέως διάνοια σύντονος οὖσα καὶ θυμοειδής ·
1.3ἐπεὶ Σαρδανάπαλλον οὐκ ἄν ποτε ἤγειρεν ἐκ τοῦ θαλάμου καὶ παρὰ τῶν γυναικῶν οὐχ ὅπως Τιμόθεος ἄλλος τις τῶν νεωτέρων, ἀλλ’οὐ δὲ Μαρσύας αὐτὸς Ὄλυμπος · δοκεῖ δ’ἔμοιγε μη δὲ τῆς Ἀθηνᾶς, εἰ δυνατόν, διεξιούσης τὸν αὑτῆς νόμον ἅψασθαί ποτ’ἂν ὅπλων ἐκεῖνος, πολὺ δ’ἂν πρότερον ὀρχήσασθαι ἀναστὰς φυγεῖν · οὕτως ἀθλίως εἶχεν ὑπὸ ἐξουσίας καὶ τρυφῆς.
1.4οὐκοῦν καὶ ἡμᾶς εἰκός ἐστι μὴ χείρους ἀνδρὸς αὐλητοῦ γενέσθαι περὶ τὸ ἡμέτερον ἔργον, μη δὲ ἧττον ἀνδρείους καὶ μεγαλόφρονας εὑρεῖν λόγους τῶν ἐκείνου κρουμάτων, ἔτι δὲ μὴ ἕνα τρόπου ἡρμοσμένους, ἀλλὰ τοὺς αὐτοὺς σφοδρούςτε καὶ πρᾴους καὶ πολεμικοὺς ἅμα καὶ εἰρηνικοὺς καὶ νομίμους καὶ τῷ ὄντι βασιλικούς, ἅτε οἶμαι πρὸς ἀνδρεῖον βουλόμενον εἶναι καὶ νόμιμον ἡγεμόνα, πολλοῦ μὲν δεόμενον θάρσους, πολλῆς δὲ καὶ ἐπιεικείας.
1.6 γοῦν Τιμόθεος, εἰ καθάπερ πολεμικόν τινα διελθεῖν ἡδεῖ νόμον, οὕτως ἠπίστατο αὔλημα δικαίαν καὶ φρόνιμον καὶ σώφρονα τὴν ψυχὴν καὶ φιλάνθρωπον δυνάμενον παρασχεῖν, μὴ πρὸς ὅπλα ὁρμῶσαν μόνον, ἀλλὰ ἐπίτε εἰρήνην καὶ ὁμόνοιαν καὶ θεῶν τιμὰς καὶ ἀνθρώπων ἐπιμέλειαν, τοῦ παντὸς ἂν ἦν ἄξιος Ἀλεξάνδρῳ παρεῖναίτε καὶ ἐπαυλεῖν, οὐ θύοντι μόνον, ἀλλὰ καὶ ἄλλως, ὁπότε πενθῶν ἀκρίτως τύχοι παρὰ τὴν ἀξίαν καὶ τὸ πρέπον κολάζων πικρότερον τοῦ νομίμου καὶ ἐπιεικοῦς χαλεπαίνων τοῖς αὑτοῦ φίλοιςτε καὶ ἑταίροις ὑπερορῶν τοὺς θνητούςτε καὶ ἀληθεῖς γονέας.
1.8ἀλλὰ γὰρ οὐ πᾶσαν ἴασιν οὐ δὲ ὠφέλειαν ὁλόκληρον ἠθῶν ἱκανὴ παρασχεῖν μουσικῆς ἐπιστήμητε καὶ ἔξις · οὐ γὰρ οὖν. ὥς φησιν ποιητής, οὐ δ’Ἀσκληπιάδαις τοῦτό γ’ἔδωκε θεός · μόνος δὲ τῶν φρονίμωντε καὶ σοφῶν λόγος, οἷοι γεγόνασιν οἱ πολλοὶ τῶν πρότερον, ἀνενδεὴς καὶ τέλειος ἡγεμὼν καὶ βοηθὸς εὐπειθοῦς καὶ ἀγαθῆς φύσεως, πρὸς πᾶσαν ἀρετὴν παραμυθούμενόςτε καὶ ἀγὼν ἐμμελῶς.
1.9τίς ἂν οὖν πρέπουσα καὶ ἀξία φανείη διατριβὴ τῆς σῆς προθυμίας, καὶ πόθεν ἂν εὕροιμεν ἡμεῖς τέλειον οὕτω λόγον, ἄνδρες ἀλῆται καὶ αὐτουργοὶ τῆς σοφίας, πόνοιςτε καὶ ἔργοις ὅσον δυνάμεθα χαίροντες τὰ πολλά, τοὺς δὲ αὖ λόγους παρακλήσεως ἕνεκεν φθεγγόμενοι πρὸς αὑτοὺς καὶ τῶν ἄλλων ἀεὶ τὸν ἐντυγχάνοντα; ὥσπερ οἱ κινοῦντες καὶ μεταφέροντες οὐκ εὔφορον βάρος φθέγγονταίτε καὶ ᾄδουσιν ἡσυχῇ τὸ ἔργον παραμυθούμενοι, ἐργάται ὄντες, οὐκ ᾠδοί τινες οὐ δὲ ποιηταί μελῶν.
1.10πολλοὶ μὲν οὖν κατὰ φιλοσοφίαν λόγοι καὶ πάντες ἀκοῆς ἄξιοι καὶ θαυμαστὴν ὠφέλειαν ἔχοντες τοῖς μὴ παρέργως ἀκροωμένοις · ἀλλὰ δεῖ, τὸν ἐγγύςτε καὶ μάλιστα ἁψόμενον ἀνευρόντας, παρακαλέσαντας Πειθώτε καὶ Μούσας καὶ Ἀπόλλωνα ὡς δυνατὸν προθύμως διελθεῖν.
1.11φέρε εἴπωμεν τὰτε ἤθη καὶ τὴν διάθεσιν τοῦ χρηστοῦ βασιλέως, ἐν βραχεῖ περιλαμβάνοντες ὡς ἔνεστιν, ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω σκῆπτρόντ’ἥδε θέμιστας, ἵνα σφίσι βουλεύῃσιν.
1.12πάνυ γὰρ οὖν καλῶς σὺν ἄλλοις πλείοσιν Ὅμηρος, ἐμοὶ δοκεῖν, καὶ τοῦτο ἔφη, ὡς οὐχ ἅπαντας παρὰ τοῦ Διὸς ἔχοντας τὸ σκῆπτρον οὐ δὲ τὴν ἀρχὴν ταύτην, ἀλλὰ μόνους τοὺς ἀγαθούς, οὐ δ’ἐπ’ἄλλοις τισὶ δικαίοις τῷ βουλεύεσθαι καὶ φροντίζειν ὑπὲρ τῶν ἀρχομένων, οὐχ ὥστε ἀκολασταίνειν καὶ σπαθᾶν, ἀνοίας καὶ ὕβρεως καὶ ὑπερηφανίας καὶ πάσης ἀνομίας ἐμπιμπλάμενόντε καὶ ἀποπιμπλάντα ἐξ ἅπαντος αὑτοῦ τὴν ψυχὴν τεταραγμένην ὀργαῖςτε καὶ λύπαις καὶ φόβοις καὶ ἡδοναῖς καὶ παντοίαις ἐπιθυμίαις, ἀλλ’ὡς οἷόντε προσέχοντα τὸν νοῦν αὑτῷ καὶ τοῖς ὑπηκόοις, νομέα καὶ ποιμένα τῷ ὄντι ὧν λαῶν γιγνόμενον, οὐχ ἑστιάτορα καὶ δαιτυμόνα, ὡς ἔφη τις, ἀλλ’οἷον οὐ δὲ καθεύδειν αὑτὸν ἀξιοῦν δι’ὅλης τῆς νυκτός, ὡς οὐκ οὖσαν αὐτῷ σχολὴν ῥᾳθυμεῖν.
