Orations, Oration 14
Dio Chrysostom
- Oration 1
- Oration 2
- Oration 3
- Oration 4
- Oration 5
- Oration 6
- Oration 7
- Oration 8
- Oration 9
- Oration 10
- Oration 11
- Oration 12
- Oration 13
- Oration 14
- Oration 15
- Oration 16
- Oration 17
- Oration 18
- Oration 19
- Oration 20
- Oration 21
- Oration 22
- Oration 23
- Oration 24
- Oration 25
- Oration 26
- Oration 27
- Oration 28
- Oration 29
- Oration 30
- Oration 31
- Oration 32
- Oration 33
- Oration 34
- Oration 35
- Oration 36
- Oration 37
- Oration 38
- Oration 39
- Oration 40
- Oration 41
- Oration 42
- Oration 43
- Oration 44
- Oration 45
- Oration 46
- Oration 47
- Oration 48
- Oration 49
- Oration 50
- Oration 51
- Oration 52
- Oration 53
- Oration 54
- Oration 55
- Oration 56
- Oration 57
- Oration 58
- Oration 59
- Oration 60
- Oration 61
- Oration 62
- Oration 63
- Oration 64
- Oration 65
- Oration 66
- Oration 67
- Oration 68
- Oration 69
- Oration 70
- Oration 71
- Oration 72
- Oration 73
- Oration 74
- Oration 75
- Oration 76
- Oration 77/78
- Oration 79
- Oration 80
14.1οἱ ἄνθρωποι ἐπιθυμοῦσι μὲν ἐλεύθεροι εἶναι μάλιστα πάντων, καί φασι τὴν ἐλευθερίαν μέγιστον τῶν ἀγαθῶν, τὴν δὲ δουλείαν αἴσχιστον καὶ δυστυχέστατον ὑπάρχειν, αὐτὸ δὲ τοῦτο ὅ τι ἐστὶ τὸ ἐλεύθερον εἶναι ἢ ὅ τι τὸ δουλεύειν, οὐκ ἴσασιν. καὶ τοίνυν οὐ δὲ ποιοῦσιν οὐδέν, ὡς ἔπος εἰπεῖν, ὅπως τὸ μὲν αἰσχρὸν καὶ χαλεπὸν ἐκφεύξονται, τὴν δουλείαν, ὃ δὲ δοκεῖ αὐτοῖς πολλοῦ ἄξιον εἶναι, κτήσονται, τὴν ἐλευθερίαν, ἀλλὰ το- τοὐναντίον ταῦτα πράττουσιν ἐξ ὧν ἀνάγκη τοὺς ἐπιτηδεύοντας διατελεῖν δουλεύοντας τὸν ἅπαντα χρόνον καὶ μηδεπώποτε ἐλευθερίας ἐπιτυγχάνειν. 