Orations, Oration 64

Dio Chrysostom

  1. Oration 1
  2. Oration 2
  3. Oration 3
  4. Oration 4
  5. Oration 5
  6. Oration 6
  7. Oration 7
  8. Oration 8
  9. Oration 9
  10. Oration 10
  11. Oration 11
  12. Oration 12
  13. Oration 13
  14. Oration 14
  15. Oration 15
  16. Oration 16
  17. Oration 17
  18. Oration 18
  19. Oration 19
  20. Oration 20
  21. Oration 21
  22. Oration 22
  23. Oration 23
  24. Oration 24
  25. Oration 25
  26. Oration 26
  27. Oration 27
  28. Oration 28
  29. Oration 29
  30. Oration 30
  31. Oration 31
  32. Oration 32
  33. Oration 33
  34. Oration 34
  35. Oration 35
  36. Oration 36
  37. Oration 37
  38. Oration 38
  39. Oration 39
  40. Oration 40
  41. Oration 41
  42. Oration 42
  43. Oration 43
  44. Oration 44
  45. Oration 45
  46. Oration 46
  47. Oration 47
  48. Oration 48
  49. Oration 49
  50. Oration 50
  51. Oration 51
  52. Oration 52
  53. Oration 53
  54. Oration 54
  55. Oration 55
  56. Oration 56
  57. Oration 57
  58. Oration 58
  59. Oration 59
  60. Oration 60
  61. Oration 61
  62. Oration 62
  63. Oration 63
  64. Oration 64
  65. Oration 65
  66. Oration 66
  67. Oration 67
  68. Oration 68
  69. Oration 69
  70. Oration 70
  71. Oration 71
  72. Oration 72
  73. Oration 73
  74. Oration 74
  75. Oration 75
  76. Oration 76
  77. Oration 77/78
  78. Oration 79
  79. Oration 80
64.1τὰ γιγνόμενα παρὰ τῶν ἀνθρώπων εἰς τῆς τύχην ἐγκλήματα μέγιστα ἂν ἔγωγε θείην ὑπὲρ αὐτῆς ἐγκώμια. τὰς γοῦν ἀδήλους τῶν πραγμάτων μεταβολὰς εἰς ταύτην ἀναφέρουσι, καὶ οἷς ἀπὸ γνώμης ἐπιχειρήσαντες διήμαρτον, τούτων ἀφῃρῆσθαι νομίζουσιν ὑπὸ τῆς τύχης, ὡς πάντα περιποιεῖν, εἰ θελήσαι, δυναμένης. ἀκούσαις δ’ἂν αἰτιωμένων αὐτῆς καὶ γεωργῶν καὶ ἐμπόρων καὶ πλουσίων ἐπὶ τοῖς χρήμασι καὶ καλῶν ἐπὶ τοῖς σώμασι καὶ Πανθείας ἐπὶ τῷ ἀνδρὶ καὶ Κροίσου ἐπὶ τῷ παιδὶ καὶ Ἀστυάγους ἡττηθέντος καὶ Πολυκράτους ἑαλωκότος. καὶ Πέρσαι δὲ ἐμέμφοντο τὴν τύχην μετὰ τὴν Κύρου σφαγὴν καὶ Μακεδόνες μετὰ τὴν Ἀλεξάνδρου τελευτήν.
64.2ἤδη δέ τινα καὶ τῶν ἰδίων παθῶν τῇ τύχῃ προφέρουσιν, Μήδεια τὸν ἔρωτα, Μίδας τὴν εὐχήν, Φαίδρα τὴν διαβολήν, Ἀλκμαίων ὅτι ἐπλανᾶτο, Ὀρέστης ὅτι ἐμαίνετο. ἐρῶ δὲ ὑμῖν τινα καὶ Κύπριον λόγον, εἰ βούλεσθε. ἤνεγκεν παλαιὸς βίος καὶ ἐνδόξους γυναῖκας, Ῥοδογούνην πολεμικήν, Σεμίραμιν βασιλικήν, Σαπφὼ μουσικήν, Τιμάνδραν καλήν · οὕτω καὶ ἐν Κύπρῳ Δημώνασσα ἐγένετο, πολιτικήτε ὁμοῦ γυνὴ καὶ νομοθετική.