1.14ταῦτα γάρ φησι καὶ Ὅμηρος ὁμοίως τοῖς ἄλλοις σοφοῖςτε καὶ ἀληθέσιν ἀνδράσιν, ὡς οὐδείς ποτε πονηρὸς καὶ ἀκόλαστος καὶ φιλοχρήματος οὔτε αὐτὸς ἑαυτοῦ γενέσθαι δυνατὸς ἄρχων οὐ δ’ἐγκρατὴς οὔτε τῶν ἄλλων οὐδενός, οὐ δ’ἔσται ποτὲ ἐκεῖνος βασιλεύς, οὐ δ’ἂν πάντες φῶσιν Ἕλληνες καὶ βάρβαροι καὶ ἄνδρες καὶ γυναῖκες, καὶ μὴ μόνον ἄνθρωποι θαυμάζωσιν αὐτὸν καὶ ὑπακούωσιν, ἀλλ’οἵτε ὄρνιθες πετόμενοι καὶ τὰ θηρία ἐν τοῖς ὄρεσι μηδὲν ἧττον τῶν ἀνθρώπων συγχωρῇτε καὶ ποιῇ τὸ προσταττόμενον.
1.15οὐκοῦν λέγωμεν ὑπὲρ τοῦ καθ’Ὅμηρόντε καὶ τῇ ἀληθείᾳ βασιλέως · οὗτος γὰρ λόγος ἁπλῶς λεγόμενος ἄνευ πάσης κολακείας λοιδορίας αὐτὸς ἀφ’αὑτοῦ τὸν μὲν ὅμοιον τῷ ἀγαθῷ γνωρίζειτε καὶ ἐπαινεῖ καθ’ὅσον ἐστὶν ἐκείνῳ ὅμοιος, τὸν δὲ ἀνόμοιον ἐξελέγχειτε καὶ ὀνειδίζει. ἐστι δὴ πρῶτον μὲν θεῶν ἐπιμελὴς καὶ τὸ δαιμόνιον προτιμῶν ·
1.16οὐ γὰρ δυνατὸν ἄλλῳ τινὶ πεποιθέναι μᾶλλον τὸν δίκαιον ἄνδρα καὶ ἀγαθὸν τοῖς δικαιοτάτοιςτε καὶ ἀρίστοις θεοῖς. ὅστις δὲ κακὸς ὢν ἡγεῖταί ποτε θεοὺς ἀρέσκειν, κατ’αὐτὸ τοῦτο πρῶτον οὐχ ὅσιός ἐστιν · γὰρ ἀνόητον πονηρὸν νενόμικε τὸ θεῖον.
1.17μετὰ δὲ τοὺς θεοὺς ἀνθρώπων ἐπιμελεῖται, τιμῶν μὲν καὶ ἀγαπῶν τοὺς ἀγαθούς, κηδόμενος δὲ πάντων. τίς μὲν γὰρ ἀγέλης βοῶν κήδεται μᾶλλον τοῦ νέμοντος; τίς δὲ ποιμνίοις ὠφελιμώτερόςτε καὶ ἀμείνων ποιμένος; τίς δὲ μᾶλλον φίλιππος τοῦ πλείστων μὲν ἄρχοντος ἵππων, πλεῖστα δὲ ἀφ’ἵππων ὠφελουμένου;
1.18τίνα δὲ εἰκὸς οὕτως εἶναι φιλάνθρωπον ὅστις πλείστων μὲν ἀνθρώπων ἐγκρατής ἐστι, μάλιστα δὲ ὑπὸ ἀνθρώπων θαυμάζεται; δεινὸν γάρ, εἰ οἱ ἀλλοφύλων καὶ ἀγρίων ἄρχοντες θηρίων εὐνούστεροί εἰσι τοῖς ἀρχομένοις τοῦ βασιλεύοντος ἀνθρώπων ἡμέρων καὶ ὁμοφύλων.
1.19καὶ μέντοι καὶ φιλοῦσι καὶ ἀνέχονται μάλιστα πάντων ἀγέλαι μὲν νομεῖς, ἵπποι δὲ ἡνιόχους, κυνηγέται δὲ ὑπὸ κυνῶν φυλάσσονται καὶ ἀγαπῶνται, καὶ τὰ ἄλλα οὕτως ἀγαπᾷ τὰ ἀρχόμενα τοὺς ἄρχοντας.
1.20πῶς οὖν εἰκὸς τὰ μὲν ἄφρονα καὶ ἀγνώμονα εἰδέναι καὶ φιλεῖν τοὺς ἐπιμελουμένους, τὸ δὲ πάντων συνετώτατον καὶ μάλιστα ἀποδοῦναι χάριν ἐπισταμένου ἀγνοεῖν καὶ ἐπιβουλεύειν; ἀλλὰ γὰρ ἀνάγκη τὸν ἥμερον καὶ φιλάνθρωπον βασιλέα μὴ μόνον φιλεῖσθαι ὑπ’ἀνθρώπων, ἀλλὰ καὶ ἐρᾶσθαι. ταῦτ’οὖν εἰδὼς καὶ φύσει τοιοῦτος ὧν, ἵλεων καὶ πρᾷον παρέχει τὴν ψυχὴν πᾶσιν, ἅτε πάντας ἡγούμενος εὔνους καὶ φίλους.
1.21καὶ μὲν δὴ οἴεται δεῖν πλέον ἔχειν διὰ τὴν ἀρχήν, οὐ τῶν χρημάτων οὐ δὲ τῶν ἡδονῶν, ἀλλὰ τῆς ἐπιμελείας καὶ τῶν φροντίδων · ὥστε καὶ φιλόπονος μᾶλλόν ἐστιν πολλοὶ τῶν ἄλλων φιλήδονοι καὶ φιλοχρήματοι. ἐπίσταται γὰρ ὅτι αἱ μὲν ἡδοναὶ τοὺς ἀεὶ συνόντας τάτε ἄλλα λυμαίνονται καὶ ταχὺ ποιοῦσιν ἀδυνάτους πρὸς αὐτάς, οἱ δὲ πόνοι τάτε ἄλλα ὠφελοῦσι καὶ ἀεὶ μᾶλλον παρέχουσι δυναμένους πονεῖν.
1.22οὐκοῦν μόνῳ ἔξεστιν αὐτῷ τοὺς μὲν στρατιώτας συστρατιώτας προσειπεῖν, τοὺς δὲ συνήθεις φίλους μὴ καταγελῶντι τοῦ ὀνόματος τῆς φιλίας · πατέρα δὲ τῶν πολιτῶν καὶ τῶν ἀρχομένων οὐ λόγῳ κεκλῆσθαι μόνον, ἀλλὰ τοῖς ἔργοις τοῦτο ἐπιδείκνυσθαι · δεσπότην δὲ οὐχ ὅπως τῶν ἐλευθέρων, ἀλλὰ μη δὲ τῶν δούλων χαίρειν καλούμενον ·
1.23βασιλεύειν γὰρ οὐχ αὑτοῦ χάριν οἴεται μᾶλλον ἑνὸς ὄντος τῶν ἀνθρώπων ἁπάντων. καὶ τοίνυν εὐεργετῶν ἥδεται πλείω τῶν εὐεργετουμένων καὶ μόνης ταύτης ἐστὶ τῆς ἡδονῆς ἀκόρεστος. τὰ μὲν γὰρ ἄλλα τῆς βασιλείας ἀναγκαῖα νενόμικεν, τὸ δὲ τῆς εὐεργεσίας μόνον ἑκούσιόντε καὶ εὔδαιμον.