14.2πλὴν τούτους οὐκ ἄξιον ἴσως θαυμάσαι ὅτι οὔτε ἑλεῖν οὔτε φυλάξασθαι δύνανται ὃ τυγχάνουσιν ἀγνοοῦντες. εἰ γοῦν ἐτύγχανον ἀγνοοῦντες πρόβατον καὶ λύκον ὅ τι ἐστὶν ἑκάτερον αὐτοῖν, ὅμως δὲ ἡγοῦντο τὸ μὲν ὠφέλιμον καὶ κτήσασθαι ἀγαθόν, τὸ δὲ βλαβερὸν καὶ ἀσύμφορον, οὐκ ἂν ἦν θαυμαστὸν οὐδέν, εἰ τὸ μὲν πρόβατον ἐφοβοῦντο καὶ ἔφευγον ἐνίοτε ὡς λύκον, τὸν δὲ λύκον προσίεντο καὶ ὑπέμενον, νομίσαντες πρόβατον · ἡ γὰρ ἄγνοια τοιαῦτα ἐργάζεται τοὺς οὐκ εἰδότας καὶ ἀναγκάζει τα- τἀναντία φεύγειν καὶ διώκειν ὧν βούλονται καὶ τῶν συμφερόντων. 14.3φέρε δὴ σκεψώμεθα εἰ ἄρα τι οἱ πολλοὶ ἐπίστανται περὶ ἐλευθερίας καὶ δουλείας σαφές. ἴσως γάρ τοι μάτην αὐτοὺς αἰτιώμεθα, οἱ δὲ παντὸς μᾶλλον ταῦτα ἴσασιν. εἰ οὖν ἔροιτό τις αὐτοὺς ὅ τι ἐστὶ τὸ ἐλεύθερον εἶναι, φαῖεν ἂν ἴσως τὸ μηδενὸς ὑπήκοον, ἀλλὰ πράττειν ἁπλῶς τὰ δοκοῦντα ἑαυτῷ · 14.4τὸν δὲ τοῦτο ἀποκρινάμενον ἐάν τις ἐπερωτᾷ, εἰ ἐν χορῷ χορευτὴν ὄντα μὴ προσέχειν τῷ κορυφαίῳ μη δὲ ὑπήκοον εἶναι αὐτοῦ, ἀλλ’ᾆδειντε καὶ ἀπᾴδειν, ὅπως ἂν αὐτῷ ἐπίῃ, τοῦτο καλὸν οἴεται εἶναι καὶ ἐλευθέριον, τὸ δὲ ἐναντίον τούτου, τὸ προσέχειν καὶ πείθεσθαι τῷ ἡγεμόνι τοῦ χοροῦ, καὶ τότε ἄρχεσθαι καὶ παύεσθαι ᾄδοντα ὁπόταν ἐκεῖνος κελεύσῃ, αἰσχρὸν εἶναι καὶ δουλοπρεπές, οὐκ ἄν, οἶμαι, ὁμολογοῖ. 14.5οὐ δὲ εἴ τις ἐρωτήσειε, πλέοντα μὴ φροντίζειν τοῦ κυβερνήτου μη δὲ ποιεῖν ἅττ’ἂν ἐκεῖνος εἴπῃ, εἰ τὸ τοιοῦτον ἐλευθέριον οἴοιτο · οἷον κελεύσαντος καθῆσθαι ἑστάναι ἐν τῇ νηὶ, ἂν αὐτῷ μόνον ἐπίῃ, κα- κἂν κελεύσῃ ἀντλεῖν ποτὲ ἢ συνέλκειν τὰ ἱστία, μήτ’ἀντλῆσαι μήθ’ἅψασθαι τῶν κάλων, οὐ δὲ τοῦτον εἴποι ἂν ἐλεύθερον οὐ δὲ ζηλωτόν, ὅτι πράττει τὰ δοκοῦντα αὑτῷ. 14.6καὶ μὴν τούς γε στρατιώτας οὐκ ἂν φαίη δούλους εἶναι, διότι ὑπήκοοί εἰσι τοῦ στρατηγοῦ, καὶ τότε ἀνίστανται ὁπόταν ἐκεῖνος προστάξῃ, καὶ σῖτον αἱροῦνται καὶ ὅπλα λαμβάνουσι καὶ παρατάττονται καὶ ἐπίασι καὶ ἀναχωροῦσιν οὐκ ἄλλως ἢ τοῦ στρατηγοῦ κελεύσαντος · οὐ δέ γε τοὺς κάμνοντας, ὅτι πείθονται τοῖς ἰατροῖς, οὐ διὰ τοῦτο φήσουσι δούλους εἶναι · 14.7καίτοι οὐ σμικρά γε οὐ δὲ ῥᾴδια πείθονται αὐτοῖς, ἀλλὰ καὶ πεινῆν καὶ διψῆν ἐνίοτε προστάττουσι · κα- κἂν δόξῃ ποτὲ τῷ ἰατρῷ τὸν κάμνοντα δῆσαι, παραχρῆμα ἐδέθη, κα- κἂν