64.3τρεῖς ἔθηκεν αὕτη τοῖς Κυπρίοις νόμους · τὴν μοιχευθεῖσαν κειραμένην πορνεύεσθαι · θυγάτηρ αὐτῆς ἐμοιχεύθη καὶ τὴν κόμην ἀπεκείρατο κατὰ τὸν νόμον καὶ ἐπορνεύετο. τὸν αὑτὸν ἀποκτείναντα ἄταφον ῥίπτεσθαι · δεύτερος οὗτος Δημωνάσσης νόμος · τρίτος ὥστε μὴ ἀποκτεῖναι βοῦν ἀρότριον. δυοῖν δὲ αὐτῇ παίδων ἀρρένων ὄντων, μὲν ἐπὶ τῷ βοῦν ἀποκτεῖναι ἀπέθανε · τὸν δὲ αὑτὸν ἀποκτείναντα οὐκ ἔθαψεν.
64.4 δὲ τέως μὲν ἐκαρτέρει καὶ ἄπαις οὖσα καὶ νομοθετοῦσα, ἰδοῦσα δὲ βοῦν ἐπὶ μόσχῳ ἀπολλυμένῳ μυκωμένην καὶ τὴν ἑαυτῆς ἐν ἄλλῳ συμφορὰν γνωρίσασα, τήξασα χαλκὸν εἰς αὐτὸν ἥλατο. καὶ ἧν ἐκεῖ πύργος ἀρχαῖος ἀνδριάντα χάλκεον ἔχων, χαλκῷ ἐντετηκότα καὶ πρὸς ἀσφάλειαν τοῦ ἱδρύματος καὶ πρὸς μίμημα τοῦ διηγήματος · ἐπιγραφὴ δὲ ἐπί τινος στήλης πλησίον, σοφὴ μὲν ἤμην, ἀλλὰ ταῦτ’οὐκ εὐτυχής.
64.5φέρε οὖν μὴ ἐρήμην τύχη ἁλισκέσθω μη δὲ φοβώμεθα τὸν τῶν κατηγορούντων θόρυβον. ἴσως γὰρ ἂν τι ἡμῖν πρὸς τὸ εἰπεῖν εὖ καὶ αὐτὴ συλλάβοι. δοκοῦσιν οἱ τεχνῖται πρῶτον τῷ τρόπῳ τῆς κατασκευῆς τὴν δύναμιν αὐτῆς δεδηλωκέναι. πρῶτον μὲν γὰρ ἕστηκεν ἑτοίμη πρὸς τὰ ἔργα, εἶτα τῇ μὲν δεξιᾷ χειρὶ πηδάλιον κατέχει, καί, ὡς ἂν εἴποι τις, ναυτίλλεται. τί δὲ ἄρα τοῦτο ἦν; πότερον ὡς μάλιστα τῶν πλεόντων τῆς τύχης δεομένων, διότι τὸν βίον ἡμῶν ὡς τινα μεγάλην ναῦν κυβερνᾷ καὶ πάντας σῴζει τοὺς ἐμπλέοντας; Ἀσσυρίους μέχρι τῆς Σαρδαναπάλου τρυφῆς, Μήδους μέχρι τῆς Κύρου τροφῆς, Πέρσας μέχρι τῆς διαβάσεως, Ἀθηναίους μέχρι τῆς ἁλώσεως, Κροῖσον μέχρι Σόλωνος;
64.6ἦν Οἰδίπους τὸ πρῶτον εὐτυχὴς ἀνήρ. τύχη γὰρ αὐτῷ τὸ μηδὲν παθεῖν περιποιουμένη τὸ ἀγνοεῖν ἔδωκεν, ὅπερ ὅμοιον ἦν τῷ μὴ παθεῖν. εἶτα ἅμα τῆς εὐτυχίας ἐπαύσατο καὶ τοῦ γιγνώσκειν ἤρξατο. ἐγὼ δὲ καὶ τὴν ἐκείνου πήρωσιν εὐτυχίαν καλῶ. Τέλλος μὲν γὰρ βλεπέτω τοὺς παῖδας καὶ Κυδίππη καὶ Αἰόλος καὶ εἴ τις ἄλλος ἦν πατὴρ εὐτυχής · Οἰδίπους δὲ ἐκ τῆς πηρώσεως αἰσχρὰ κερδανεῖ θεάματα.