1.24καὶ τῶν μὲν ἀγαθῶν ἀφειδέστατός ἐστιν, ὡς οὐδέποτε ἐπιλειψόντων, κακοῦ δὲ ἧττον αἴτιος γίγνεσθαι πέφυκεν ἤπερ ἥλιος τοῦ σκότους. ὃν οἱ μὲν ἰδόντες καὶ συγγενόμενοι οὐκ ἐθέλουσιν ἀπολιπεῖν, οἱ δὲ ἀκούοντες ἐπιθυμοῦσιν ἰδεῖν μᾶλλον παῖδες ἀγνοουμένους πατέρας ἀνευρεῖν.
1.25τοῦτον οἱ μὲν πολέμιοι δεδοίκασι καὶ οὐδεὶς ὁμολογεῖ πολέμιος εἶναι, οἱ δὲ φίλοι θαρροῦσιν, καὶ οἱ σφόδρα ἐγγὺς ἡγοῦνται πάντων ἐν τῷ ἀσφαλεστάτῳ εἶναι. τοὺς δὲ προσιόντας καὶ ὁρῶντας οὐκ ἔκπληξις οὐ δὲ φόβος, ἀλλ’αἰδὼς ὕπεισι, πολὺ κρεῖττον καὶ ἰσχυρότερον φόβου · τοὺς μὲν γὰρ φοβουμένους ἀνάγκη μισεῖν καὶ ἀποδρᾶναι θέλειν, τοὺς δὲ αἰδουμένους παραμένειν καὶ θαυμάζειν.
1.26τὴν μὲν οὖν ἁπλότητα καὶ τὴν ἀλήθειαν ἡγεῖται βασιλικὸν καὶ φρόνιμον, τὴν δὲ πανουργίαν καὶ τὴν ἀπάτην ἀνόητον καὶ δουλοπρεπές, ὁρῶν ὅτι καὶ τῶν θηρίων τὰ δειλότατα καὶ ἀγεννέστατα, ἐκεῖνα καὶ ψεύδεται πάντων μάλιστα καὶ ἐξαπατᾷ.
1.27φιλότιμος δὲ ὢν τὴν φύσιν καὶ εἰδὼς ὅτι τοὺς ἀγαθοὺς πεφύκασιν οἱ ἄνθρωποι τιμᾶν, ἧττον ἐλπίζει τιμᾶσθαι ἂν ὑπὸ ἀκόντων παρὰ μισούντων φιλίας τυγχάνειν. καὶ πολεμικὸς μὲν οὕτως ἐστὶν ὥστ’ἐπ’αὐτῷ εἶναι τὸ πολεμεῖν, εἰρηνικὸς δὲ οὕτως ὡς μηδὲν ἀξιόμαχον αὐτῷ λείπεσθαι. καὶ γὰρ δὴ καὶ τόδε οἶδεν, ὅτι τοῖς κάλλιστα πολεμεῖν παρεσκευασμένοις, τούτοις μάλιστα ἔξεστιν εἰρήνην ἄγειν.
1.28φιλέταιρος δὲ καὶ φιλοπολίτης καὶ φιλοστρατιώτης ὁμοίως πέφυκεν · ὅστις μὲν γὰρ ὑπερόπτης τῶν στρατευομένων καὶ οὐδεπώποτε σπανίως ἑώρακε τοὺς ὑπὲρ τῆς ἀρχῆς κινδυνεύοντας καὶ πονοῦντας, τὸν δὲ ἀνόνητον καὶ ἄνοπλον ὄχλον διατελεῖ θωπεύων, ὅμοιόν γε πέπονθε καθάπερ εἰ ποιμὴν τοὺς συμφυλάττοντας αὐτῷ ἀγνοοίη καὶ μήτε τροφὴν αὐτοῖς ὀρέγοι μήτε συναγρυπνήσειέ ποτε φυλάττουσιν · οὗτος γὰρ οὐ τὰ θηρία μόνον, ἀλλὰ καὶ τοὺς κύνας ἀναπείθει μὴ ἀπέχεσθαι τῆς ποίμνης.
1.29ὅστις δὲ τοὺς μὲν στρατιώτας διαθρύπτει, μήτε γυμνάζων μήτε πονεῖν παρακελευόμενος, τῶν δὲ ἄλλων ἀνθρώπων ἠμέλησεν, ὅμοιός ἐστι κυβερνήτῃ τοὺς μὲν ναύτας διαφθείροντι πλησμονῇτε καὶ ὕπνῳ δι’ἡμέρας, τῶν δ’ἐπιβατῶν καὶ τῆς νεὼς ἀπολλυμένης οὐδὲν φροντίζοντι.
1.30εἰ δέ τις πρὸς μὲν ταῦτα ἔχοι μετρίως, τοὺς δὲ πλησίον αὑτῷ καὶ φίλους καλουμένους ἀτιμάζοιτε καὶ μὴ σκοποῖ τοῦτο, ὅπως δόξουσι μακάριοι καὶ ζηλωτοὶ πᾶσι, λανθάνει προδότης αὑτοῦ καὶ τῆς ἀρχῆς γιγνόμενος, τοὺς μὲν ὄντας φίλους ἀθύμους ποιῶν, τῶν δὲ ἄλλων μηδένα ἐὼν ἐπιθυμεῖν τῆς αὐτοῦ φιλίας, ἀποστερῶν δὲ αὑτὸν τοῦ καλλίστου καὶ ὠφελιμωτάτου κτήματος, φιλίας.
1.31τίς μὲν γὰρ ἀοκνότερος πονεῖν, ὅταν τούτου καιρὸς , φίλου; τίς δὲ συγχαίρειν ἑτοιμότερος ἐν ταῖς εὐτυχίαις; παρὰ τινος δὲ ἔπαινος ἡδίων τῶν φίλων; παρὰ τίνος δὲ τἀληθὲς ἀλυπότερον; τίς δὲ φρουρά, ποῖα δὲ ἐρύματα, ποῖα δὲ ὅπλα βεβαιότερα καὶ κρείττω τῆς ἀπὸ τῶν εὐνοούντων φυλακῆς;
1.32ὁπόσους γὰρ ἄν τις κεκτημένος ἑταίρους, τοσούτοις μὲν ὀφθαλμοῖς βούλεται ὁρᾷ, τοσαύταις δὲ ἀκοαῖς δεῖ ἀκούει, τοσαύταις δὲ διανοίαις διανοεῖται περὶ τῷ συμφερόντων. διαφέρει γὰρ οὐδὲν εἴ τῷ θεὸς ἓν σῶμα ἔχοντι πολλὰς ψυχὰς ἔδωκεν ἁπάσας ὑπὲρ ἐκείνου προνοουμένας.
1.33ἵνα δὲ τὰ πολλὰ ἀφεὶς εἴπω τὸ φανερώτατον σημεῖον, τοιοῦτός ἐστιν χρηστὸς βασιλεύς, ὃν οἱ ἀγαθοὶ ἄνδρες οὐκ αἰσχύνονται ἐπαινοῦντες οὔτε τὸν παρόντα χρόνον οὔτε τὸν ὕστερον. καὶ μέντοι καὶ αὐτὸς οὐ τὸν παρὰ τῶν βαναύσων καὶ ἀγοραίων ἀγαπᾷ ἔπαινον, ἀλλὰ τὸν παρὰ ὧν ἐλευθέρων καὶ γενναίων, οἷς οὐκ ἄξιον ζῆν ψευσαμένοις.