τεμεῖν ἢ καῦσαι, καυθήσεται καὶ τμηθήσεται ἐφ’ὅσον ἂν ἐκείνῳ δοκῆ · ἐὰν δὲ μὴ πείθηται, πάντες οἱ ἐν τῇ οἰκίᾳ τῷ ἰατρῷ συναγωνιοῦνται, οὐ μόνον οἱ ἐλεύθεροι, ἀλλὰ πολλάκις οἱ τοῦ νοσοῦντος οἰκέται αὐτοὶ καταδοῦσι τὸν δεσπότην, καὶ τὸ πῦρ κομίζουσιν, ὅπως καυθήσεται, καὶ τα- τἄλλα ὑπηρετοῦσιν. 14.8μὴ οὖν οὐ φῂς ἐλεύθερον εἶναι τὸν ἄνδρα τοῦτον, ὅτι πολλὰ καὶ ἀηδῆ ἑτέρου κελεύοντος ὑπομένει; οὐ γὰρ δήπου τὸν Περσῶν βασιλέα Δαρεῖον οὐκ ἂν ἔφης ἐλεύθερον εἶναι, ἐπειδὴ καταπεσὼν ἀπὸ τοῦ ἵππου ἐν κυνηγεσίοις, τοῦ ἀστραγάλου ἐκχωρήσαντος, ὑπήκουε τοῖς ἰατροῖς ἕλκουσι καὶ στρεβλοῦσιν αὐτοῦ τὸν πόδα, ὅπως καταστήσεται τὸ ἄρθρον, καὶ ταῦτα Αἰγυπτίοις ἀνθρώποις · οὐ δ’αὖ Ξέρξην, ὁπηνίκα ἀναχωρῶν ἐν τῆς Ἑλλάδος καὶ χειμαζόμενος ἐν τῇ νηὶ πάντα ἐπείθετο τῷ κυβερνήτῃ καὶ παρὰ τὴν ἐκείνου γνώμην οὐκ ἐπέτρεπεν αὑτῷ οὐ δὲ νεῦσαι οὐ δὲ μεταβῆναι. οὔκουν τὸ μηδενὸς ἀνθρώπων ὑπακούειν οὐ δὲ τὸ πράττειν ὅ τι ἂν τις ἐθέλῃ ἐλευθερίαν ἔτι φήσουσιν εἶναι. 14.9ἀλλ’ἴσως ἐροῦσιν ὅτι οὗτοι μὲν ἐπὶ τῷ αὑτῶν συμφέροντι ὑπακούουσιν, ὡς οἱ πλέοντες τῷ κυβερνήτῃ καὶ οἱ στρατιῶται τῷ στρατηγῷ, καὶ οἱ κάμνοντες δὲ τῷ ἰατρῷ διὰ τοῦτο πείθονται. οὐ δὲ γὰρ ἀλλ’ἄττα προστάττουσιν οὗτοι ἢ τὰ συμφέροντα αὐτοῖς. οἱ δέ γε δεσπόται τοῖς δούλοις οὐ ταῦτα ἐπιτάττουσιν ἃ ἐκείνοις συνοίσει, ἀλλ’ὅπερ αὑτοῖς οἴονται λυσιτελεῖν. 14.10τί δή; ἆρά γε συμφέρει τῷ δεσπότῃ τὸ τεθνάναι τὸν οἰκέτην ἢ νοσεῖν ἢ πονηρὸν εἶναι; οὐδεὶς ἂν εἴποι, ἀλλὰ το- τοὐναντίον, οἶμαι, τότε ζῆν καὶ ὑγιαίνειν καὶ χρηστὸν εἶναι. τὰ αὐτὰ δὲ ταῦτα φανεῖται καὶ τῷ οἰκέτῃ συμφέροντα · ὥστε καὶ τῷ οἰκέτῃ ὁ δεσπότης οὐδὲν ἧττον, ἄνπερ ἔχῃ νοῦν, τὰ συμφέροντα ἐκείνῳ προστάξει · ταῦτα γὰρ καὶ αὐτῷ φαίνεται συμφέρειν. 14.11ἀλλὰ ὑπὲρ ὅτου ἂν τις ἀργύριον καταβάλῃ, οὗτος ἐξ ἀνάγκης δοῦλός ἐστιν. οὔκουν πολλοὶ περὶ πολλῶν καὶ ἐλευθέρων καταβεβλήκασιν ἀργύριον, οἱ μὲν πολεμίοις, οἱ δὲ λῃσταῖς λύτρα διδόντες, οἱ δέ τινες τὴν αὑτῶν τιμὴν καταβεβλήκασι τοῖς δεσπόταις; καὶ οὐ δήπου δοῦλοί εἰσιν οὗτοι αὑτῶν. 