64.7τῇ δὲ ἑτέρᾳ τῶν χειρῶν θεὸς καρποὺς ἑτοίμους κατέχει συνειλεγμένους, μηνύουσα τὸ πλῆθος τῶν ἀγαθῶν ἅπερ αὐτὴ δίδωσιν. τοῦτο ἦν ἄρα καὶ χρυσοῦν γένος καὶ νῆσοι μακάρων τινές, αὐτομάτας ἔχουσαι τροφάς, καὶ Ἡρακλέους κέρας καὶ Κυκλώπων βίος, ὅτι τοῖς πονήσασι τὸν βίον αὐτομάτη λοιπὸν τῶν ἀγαθῶν ἀφθονία παραγίγνεται. Τάνταλος δὲ ἄρα ἐπὶ γήρως ἀργὸς ἦν · διὰ τοῦτο ἄρα μέχρι τῶν χειλῶν ηὐδαιμόνει καὶ τοῖς ὀφθαλμοῖς μόνον ηὐτύχει · τὰ πάντα δὲ ἐκεῖνα ἁρπασθέντα οἴχεται καὶ λίμνη καὶ καρποὶ καὶ τροφὴ καὶ ποτὸν ὑπὸ τῆς τύχης, οὕτω γ’ὡς ὑπὸ πνεύματος.
64.8ὠνόμασται δὲ τύχη καὶ πολλοῖς τισιν ἐν ἀνθρώποις ὀνόμασι, τὸ μὲν ἴσον αὐτῆς νέμεσις, τὸ δὲ ἄδηλον ἐλπίς, τὸ δὲ ἀναγκαῖον μοῖρα, τὸ δὲ δίκαιον θέμις, πολυώνυμός τις ὡς ἀληθῶς θεὸς καὶ πολύτροπος. ταύτῃ ἐπέθεσαν καὶ γεωργοὶ Δήμητρος ὄνομα καὶ ποιμένες Πανὸς καὶ ναῦται Λευκοθέας καὶ κυβερνῆται Διοσκόρων. ῥεῖα δ’ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει, ῥεῖα δέτ’ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει.
64.9τοῦτο ἄρα ἦν Ζεύς, κατέχων μὲν ἐπὶ τῆς δεξιᾶς τὸ ὅπλον, ἐπὶ δὲ τῆς ἀριστερᾶς τὸ σκῆπτρον, ὅτι τοῖς πολεμικοῖς τῶν ἀνθρώπων καὶ βασιλείαν δίδωσιν. εἶτα Εὐριπίδης τὸν ναύτην μέμφεται ἀωρὶ πόντου κύματ’εὐρέος περῶντα · καὶ διὰ τῶν ἑξῆς ἐπιτιμᾷ λέγων ὅτι σμικραῖς ἐπιτρέπουσιν αὑτοὺς ἐλπίσιν.
64.10 παῖ Μνησαρχίδου, ποιητὴς μὲν ἦσθα, σοφὸς δὲ οὐδαμῶς. οὔτε γὰρ πίττῃ τὴν ψυχὴν οὔτε σχοινίοις ἐπιτρέπουσιν οὐ δὲ τριδάκτυλον αὐτοὺς σῴζει ξύλον πεύκινον, ἀλλ’ἐπέτρεψαν βεβαίῳ καὶ μεγάλῳ πράγματι, τῇ τύχῃ. ἀσθενὲς μὲν πλοῦτος, ἂν τύχη μὴ παρῇ, ἀβέβαιον δὲ φιλία μὴ συλλαμβανούσης τύχης. αὕτη σῴζει καὶ τὸν νοσοῦντα ἐν τῷ τέλει καὶ τὸν νηχόμενον ἐν τῇ θαλάσσῃ καὶ τὸν Ἀγαμέμνονα ἐπὶ τῶν χιλίων νεῶν καὶ τὸν Ὀδυσσέα ἐπὶ τῆς σχεδίας φερόμενον.
64.11τί δέδοικας, δειλέ; τὸ μῆκος τῆς θαλάσσης φοβῇ; ὄψεται μέν σε Ποσειδῶν καὶ παρακαλέσει τοὺς ἀνέμους καὶ τὴν τρίαιναν λήψεται καὶ πάσας ὀροθυνεῖ τὰς ἀέλλας, οὐκ ἀποκτενεῖ δὲ σέ · τύχη γὰρ οὐ βούλεται. οὕτως νῦν κακὰ πολλὰ παθῶν ἀλόω κατὰ πόντον, εἰσόκεν ἀνθρώποισι διοτρεφέεσσι μιγείης. θεοῦ λόγος ὑπὸ τύχης νενικημένου.