1.34τίς οὖν οὐκ ἂν μακαρίσειε τὸν τοιοῦτον ἄνδρατε καὶ βίον; πόθεν δὲ οὐκ ἂν ἔλθοιεν ἐπ’ἐκεῖνον ὀψόμενοίτε αὐτὸν καὶ ἀπολαύσοντες τῆς καλῆς διανοίας καὶ ἀγαθῆς; τί μὲν σεμνότερον θέαμα γενναίου καὶ φιλοπόνου βασιλέως; τί δὲ ἥδιον ἡμέρου καὶ προσφιλοῦς, πάντας μὲν εὖ ποιεῖν ἐπιθυμοῦντος, ἅπαντας δὲ δυναμένου;
1.35τί δὲ λυσιτελέστερον ἴσου καὶ δικαίου; τίνοις μὲν γὰρ βίος ἀσφαλέστερος ὃν πάντες ὁμοίως φυλάττουσιν; τίνος δὲ ἡδίων τοῦ μηδένα ἐχθρὸν ἡγουμένου; τίνος δὲ ἀλυπότερος τοῦ μηδὲν ἔχοντος αὑτὸν αἰτιάσασθαι; τίς δὲ εὐτυχέστερος ἐκείνου τοῦ ἀνδρὸς ὅστις ἀγαθὸς ὢν οὐδένα λανθάνει;
1.36ἐγὼ μὲν οὖν ἁπλῶς εἶπον τὰ περὶ τὸν ἀγαθὸν βασιλέα. τούτων δὲ εἴ τι φαίνεται προσήκειν σοι, μακάριος μὲν αὐτὸς τῆς εὐγνώμονος καὶ ἀγαθῆς φύσεως, μακάριοι δὲ ἡμεῖς οἱ συμμετέχοντες.
1.37μετὰ δὲ τὸν νῦν εἰρημένον λόγον ἐγὼ μὲν ἐπεθύμουν διελθεῖν περὶ τοῦ μεγίστου καὶ πρώτου βασιλέως καὶ ἄρχοντος, ὃν χρὴ μιμουμένους ἀεὶ τοὺς θνητοὺς καὶ τὰ τῶν θνητῶν διέποντας ἐπιμελεῖσθαι, πρὸς ἐκεῖνον ὡς δυνατὸν ἐστιν εὐθύνοντας καὶ ἀφομοιοῦντας τὸν αὑτῶν τρόπον.
1.38διὰ τοῦτο γὰρ καὶ Ὅμηρος διοτρεφέας εἶναί φησι τοὺς ἀληθῶς βασιλέας καὶ Διὶ τὴν βουλὴν ὁμοίους, καὶ τὸν Μίνω, μεγίστην ἔχοντα δόξαν ἐπὶ δικαιοσύνῃ, τοῦ Διὸς ὁμιλητὴν ἔφη γενέσθαι. καὶ σχεδὸν ὅσοι πώποτε ἐν Ἕλλησιν βαρβάροις γεγόνασι βασιλεῖς οὐκ ἀνάξιοι τυγχάνειν ταύτης τῆς προσηγορίας, τοῦ θεοῦ τούτου μαθητάςτε καὶ ζηλωτὰς λόγος αὐτοὺς ἀποφαίνεται.
1.39Ζεὺς γὰρ μόνος θεῶν πατὴρ καὶ βασιλεὺς ἐπονομάζεται καὶ Πολιεὺς καὶ Φίλιόςτε καὶ Ἑταιρεῖος καὶ Ὁμόγνιος, πρὸς δὲ τούτοις Ἱκέσιόςτε καὶ Φύξιος καὶ Ξένιος καὶ μυρίας ἄλλας ἐπικλήσεις ἔχων, πάσας ἀγαθὰς καὶ ἀγαθῶν αἰτίας ·
1.40βασιλεὺς μὲν κατὰ τὴν ἀρχὴν καὶ τὴν δύναμιν ὠνομασμένος, πατὴρ δὲ οἶμαι διάτε τὴν κηδεμονίαν καὶ τὸ πρᾷον, Πολιεὺς δὲ κατὰ τὸν νόμον καὶ τὸ κοινὸν ὄφελος, Ὁμόγνιος δὲ διὰ τὴν τοῦ γένους κοινωνίαν θεοῖςτε καὶ ἀνθρώποις, Φίλιος δὲ καὶ Ἑταιρεῖος, ὅτι πάντας ἀνθρώπους ξυνάγει καὶ βούλεται εἶναι ἀλλήλοις φίλους, ἐχθρὸν δὲ πολέμιον μηδένα μηδενός, Ἱκέσιος δὲ ὡς ἂν ἐπήκοόςτε καὶ ἵλεως τοῖς δεομένοις, Φύξιος δὲ διὰ τὴν τῶν κακῶν ἀπόφευξιν, Ξένιος δέ, ὅτι καὶ τοῦτο ἀρχὴ φιλίας, μη δὲ τῶν ξένων ἀμελεῖν μη δὲ ἀλλότριον ἡγεῖσθαι μηδένα ἀνθρώπων, Κτήσιος δὲ καὶ Ἐπικάρπιος, ἅτε τῶν καρπῶν αἴτιος καὶ δοτὴρ πλούτου καὶ κτήσεως, οὐ πενίας οὐ δὲ ἀπορίας ·
1.41ὡς εὐθὺς ἁπάσας ταύτας δέον ἐγγενέσθαι τὰς δυνάμεις τῇ τοῦ βασιλέως δυνάμειτε καὶ κλήσει.
1.42καλὸν οὖν εἰπεῖν ὑπὲρ τῶν ὅλων τῆς διοικήσεως ὁποῖόν γε τὸ ξύμπαν αὐτότε εὐδαίμων καὶ σοφὸν ἀεὶ διαπορεύεται τὸν ἄπειρον αἰῶνα συνεχῶς ἐν ἀπείροις περιόδοις μετὰ τύχηςτε ἀγαθῆς καὶ δαίμονος ὁμοίου καὶ προνοίας καὶ ἀρχῆς τῆς δικαιοτάτηςτε καὶ ἀρίστης, ἡμᾶςτε ὁμοίους παρέχεται, κατὰ φύσιν κοινὴν τὴν αὑτοῦ καὶ τὴν ἡμετέραν ὑφ’ἑνὶ θεσμῷ καὶ νόμῳ κεκοσμημένους καὶ τῆς αὐτῆς μετέχοντας πολιτείας.
1.43ἣν μὲν τιμῶν καὶ φυλάττων καὶ μηδὲν ἐναντίον πράττων, νόμιμος καὶ θεοφιλὴς καὶ κόσμιος, δὲ ταράττων ὅσον ἐφ’ἑαυτῷ καὶ παραβαίνων καὶ ἀγνοῶν, ἄνομος καὶ ἄκοσμος, ὁμοίως μὲν ἰδιώτης, ὁμοίως δὲ καὶ ἄρχων ὀνομαζόμενος · πολὺ δὲ μείζων καὶ φανερωτέρα πᾶσιν παρὰ τοῦ ἄρχοντος πλημμέλεια.