14.12ἀλλὰ μὴν ὃν ἂν ἐξῇ ἑτέρῳ μαστιγῶσαι καὶ δῆσαι καὶ ἀνελεῖν καὶ ἄλλο ὅ τι ἂν βούληται ἐργάσασθαι, οὗτος ἐκείνου δοῦλός ἐστιν. τί δέ; οὐκ ἔξεστι τοῖς λῃσταῖς ταῦτα ποιεῖν τοὺς ληφθέντας; καὶ οὐδὲν ἧττον οὐ δοῦλοί εἰσιν. τί δέ; τοῖς δικασταῖς οὐκ ἔξεστι τιμᾶν καὶ δεσμοῦ καὶ θανάτου καὶ ἄλλου ὅτου ἂν βούλωνται πολλοῖς τῶν κρινομένων; καὶ οὐ δήπου δοῦλοί εἰσιν οὗτοι. εἰ δὲ μίαν ἡμέραν, ἐν ἡ κρίνεται ἕκαστος, οὐδὲν τοῦτο · καὶ γὰρ μίαν ἡμέραν ἤδη τις λέγεται γενέσθαι δοῦλος; 14.13ἀλλὰ μὴν ἑνὶ λόγῳ συλλαβόντα χρὴ ἀποφήνασθαι ὡς ὅτῳ μὲν ἔξεστιν ὃ βούλεται πράττειν, ἐλεύθερός ἐστιν, ὅτῳ δὲ μὴ ἔξεστι, δοῦλος. οὐ δὴ ἐπὶ τῶν πλεόντων οὐ δὲ τῶν καμνόντων οὐ δὲ τῶν στρατευομένων οὐ δὲ τῶν μανθανόντων γράμματα ἢ κιθαρίζειν ἢ παλαίειν ἢ ἄλλην τινὰ τέχνην ἐρεῖς αὐτό · οὐ γὰρ ἔξεστι τούτοις πράττειν ὡς αὐτοὶ ἐθέλουσιν, ἀλλ’ὡς ὅτε κυβερνήτης καὶ ἰατρὸς καὶ διδάσκαλος προστάττει. οὐ τοίνυν οὐ δὲ τοῖς ἄλλοις ἔξεστιν ἃ ἐθέλουσι ποιεῖν, ἀλλ’ἐάν τις παρὰ τοὺς νόμους τοὺς κειμένους πράττῃ, ζημιώσεται. 14.14οὐκοῦν ὅσα μὴ ἀπείρηται ὑπὸ τῶν νόμων μη δὲ προστέτακται, ὁ περὶ τούτων ἔχων αὐτὸς τὴν ἐξουσίαν τοῦ πράττειν ὡς βούλεται ἢ μὴ ἐλεύθερος, ὁ δὲ το- τοὐναντίον ἀδύνατος δοῦλος. τί δέ; οἴει σοι ἐξεῖναι, ὅσα μὴ ἀπείρηται μὲν ὑπὸ τῶν νόμων ἐγγράφως, αἰσχρὰ δὲ ἄλλως δοκεῖ τοῖς ἀνθρώποις καὶ ἄτοπα · λέγω δὲ οἷον τελωνεῖν ἢ πορνοβοσκεῖν ἢ ἄλλα ὁμοία πράττειν; οὐ μὰ Δία φαίην ἂν οὐ δὲ τὰ τοιαῦτα ἐξεῖναι τοῖς ἐλευθέροις. καὶ γὰρ περὶ τούτων ἐπίκειται ζημία τὸ μισεῖσθαι ἢ δυσχεραίνεσθαι ὑπὸ τῶν ἀνθρώπων. 14.15τί δέ; τοῖς ἀκολάστοις ἀνθρώποις, ὅσα ποιοῦσι διὰ τὴν ἀκολασίαν, καὶ τοῖς ἀνοήτοις, ὅσα διὰ τὴν ἄγνοιαν, ἢ οὐσίας ἀμελοῦντες ἢ σώματος ἢ ἀδίκως καὶ ἀγνωμόνως προσφερόμενοι ἀλλήλοις, οὐ πάντα ταῦτα ἐπιζήμια τοῖς ποιοῦσίν ἐστιν; ἢ γὰρ εἰς τὸ σῶμα ἢ τὴν οὐσίαν ἢ τὸ μέγιστον τὴν