64.12αὕτη καὶ τὸ τῶν ὑμετέρων προγόνων ἀρχαῖον γένος, τῶν αὐτοχθόνων καὶ πρώτων Ἀθηναίων, μητέρα μὲν τὴν γῆν αὐχοῦντας, τροφὸν δὲ τὴν Δήμητραν, ἐπώνυμον δὲ καὶ σύμμαχον τὴν Ἀθηνᾶν, τὸ μὲν πρῶτον τῶν Ἀθηνῶν εἰς Εὔβοιαν ἐξήγαγεν · ὡς δ’ἐκεῖ μένοντας αὐτοὺς οὔτε θάλασσα τέρπειν οὔτε γῆ τρέφειν ἐδύνατο, καὶ οὐ δὲ τὸ αἰσχρὸν ἔφερον τοῦ πράγματος, ἀντ’ἠπειρωτῶν νησιῶται γενόμενοι, δεύτερον τύχη κρεῖσσον ἐβουλεύσατο.
64.13σεμνῆ μὲν γὰρ Εὔβοια ὡς ἀληθῶς · ἀλλὰ τίς ὑμῶν φέρειν ἠδύνατο γῆν τραχεῖαν κατοικῶν θαλάσσῃ στενῇ παροικῶν καὶ πολλὰς ἀνεχόμενος τῶν πραγμάτων μεταβολάς, τῶν ἐν τῷ ῥεύματι γιγνομένων πλείονας; νῦν Βοιωτοῦς ἔδει φέρειν καὶ τὴν Θηβαίων ἀναισθησίαν, εἶτα Ἀθηναίους, οὐκέτι ὡς παισὶν ὑμῖν, ἀλλ’ὡς δούλοις χρωμένους. διὰ τοῦτο ἀγαγοῦσα ἐνθάδε ἵδρυσε, τῇ ἑτέρᾳ μὲν τῶν χειρῶν μηχανωμένητε τὸν πλοῦν καὶ κατιθύνουσα, τῇ δὲ τοὺς καρποὺς ἀφθόνως διδοῦσάτε καὶ δωρουμένη. τὴν μὲν οὖν τῶν λοιπῶν γνώμην εἰκάσαι χαλεπόν ἐστιν.
64.14ἐγὼ δέ, τύχη · πρὸς σὲ γὰρ δικαίως ἂν ἴσως ῥηθείη λόγος · εἴ μέ τις ὑψηλὸν ἄρας ἄγοι μετέωρον ἐπί τινῶν Πηγάσου νώτων Πέλοπος πτηνῶν ἁρμάτων ὑποτείνων τὴν γῆν ἅπασαν καὶ τὰς πόλεις, οὐκ ἂν τὴν Λυδῶν ἑλοίμην τρυφὴν οὔτ’εὐτέλειαν τὴν Ἀττικὴν οὔτε πενίαν τὴν Λακωνικὴν οὔτε Κρότωνα οὔτε Σύβαριν, ὅτι οὐ πονοῦσιν, οὔτε Σκύθας, ὅτι οὐ γεωργοῦσιν, οὔτε Αἰγυπτίους, ὅτι ἄλλοις γεωργοῦσιν ·
64.15καὶ Λιβύην, ὅθιτ’ἄρνες ἄφαρ κεραοὶ τελέθουσιν · εὐτυχία ποιμένων. οὐ Θήβας Αἰγυπτίας, αἵθ’ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ’ἀν’ἑκάστην ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν · ἱπποκόμων βίος καὶ πυλωρῶν. δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ · οὐκ ἀρκεῖ μοι βωμὸς θύειν οὐκ ἔχοντι, οὐκ ἀρκεῖ μοι φυτὰ τρέφειν με μὴ δυνάμενα. τρηχεῖ’, ἀλλ’ἀγαθὴ κουροτρόφος · οὔτε τραχεῖα αὕτη καὶ κουροτρόφος ·