1.44ὥσπερ οὖν ὅσοι στρατηγοίτε καὶ ἄρχοντες στρατοπέδων καὶ πόλεων καὶ ἐθνῶν, ὅστις ἂν τὸν σὸν μάλιστα μιμῆται τρόπον καὶ τοῖς σοῖς ἤθεσιν ὅμοιον αὑτὸν ὡς δυνατὸν φαίνηται παρέχων, οὗτος ἂν εἴη σοὶ πάντων ἑταιρότατος καὶ προσφιλέστατος · εἰ δέ τις ἐναντίος καὶ ἀνόμοιος γίγνοιτο, δικαίως ἂν τυγχάνοι μέμψεώςτε καὶ ἀτιμίας καὶ αὐτῆς γε τῆς ἀρχῆς ταχὺ παυθείς, παραχωρήσειεν ἑτέροις ἀμείνοσίτε καὶ ἄμεινον δυναμένοις διοικεῖν ·
1.45οὕτω δὲ καὶ τῶν βασιλέων, ἅτε οἶμαι παρὰ τοῦ Διὸς ἐχόντων τὴν δύναμιν καὶ τὴν ἐπιτροπήν, ὃς μὲν ἂν πρὸς ἐκεῖνον βλέπων πρὸς τὸν τοῦ Διὸς νόμοντε καὶ θεσμὸν κοσμῇ καὶ ἀρχῇ δικαίωςτε καὶ καλῶς, ἀγαθῆς τυγχάνει μοίρας καὶ τέλους εὐτυχοῦς ·
1.46ὃς δ’ἂν παραβῇ καὶ ἀτιμάσῃ τὸν ἐπιτρέψαντα δόντα τὴν δωρεὰν ταύτην, οὐδὲν ἀπώνατο τῆς πολλῆς ἐξουσίας καὶ δυνάμεως τοσοῦτον μόνον ὅσον φανερὸς πᾶσι γενέσθαι τοῖς καθ’αὑτὸν καὶ τοῖς ὕστερον πονηρὸς καὶ ἀκόλαστος ὤν, τὸν μυθευόμενον Φαέθοντος ἀναπληρώσας πότμον, ἅτε ἰσχυροῦ καὶ θείου παρὰ μοῖραν ἐπιβὰς ἅρματος, οὐχ ἱκανὸς ὢν ἡνίοχος.
1.47λέγει δὲ καὶ Ὅμηρος ὧδέ πως · ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ, τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγε’ὀπίσσω ζωῷ, ἀτὰρ τεθνεῶτί γ’ἐφεψιόωνται ἅπαντες · ὃς δ’ἂν ἀμύνων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ, τοῦ μέντοι κλέος εὐρὺ διὰ ξεῖνοι φορέουσι πάντας ἐπ’ἀνθρώπους, πολλοίτέ μιν ἐσθλὸν ἔειπον.
1.48τὸ μὲν οὖν ἐμόν, ὅπερ ἔφην, ἥδιστα καὶ προθυμότατα τοῦτον εἴποιμ’ἂν τὸν λόγον, τὸν ὑπὲρ τοῦ Διὸς καὶ τῆς τοῦ παντὸς φύσεως. ἐπεὶ δὲ πλείων ἐστὶ πάντως τοῦ καιροῦ τοῦ παρόντος καὶ δεόμενος ἀποδείξεων ἀκριβεστέρων, αὖθίς ποτε ἴσως γένοιτ’ἂν σχολὴ διελθεῖν αὐτόν.
1.49εἰ δ’ἄρα μῦθον ἐθέλοις τινὰ ἀκούσαι, μᾶλλον δὲ ἱερὸν καὶ ὑγιῆ λόγον σχήματι μύθου λεγόμενον, τυχὸν οὐκ ἄτοπός σοι φανήσεται, νῦντε καὶ ὕστερον ἐνθυμουμένῳ κατὰ σαυτόν, ὃν ἐγώ ποτε ἤκουσα γυναικὸς Ἠλείας Ἀρκαδίας ὑπὲρ Ἡρακλέους διηγουμένης.
1.50ὡς γὰρ ἔτυχον ἐν τῇ φυγῇ ποτε ἀλώμενος καὶ πολλήν γε χάριν οἶδα τοῖς θεοῖς, ὅτι με οὐκ εἴασαν θεατὴν γενέσθαι πολλῶν καὶ ἀδίκων πραγμάτων ἐπῄειν δ’οὖν ὡς ἐδυνάμην πλείστην γῆν ἐν ἀγύρτου σχήματι καὶ στολῇ, τοῦτο μὲν παρ’Ἕλληνας, τοῦτο δὲ παρὰ βαρβάρους, αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐ δὲ λέβητας.
1.51καὶ δή ποτε ἀφικόμενος εἰς Πελοπόννησον ταῖς μὲν πόλεσιν οὐ πάνυ προσῄειν, περὶ δὲ τὴν χώραν διέτριβον, ἅτε πολλὴν ἱστορίαν ἔχουσαν, νομεῦσι καὶ κυνηγέταις, γενναίοιςτε καὶ ἁπλοῖς ἤθεσιν, ἐπιμιγνύμενος.
1.52καὶ δὴ βαδίζων ὡς ἀφ’Ἡραίας εἰς Πῖσαν παρὰ τὸν Ἀλφειὸν μέχρι μέν τινος ἐπετύγχανον τῆς ὁδοῦ, μεταξὺ δὲ εἰς ὕλην τινὰ καὶ δυσχωρίαν ἐμπεσὼν καὶ πλείους ἀτραποὺς ἐπὶ βουκόλι’ἄττα καὶ ποίμνας φερούσας, οὐδενὶ συναντῶν οὐ δὲ δυνάμενος ἐρέσθαι, διαμαρτάνωτε καὶ ἐπλανώμην μεσημβρίᾳ σταθερᾷ. ἰδὼν οὖν ἐπὶ ὑψηλῷ τινι δρυῶν συστροφὴν οἷον ἄλσος, ᾠχόμην ὡς ἀποψόμενος ἐντεῦθεν ὁδόν τινα οἰκίαν.
1.53καταλαμβάνω οὖν λίθουςτέ τινας εἰκῆ ξυγκειμένους καὶ δέρματα ἱερείων κρεμάμενα καὶ ῥόπαλα καὶ βακτηρίας, νομέων τινῶν ἀναθήματα, ὡς ἐφαίνετο, ὀλίγον δὲ ἀπωτέρω καθημένην γυναῖκα ἰσχυρὰν καὶ μεγάλην, τῇ δὲ ἡλικίᾳ πρεσβυτέραν, τὰ μὲν ἄλλα ἄγροικον στολὴν ἔχουσαν, πλοκάμους δὲ τινας πολιοὺς καθεῖτο.
1.54ταύτην ἕκαστα ἀνηρώτων. δὲ πάνυ πρᾴως καὶ φιλοφρόνως δωρίζουσα τῇ φωνῇ τόντε τόπον ἔφραζεν ὡς Ἡρακλέους ἱερὸς εἴη, καὶ περὶ αὑτῆς, ὅτι παῖδα ἔχοι ποιμένα καὶ πολλάκις αὐτὴ νέμοι τὰ πρόβατα · ἔχειν δὲ μαντικὴν ἐκ μητρὸς θεῶν δεδομένην, χρῆσθαι δὲ αὐτῇ τούςτε νομέας πάντας τοὺς πλησίον καὶ τοὺς γεωργοὺς ὑπὲρ καρπῶν καὶ βοσκημάτων γενέσεως καὶ σωτηρίας.
1.55καὶ σὺ δὲ ἐλήλυθας, ἔφη, οὐκ ἄνευ θείας τύχης εἰς τόνδε τὸν τόπον · οὐ γὰρ ἐάσω σε ἀπελθεῖν μάτην. καὶ μετὰ τοῦτο ἤδη προέλεγεν ὅτι οὐ πολὺς χρόνος ἔσοιτό μοι τῆς ἄλης καὶ τῆς ταλαιπωρίας, οὔτε σοί, εἶπεν, οὔτε τοῖς ἄλλοις ἀνθρώποις.
1.56ταῦτα δὲ ἔλεγεν, οὐχ ὥσπερ οἱ πολλοὶ τῶν λεγομένων ἐνθέων ἀνδρῶν καὶ γυναικῶν, ἀσθμαίνουσα καὶ περιδινοῦσα τὴν κεφαλὴν καὶ πειρωμένη δεινὸν ἐμβλέπειν, ἀλλὰ πάνυ ἐγκρατῶς καὶ σωφρόνως. συμβαλεῖς δέ, ἔφη, ποτὲ ἀνδρὶ καρτερῷ, πλείστης ἄρχοντι χώρας καὶ ἀνθρώπων · τούτῳ μήποτε ὀκνήσῃς εἰπεῖν τόνδε τὸν μῦθον, εἰ καί σου καταφρονεῖν τινες μέλλοιεν ὡς ἀδολέσχου καὶ πλάνητος.