ψυχὴν τὴν αὑτῶν βλάπτονται. τοῦτο μὲν ἀληθές λέγεις. οὔκουν οὐ δὲ ταῦτα ἔξεστι πράττειν; οὐ γὰρ οὖν. 14.16ἑνὶ δὴ λόγῳ τὰ μὲν φαῦλα καὶ ἄτοπα καὶ ἀσύμφορα οὐκ ἔξεστι πράττειν, τὰ δὲ δίκαια καὶ συμφέροντα καὶ ἀγαθὰ χρὴ φάναι ὅτι προσήκειτε καὶ ἔξεστιν; ἐμοὶ γοῦν δοκεῖ. οὐκοῦν οὐδενὶ τάτε φαῦλα καὶ ἀσύμφορα ποιεῖν ἀζήμιόν ἐστιν οὔτε Ἕλληνι οὔτε βαρβάρῳ […] οὔτε ὑπὲρ ὅτου τις τιμὴν δέδωκεν ἀργύριον; οὐ γὰρ οὖν. τὰ δέ γε ἐναντία πᾶσιν ὁμοίως ἐφεῖται, καὶ οἱ μὲν τὰ ἐφειμένα πράττοντες ἀζήμιοι διατελλοῦσιν, οἱ δὲ τὰ κεκωλυμένα ζημιοῦνται. 14.17ἄλλοι οὖν δοκοῦσί σοι πράττειν ἃ ἔξεστιν ἢ οἱ ἐπιστάμενοι ταῦτα, καὶ ἄλλοι τα- τἀναντία ἢ οἱ ἀγνοοῦντες; οὐδαμῶς. οὐκοῦν οἱ φρόνιμοι ὅσα βούλονται πράττειν, ἔξεστιν αὐτοῖς · οἱ δὲ ἄφρονες ἃ βούλονται οὐκ ἐξὸν ἐπιχειροῦσι πράττειν · ὥστε ἀνάγκη τοὺς μὲν φρονίμους ἐλευθέρουςτε εἶναι δ ἐξεῖναι αὐτοῖς ποιεῖν ὡς ἐθέλουσι, τοὺς δὲ ἀνοήτους δούλουςτε εἶναι καὶ ἃ μὴ ἔξεστιν αὐτοῖς ταῦτα ποιεῖν; ἴσως. 14.18οὐκοῦν καὶ τὴν ἐλευθερίαν χρὴ λέγειν ἐπιστήμην τῶν ἐφειμένων καὶ τῶν κεκωλυμένων, τὴν δὲ δουλείαν ἄγνοιαν ὧντε ἔξεστι καὶ ὧν μή. ἐκ δὲ τούτου τοῦ λόγου οὐδὲν ἂν κωλύοι τὸν μέγαν βασιλέα πάνυ μεγάλην τιάραν ἐπὶ τῆς κεφαλῆς ἔχοντα δοῦλον εἶναι καὶ μὴ ἐξεῖναι αὐτῷ πράττειν μηδὲν ὧν ποιεῖ · πάντα γὰρ ἐπιζημίως καὶ ἀσυμφόρως πράξει · ἄλλον δέ τινα δοῦλον δοκοῦντα καὶ ὀνομαζόμενον, οὐχ ἅπαξ, ἀλλὰ πολλάκις, ἂν οὕτω τύχῃ, πεπραμένον, εἰ δὲ ἄρα τοῦτο συμβαίνοι, πέδας πάνυ παχείας ἔχοντα, μᾶλλον ἐλεύθερον εἶναι τοῦ μεγάλου βασιλέως. 14.19ἐμοὶ μὲν σφόδρα δοκεῖ ἄτοπον, εἰ πέδας ἔχων τις ἢ ἐστιγμένος ἢ ἐν μυλῶνι ἀλῶν ἐλεύθερος ἔσται μᾶλλον τοῦ μεγάλου βασιλέως. τί δέ; ἐν Θρᾴκη γέγονας; ἔγωγε. ἑώρακας οὖν ἐκεῖ τὰς γυναῖκας τὰς ἐλευθέρας στιγμάτων μεστάς, καὶ τοσούτῳ πλείονα ἐχούσας στίγματα καὶ ποικιλώτερα ὅσῳ ἂν βελτίους καὶ ἐκ βελτιόνων δοκῶσιν; τί οὖν δὴ τοῦτο; 14.20ὅτι βασίλισσαν, ὡς ἔοικεν, οὐδὲν κωλύει ἐστιγμένην εἶναι · βασιλέα δὲ οἴει κωλύειν; σὺ τοίνυν οὐ δὲ περὶ ἐκείνου τοῦ ἔθνους ἀκήκοας, παρ’οἷς ὁ βασιλεὺς ἐν πύργῳ πάνυ ὑψηλῷ φυλάττεται, καὶ οὐκ ἔξεστιν αὐτῷ καταβῆναι ἀπὸ τοῦ πύργου; εἰ δέ γε ἀκηκόεις, ἠπίστω ἂν ὅτι καὶ περιειργμένον ἐστιν εἶναι βασιλέα. καὶ τυχὸν ἤκουες ἂν ἐκείνων τῶν ἀνθρώπων θαυμαζόντων, εἰ διηγοῦ σὺ περὶ τοῦ Περσῶν βασιλέως, καὶ ἀπιστούντων ὅτι ἔστι τις βασιλεὺς περιελαύνων ἐφ’ἅρματος καὶ ὅποι βούλεται ἀπιών. ἀλλὰ δεδεμένον οὐκ ἀποδείξεις βασιλέα. 14.21οὐ τῶν γε ἀνθρώπων τυχόν · ἐπεὶ ὅ γε τῶν θεῶν βασιλεὺς ὁ πρῶτος καὶ πρεσβύτατος δέδεται, ὥς φᾶσιν, εἰ χρὴ πιστεύειν Ἡσιόδῳτε καὶ Ὁμήρῳ καὶ ἄλλοις σοφοῖς ἀνδράσιν, οἳ περὶ Κρόνου ταῦτα λέγουσι, καὶ μὰ Δία οὐχ ὑπ’ἐχθροῦ ἀδίκως παθόντα τοῦτο, ἀλλ’ὑπὸ τοῦ δικαιοτάτου καὶ φιλτάτου, δῆλον ὅτι ὡς βασιλικὰ καὶ συμφέροντα ἐκείνῳ δρῶντος. 14.22οἱ δὲ τοῦτο μὲν ἀγνοοῦσι καὶ οὐδέποτ’ἂν οἰηθεῖεν πτωχὸν ἢ δεσμώτην ἢ ἄδοξον γενέσθαι βασιλέα, καίτοι τὸν Ὀδυσσέα ἀκούοντες ὅτι πτωχὸς ὢν καὶ τοὺς μνηστῆρας αἰτῶν οὐδὲν ἧττον βασιλεὺς ἦν καὶ τῆς οἰκίας κύριος · ὁ δὲ Ἀντίνους καὶ ὁ Εὐρύμαχος, οὓς Ὅμηρος ὠνόμαζε βασιλέας, ἄθλιοι καὶ δυστυχεῖς · ἀλλὰ ταῦτα μέν, ὡς ἔφην, ἀγνοοῦσι · σημεῖα δὲ αὐτοῖς περιτιθέασι τιάρας καὶ σκῆπτρα καὶ διαδήματα, μὴ λάθωσι βασιλεῖς ὄντες · ὥσπερ, οἶμαι, τοῖς βοσκήμασι χαρακτῆρας ἐπιβάλλουσιν οἱ δεσπόται, ὅπως ἐπίσημα ἔσται. 14.23τοιγαροῦν ὁ Περσῶν βασιλεὺς ὅπως μὲν ἕξει μόνος ὀρθὴν τὴν τιάραν ἐφρόντιζεν, καὶ εἴ τις ἄλλος τοῦτο ἐποίησεν, εὐθὺς ἐκέλευσεν ἀποθνῄσκειν αὐτόν, ὡς οὐ καλὸν οὐ δὲ συμφέρον ἐν τοσαύταις μυριάσιν ἀνθρώπων δύο εἶναι φοροῦντας ὀρθὰς τιάρας · ὅπως δὲ τὴν γνώμην ὀρθὴν ἕξει καὶ μηδεὶς ἄλλος φρονήσει αὑτοῦ σοφώτερον οὐδὲν αὐτῷ ἔμελεν. 14.24μὴ οὖν, ὥσπερ τῆς βασιλείας τῆς τότε τοιαῦτα ὑπῆρχε σημεῖα, καὶ νῦν δέῃ · τῆς ἐλευθερίας τοιαῦτα ὑπάρχειν σύμβολα καὶ βαδίζειν πῖλον ἔχοντα ἐπὶ τῆς κεφαλῆς, ἄλλως δὲ οὐ δυνησόμεθα γνῶμαι τὸν ἐλεύθερον ἢ τὸν δοῦλον.