1.57οἱ γὰρ ἀνθρώπων λόγοι καὶ τὰ πάντα σοφίσματα οὐδενὸς ἄξια πρὸς τὴν παρὰ τῶν θεῶν ἐπίπνοιαν καὶ φήμην. ὅσοι γὰρ ποτε σοφοὶ καὶ ἀληθεῖς κατ’ἀνθρώπους λόγοι περὶ θεῶντε καὶ τοῦ σύμπαντος, οὐκ ἄνευ θείαςτε βουλήσεως καὶ τύχης ἐν ψυχῇ ποτε ἀνθρώπων ἐγένοντο διὰ τῶν πρώτων μαντικῶντε καὶ θείων ἀνδρῶν.
1.58οἷον ἐν Θρᾴκῃ τινὰ λέγουσιν Ὀρφέα γενέσθαι, Μούσης υἱόν, ἄλλον δὲ ποιμένα ἐν ὄρει τινὶ τῆς Βοιωτίας αὐτῶν ἀκούσαι τῶν Μουσῶν · ὅσοι δὲ ἄνευ δαιμονίου κατοχῆς καὶ ἐπιπνοίας λόγους τινὰς ὡς ἀληθεῖς παρ’αὑτῶν ἐκόμισαν εἰς τὸν βίον, ἄτοποι καὶ πονηροί. ἄκουε δὴ τοῦδε τοῦ μύθου σφόδρα ἐγρηγορώςτε καὶ τὸν νοῦν προσέχων, ὅπως διαμνημονεύσας ἀπαγγείλῃς πρὸς ἐκεῖνον φημί σε συμβαλεῖν. ἐστι δὲ περὶ τοῦδε τοῦ θεοῦ, παρ’ νῦν ἐσμεν.
1.59ἦν μὲν γάρ, ὡς πάντες λέγουσι, Διὸς υἱὸς ἐξ Ἀλκμήνης, βασιλεὺς δὲ οὐ μόνον Ἄργους, ἀλλὰ καὶ τῆς Ἑλλάδος ἁπάσης. (τοῦτο δὲ οἱ πολλοὶ οὐκ ἴσασιν, ἀλλ’ὅτι αὐτὸς ἀπεδήμει στρατευόμενος καὶ φυλάττων τὴν ἀρχήν, οἱ δ’Εὐρυσθέα φασὶ βασιλεύειν τότε. ταῦτα μὲν οὖν λέγεται μάτην ὑπ’αὐτῶν).
1.60ἐκεῖνος δὲ οὐ μόνον τῆς Ἑλλάδος ἦν βασιλεύς, ἀλλ’ἀπ’ἀνίσχοντος ἡλίου μέχρι δυομένου πάσης ἦρχε γῆς καὶ τῶν ἀνθρώπων ἁπάντων παρ’οἷς ἱερά ἐστιν Ἡρακλέους.
1.61ἦν δὲ καὶ πεπαιδευμένος ἁπλῶς, οὐ πολυτρόπως οὐ δὲ περιττῶς σοφίσμασι καὶ πανουργήμασιν ἀνθρώπων κακοδαιμονῶν. λέγουσι δὲ καὶ ταῦτα περὶ Ἡρακλέους, ὡς γυμνὸς ᾔει μόνον ἔχων λεοντῆν καὶ ῥόπαλον.
1.62τοῦτο δὲ οὕτως λέγουσιν, ὅτι ἐκεῖνος οὔτε χρυσίον οὔτε ἀργύριον οὔτε ἐσθῆτα περὶ πολλοῦ ἐποιεῖτο, ἀλλὰ ταῦτα πάντα ἐνόμιζε τοῦ μηδενὸς ἄξια πλὴν ὅσον δοῦναι καὶ χαρίσασθαι. πολλοῖς γοῦν οὐ μόνον χρήματα ἄπειρα καὶ γῆν καὶ ἀγέλας ἵππων καὶ βοῶν, ἀλλὰ βασιλείας καὶ πόλεις ὅλας ἐδωρήσατο. ἐπίστευε γὰρ αὑτοῦ πάντα εἶναι καὶ οὐδὲν ἀλλότριον, προσγενήσεσθαι δὲ τοῖς δοθεῖσι τὴν εὔνοιαν τῶν λαβόντων.
1.63οὐ τοίνυν οὐ δὲ ἐκεῖνο ἄληθές φασιν, ὅτι δὴ περιῄει μόνος ἄνευ στρατιᾶς. οὐ γὰρ δυνατὸν πόλειςτε ἐξαίρειν καὶ τυράννους ἀνθρώπους καταλύειν καὶ πᾶσι πανταχοῦ προστάττειν χωρὶς δυνάμεως. ὅτι δὲ αὐτουργοὺς ἦν καὶ τῇ ψυχῇ πρόθυμος καὶ τὸ σῶμα ἱκανὸς καὶ πάντων μάλιστα ἐπόνει, μόνον αὐτὸν ἔφασαν βαδίζειν καὶ πράττειν ἅπαντα ὅσα βούλοιτο.
1.64καὶ μὴν γε πατὴρ αὐτοῦ πολλὴν ἐπιμέλειαν ἐποιεῖτο, ὁρμάςτε ἀγαθὰς ἐπιπέμπων καὶ εἰς ὁμιλίας ἀνθρώπων ἀγαθῶν ἄγων. ἐσήμαινε δὲ καὶ δι’οἰωνῶν καὶ δι’ἐμπύρων καὶ διὰ πάσης μαντικῆς ἕκαστα.
1.65ἐπεὶ δὲ ἑώρα βουλόμενον ἄρχειν αὐτόν, οὐ τῶν ἡδονῶν οὐ δὲ τῶν πλεονεξιῶν ἐπιθυμοῦντα, ὧν ἕνεκεν οἱ πολλοὶ τούτου ἐρῶσιν, ἀλλ’ὡς ἂν δύνηται πλεῖστα καὶ πλείστους εὖ ποιεῖν, ἐπιστάμενος αὐτοῦ γενναῖαν οὖσαν τὴν φύσιν, ὅμως δὲ ὑπονοῶν ὅσον ἦν ἐν αὐτῷ θνητὸν καὶ ὅτι πολλὰ παραδείγματα ἐν ἀνθρώποις πονηρὰ εἴη τρυφῆς καὶ ἀκολασίας καὶ πολλοὶ παρατρέπουσιν ἄκοντα τὸν πεφυκότα ὀρθῶς ἔξω τῆς αὐτοῦ φύσεώςτε καὶ γνώμης ταῦτα λογιζόμενος Ἑρμῆν ἔπεμψε, κελεύσας δεῖ ποιεῖν.
1.66 δὲ ἀφικόμενος εἰς Θήβας, ἔνθα νέος ὢν ἐτρέφετο Ἡρακλῆς, ἔφραζέτε ὃς εἴη καὶ παρ’ὅτου πεμφθείς, καὶ ἄγει λαβὼν αὐτὸν ἄφραστον καὶ ἄβατον ἀνθρώποις ὁδόν, ἕως ἦλθεν ἐπί τινα ὑπεροχὴν ὄρους περιφανῆ καὶ σφόδρα ὑψηλήν, τὰ δὲ ἔξωθεν δεινῶς ἀπότομον κρημνοῖς ὀρθίοις καὶ βαθείᾳ φάραγγι ποταμοῦ κύκλῳ περιρρέοντος, πολὺν ψόφοντε καὶ ἦχον ἀναδιδόντος, ὡς τοῖς κάτωθεν ἀναβλέπουσι μίαν ὁρᾶσθαι τὴν ἄνω κορυφήν, τὸ δὲ ἀληθὲς ἦν δίδυμος ἐκ μιᾶς ῥίζης, καὶ πολύ γε ἀλλήλων διεστήκεσαν.
1.67ἐκαλεῖτο δὲ αὐτῶν μὲν βασίλειος ἄκρα, ἱερὰ Διὸς βασιλέως, δὲ ἕτερα τυραννική, Τυφῶνος ἐπώνυμος. δύο δὲ εἶχον ἔξωθεν ἐφόδους εἰς αὑτάς, μίαν ἑκάτερα, μὲν βασίλειος ἀσφαλῆ καὶ πλατεῖαν, ὡς ἀκινδύνωςτε καὶ ἀπταίστως δι’αὐτῆς εἰσιέναι ἐφ’ἅρματος ἐλαύνοντα, εἴ τῳ δεδομένον εἴη παρὰ τοῦ μεγίστου θεῶν · δὲ ἑτέρα στενήντε καὶ σκολιὰν καὶ βίαιον, ὡς τοὺς πλείστους πειρωμένους αὐτῆς οἴχεσθαι κατὰ τῶν κρημνῶν καὶ τοῦ ῥεύματος, ἅτε οἶμαι παρὰ δίκην ἰόντας.
1.68φαίνεται μὲν οὖν, ὅπερ ἔφην, τοῖς πολλοῖς, ἅτε ὁρῶσι μακρόθεν, ἄμφω μίατε καὶ ἐν ταὐτῷ σχεδόν, ὑπερέχει δὲ βασίλειος κορυφὴ τοσοῦτον, ὥστ’ἐκείνη μὲν ἐπάνω τῶν νεφῶν ἐστιν ἐν αὐτῷ τῷ καθαρῷ καὶ αἰθρίῳ ἀέρι, δὲ ἑτέρα πολὺ κατωτέρω, περὶ αὐτὴν μάλιστα τὴν τῶν νεφῶν συστροφήν, σκοτεινὴ καὶ ἀχλυώδης.
1.69ἀγὼν οὖν ἐκεῖσε Ἑρμῆς ἐπέδειξε τὴν φύσιν τοῦ χωρίου. τοῦ δὲ Ἡρακλέους, ἅτε νέου καὶ φιλοτίμου, προθυμουμένου θεάσασθαι τὰ ἔνδον, οὐκοῦν ἕπου , φησίν, ἴνα καὶ σαφῶς ἴδῃς τὴν διαφορὰν καὶ τῶν ἄλλων, λανθάνει τοὺς ἀνοήτους .
1.70ἐπεδείκνυεν οὖν αὐτῷ πρῶτον ἐπὶ τῆς μείζονος κορυφῆς καθημένην ἐν θρόνῳ λαμπρῷ γυναῖκα εὐειδῆ καὶ μεγάλην, ἐσθῆτι λευκῇ κεκοσμημένην, σκῆπτρον ἔχουσαν οὐ χρυσοῦν οὐ δὲ ἀργυροῦν, ἀλλ’ἑτέρας φύσεως καθαρὰς καὶ πολὺ λαμπροτέρας, ὁποῖαν μάλιστα τὴν Ἥραν γράφουσι ·
1.71τὸ δὲ πρόσωπον φαιδρὸν ὁμοῦ καὶ σεμνόν, ὡς τοὺς μὲν ἀγαθοὺς ἅπαντας θαρρεῖν ὁρῶντας, κακὸν δὲ μηδένα δύνασθαι προσιδεῖν, μὴ μᾶλλον τὸν ἀσθενῆ τὴν ὄψιν ἀναβλέψαι πρὸς τὸν τοῦ ἡλίου κύκλον · καθεστηκὸς δὲ καὶ ἀεὶ ὅμοιον αὐτῆς τὸ εἶδος ὁρᾶσθαι καὶ τὸ βλέμμα οὐ μετατρεπόμενον ·
1.72πολλὴν δ’εὐφημίαντε καὶ ἡσυχίαν ἀθόρυβον κατέχειν τὸν τόπον · ἦν δὲ ἅπαντα μεστὰ καρπῶντε καὶ ζῴων εὐθηνούντων ἀπὸ παντὸς γένους. παρῆν δὲ καὶ χρυσὸς αὐτόθι ἄπλετος σεσωρευμένος καὶ ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος · οὐ μὴν ἐκείνη γε οὐδὲν τῷ χρυσῷ προσεῖχεν οὐ δὲ ἐτέρπετο, ἀλλὰ μᾶλλον τοῖς καρποῖςτε καὶ ζῴοις.
1.73ἰδὼν οὖν αὐτὴν Ἡρακλῆς ᾐδέσθητε καὶ ἠρυθρίασε, τιμῶν καὶ σεβόμενος, ὡς ἂν ἀγαθὸς παῖς μητέρα γενναίαν. καὶ ἤρετο τίς ἐστι θεῶν τὸν Ἑρμῆν · δὲ εἶπεν, αὕτη σοι μακαρία δαίμων Βασιλεία, Διὸς βασιλέως ἔκγονος . δὲ Ἡρακλῆς ἐχάρη καὶ ἐθάρρησε πρὸς αὐτήν. καὶ αὖθις ἐπήρετο τὰς σὺν αὐτῇ γυναῖκας. τίνες εἰσίν ; ἔφη · ὡς εὐσχήμονες καὶ μεγαλοπρεπεῖς καὶ ἀρρενωποί .
1.74 ἥδε μέν , ἔφη, σοι προσορῶσα γοργόντε καὶ πρᾷον, ἐκ δεξιῶν καθημένη, Δίκη, πλείστῳ δὴ καὶ φανερωτάτῳ λάμπουσα κάλλει. παρὰ δὲ αὐτὴν Εὐνομία, πάνυ ὁμοία καὶ μικρὸν διαφέρουσα τὸ εἶδος.
1.75ἐκ δὲ τοῦ ἐπὶ θάτερα μέρους γυνὴ σφόδρα ὡραία καὶ ἁβρῶς ἐσταλμένη καὶ μειδιῶσα ἀλύπως · εἰρήνην καλοῦσιν αὐτήν. δ’ἐγγὺς οὗτος ἑστηκὼς τῆς Βασιλείας παρ’αὐτὸ τὸ σκῆπτρον ἔμπροσθεν ἰσχυρὸς ἀνήρ, πολιὸς καὶ μεγαλόφρων, οὗτος δὴ καλεῖται Νόμος, δὲ αὐτὸς καὶ Λόγος Ὀρθὸς κέκληται Σύμβουλος καὶ Πάρεδρος, οὗ χωρὶς οὐδὲν ἐκείναις πρᾶξαι θέμις οὐ δὲ διανοηθῆναι .
1.76ταῦτα μὲν οὖν ἀκούων καὶ ὁρῶν ἐτέρπετο καὶ προσεῖχε τὸν νοῦν, ὡς οὐδέποτε αὐτῶν ἐπιλησόμενος. ἐντεῦθεν δὴ ἐπεὶ κατιόντες ἐγένοντο κατὰ τὴν τυραννικὴν εἴσοδον, δεῦρο , ἔφη, θέασαι καὶ τὴν ἑτέραν, ἧς ἐρῶσιν οἱ πολλοὶ καὶ περὶ ἧς πολλὰ καὶ παντοδαπὰ πράγματα ἔχουσι, φονεύοντες οἱ ταλαίπωροι, παῖδέςτε γονεῦσι πολλάκις ἐπιβουλεύοντες καὶ γονεῖς παισὶ καὶ ἀδελφοὶ ἀδελφοῖς, τὸ μέγιστον κακὸν ἐπιποθοῦντες καὶ μακαρίζοντες, ἐξουσίαν μετὰ ἀνοίας ·
1.77καὶ δὴ πρῶτον μὲν αὐτῷ τὰ περὶ τὴν εἴσοδον ἐδείκνυεν, ὡς μία μὲν ἐφαίνετο πρόδηλος, καὶ αὐτὴ σχεδὸν ὁποῖαν πρότερον εἶπον, ἐπισφαλὴς καὶ παρ’αὐτὸν φέρουσα τὸν κρημνόν, πολλαὶ δὲ ἄδηλοι καὶ ἀφανεῖς διαδύσεις, καὶ κύκλῳ πᾶς ὑπόνομος τόπος καὶ διατετρημένος ὑπ’αὐτὸν οἶμαι τὸν θρόνον, αἱ δὲ πάροδοι καὶ ἀτραποὶ πᾶσαι πεφυρμέναι αἵματι καὶ μεσταὶ νεκρῶν. διὰ δὲ τούτων οὐδεμιᾶς ἦγεν αὐτόν, ἀλλὰ τὴν ἔξωθεν καθαρωτέραν, ἅτε οἶμαι θεατὴν ἐσόμενον μόνον.
1.78ἐπεὶ δὲ εἰσῆλθον, καταλαμβάνουσι τὴν Τυραννίδα καθημένην ὑψηλήν, ἐξεπίτηδες προσποιουμένην καὶ ἀφομοιοῦσαν αὑτὴν τῇ Βασιλείᾳ, πολὺ δέ, ὡς ἐνόμιζεν, ἐν ὑψηλοτέρῳ καὶ κρείττονι τῷ θρόνῳ, μυρίας ἄλλας τινὰς ἔχοντι γλυφὰς καὶ διαθέσει χρυσοῦ καὶ ἐλέφαντος καὶ ἠλέκτρου καὶ ἐβένου καὶ παντοδαπῶν χρωμάτων πεποικιλμένῳ. τὴν δὲ βάσιν οὐκ ἐν ἀσφαλὴς θρόνος οὐ δὲ ἡδρασμένος, ἀλλὰ κινούμενόςτε καὶ ὀκλάζων.
1.79ἦν δὲ οὐ δ’ἄλλο οὐδὲν ἐν κόσμῳ διακείμενον, ἀλλὰ πρὸς δόξαν ἅπαντα καὶ ἀλαζονείαν καὶ τρυφήν, πολλὰ μὲν σκῆπτρα, πολλαὶ δὲ τιᾶραι καὶ διαδήματα ἐπὶ τῆς κεφαλῆς. καὶ δὴ μιμουμένη τὸ ἐκείνης ἦθος ἀντὶ μὲν τοῦ προσφιλοῦς μειδιάματος ταπεινὸν ἐσεσήρει καὶ ὕπουλον, ἀντὶ δὲ τοῦ σεμνοῦ βλέμματος σκυθρωπὸν ὑφεωρᾶτο καὶ ἄγριον.
1.80ἵνα δὲ φαίνοιτο μεγαλόφρων, οὐ προσέβλεπε τοὺς προσιόντας, ἀλλ’ὑπερεώρα καὶ ἠτίμαζεν, ἐκ δὲ τούτου πᾶσιν ἀπηχθάνετο, πάντας δὲ ἠγνόει. καθημένη δὲ ἀτρεμίζειν οὐκ ἐδύνατο, θαμινὰ δὲ κύκλῳ περιέβλεπε καὶ ἀνεπήδα πολλάκις ἐκ τοῦ θρόνου. τὸ δὲ χρυσίον αἴσχιστα ἐφύλαττεν ἐν τοῖς κόλποις, πάλιν δὲ ἐρρίπτει φοβηθεῖσα ἀθρόον, εἶτ’εὐθὺς ἥρπαζεν τι ἔχοι τις τῶν παριόντων καὶ τὸ βραχύτατον.
1.81 δὲ ἐσθὴς παντοδαπή, τοῦτο μὲν ἁλουργίδων, τοῦτο δὲ φοινίκων, τοῦτο δὲ κροκωτῶν · ἦσαν δὲ καὶ λευκοί τινες φαινόμενοι τῶν πέπλων · πολλὰ δὲ καὶ κατέρρηκτο τῆς στολῆς. χρώματα δὲ παντοδαπὰ ἠφίει, φοβουμένη καὶ ἀγωνιῶσα καὶ ἀπιστοῦσα καὶ ὀργιζομένη, καὶ ποτὲ μὲν ὑπὸ λύπης ταπεινή, ποτὲ δὲ ὑφ’ἡδονῆς μετέωρος ἑωρᾶτο, καὶ νῦν μὲν ἐγέλα τῷ προσώπῳ πάνυ ἀσελγῶς, πάλιν δὲ εὐθὺς ἐθρήνει.
1.82ἦν δὲ καὶ ὅμιλος περὶ αὐτὴν γυναικῶν οὐδὲν ἐκείναις ὁμοίων αἷς ἔφην εἶναι περὶ τὴν Βασιλείαν, ἀλλ’Ὠμότης καὶ Ὕβρις καὶ Ἀνομία καὶ Στάσις, αἳ πᾶσαι διέφθειρον αὐτὴν καὶ κάκιστα ἀπώλλυον. ἀντὶ δὲ Φιλίας Κολακεία παρῆν, δουλοπρεπὴς καὶ ἀνελεύθερος, οὐδεμιᾶς ἧττον ἐπιβουλεύουσα ἐκείνων, ἀλλὰ μάλιστα δὴ πάντων ἀπολέσαι ζητοῦσα.
1.83ὡς δὲ καὶ ταῦτα ἱκανῶς τεθέατο, πυνθάνεται αὐτοῦ Ἑρμῆς πότερα αὐτὸν ἀρέσειε τῶν πραγμάτων καὶ ποτέρα τῶν γυναικῶν. ἀλλὰ τὴν μὲν ἑτέραν, ἔφη, θαυμάζω καὶ ἀγαπῶ, καὶ δοκεῖ μοι θεὸς ἀληθῶς εἶναι, ζήλου καὶ μακαρισμοῦ ἀξία, ταύτην δὲ τὴν ὑστέραν ἐχθίστην ἔγωγε ἡγοῦμαι καὶ μιαρωτάτην, ὥστε ἥδιστα ἂν αὐτὴν ὤσαιμι κατὰ τούτου τοῦ σκοπέλου καὶ ἀφανίσαιμι. ταῦτ’οὖν ἐπῄνεσὲν Ἑρμῆς καὶ τῷ Διὶ ἔφρασεν.
1.84 κἀκεῖνος ἐπέτρεψεν αὐτῷ βασιλεύειν τοῦ σύμπαντος ἀνθρώπων γένους, ὡς ὄντι ἱκανῷ τοιγαροῦν ὅπου μὲν ἴδοι τυραννίδα καὶ τύραννον, ἐκόλαζε καὶ ἀνῄρει παράτε Ἕλλησι καὶ βαρβάροις · ὅπου δὲ βασιλείαν καὶ βασιλέα, ἐτίμα καὶ ἐφύλαττεν. καὶ διὰ τοῦτο τῆς γῆς καὶ τῶν ἀνθρώπων ἔφη Σωτῆρα εἶναι, οὐχ ὅτι τὰ θηρία αὐτοῖς ἀπήμυνεν πόσον γὰρ ἄν τι καὶ βλάψειε λέων σῦς ἄγριος; ἀλλ’ὅτι τοὺς ἀνημέρους καὶ πονηροὺς ἀνθρώπους ἐκόλαζε καὶ τῶν ὑπερηφάνων τυράννων κατέλυε καὶ ἀφῃρεῖτο τὴν ἐξουσίαν. καὶ νῦν ἔτι τοῦτο δρᾷ, καὶ βοηθός ἐστι καὶ φύλαξ σοι τῆς ἀρχῆς ἕως ἂν τυγχάνῃς βασιλεύων.