64.16δέσποιν’ἁπασῶν πότνι’Ἀθηναίων πόλι · μὴ λέγε, ἄνθρωπε. οὐκέτ’εἰσὶν ἐκεῖνοι δεσπόται. ὡς καὶ καλόν σου φαίνεται τὸ νεώριον. ἀλλὰ μὲν Ἑλλήσποντον καὶ Λύσανδρον αἰσχρόν. καλὸς δ’ Πειραιεύς · ἔτι γὰρ μετὰ τῶν τειχῶν αὐτὸν βλέπεις. ἄλση δὲ τίς πω τοιάδ’ἔσχ’ἄλλη πόλις; εἶχε μέν, δῃωθεῖσα δὲ ὡς ἐπὶ συμφοραῖς γυνὴ ἀπεκείρατο. καὶ τοὐρανοῦ γ’, ὥς φασιν, ἐστὶν ἐν καλῷ. καὶ πῶς, οἵ γε λοιμώττουσι καὶ νοσοῦσι καὶ πλέον αὐτῶν ἀπόλλυται μέρος ὑπὸ τῶν ἀέρων τῶν πολεμίων;
64.17καὶ μή τις ἀχθέσηω διότι οὕτως τῶν πατέρων ἐμνημόνευσα. τῶν μὲν γὰρ πρωτείων οὐκ ἂν ἄλλως τύχοιμεν μὴ τοῖς πρώτοις ἁμιλλώμενοι. ἀλλὰ καὶ παλαιός τις στρατιώτης ὡς γεγονὼς τοῦ πατρὸς κρείσσων ἐσεμνύνετο, καὶ οὐ δὲ Ἀθηναῖοις αἰσχρὸν πατράσιν οὖσιν ὑπὸ τῶν παίδων ἡττωμένοις. τῆς γὰρ ὑμετέρας μεθέξουσιν ἀρετῆς κατὰ τὴν αὑτῶν ἐλαττούμενοι. πῶς οὖν οὐκ ἂν εἰδείητε τούτων ἁπάντων τῇ τύχῃ τὴν χάριν καὶ τοῦ γένους, ὅτι Ἕλληνες, καὶ τῆς μεταβολῆς, ὅτι ἐκ πενήτων εὐδαίμονες; Σωκράτης γοῦν ἐπὶ πολλοῖς αὑτὸν ἐμακάριζε, καὶ ὅτι ζῷον λογικὸν καὶ ὅτι Ἀθηναῖος.
64.18Διογένης δὲ κύων ἀγροίκως καὶ τέλεον οὐ πολιτικῶς ηὔχει κατὰ τῆς τύχης, ὡς πολλὰ μὲν βέλη ἐφιείσης αὐτῷ ὡς σκοπῷ, τυχεῖν δὲ μὴ δυναμένης. οὐ φέρω θρασυνόμενον οὕτω φιλόσοφον. μὴ καταψεύδου τῆς τύχης. οὐ τοξεύει γάρ σε, ὅτι οὐ βούλεται · θελούσῃ δὲ τῇ τύχῃ πανταχοῦ ῥᾴδιον. καὶ τὰ μὲν σύντομα ἐκεῖνα οὐ λέγω τὰ Λακωνικά, τοὺς δουλεύοντας Πέρσαις καὶ τὸν ἐν Κορίνθῳ Διονύσιον καὶ τὴν Σωκράτους καταδίκην καὶ τὴν Ξενοφῶντος φυγὴν καὶ τὸν Φερεκύδους θάνατον καὶ τὴν εὐδαιμονίαν τὴν Ἀναξάρχου · ἀλλ’αὐτοῦ τούτου τοῦ χαλεποῦ σκοποῦ πόσοις ἔτυχε τοξεύμασιν; φυγάδα σε ἐποίησεν, εἰς Ἀθηνᾶς ἤγαγεν, Ἀντισθένει προυξένησεν, εἰς Κρήτην ἐπώλησεν. εἰ δέ σοι τὸν τῦφον βακτηρία καὶ πήρα περιτίθησι καὶ λεπτὸς καὶ ἀφελὴς βίος, ἴσθι καὶ τούτων τῇ τυχῆ τὴν χάριν · κατὰ τύχην γὰρ φιλοσοφεῖς.
64.19ἦν δὲ καὶ Τιμόθεος Ἀθηναίων στρατηγός, ὃς πάντα εὐτυχεῖ καὶ σκωπτόμενος οὐκ ἠνείχετο, καί ποτέ τι καὶ κατὰ τῆς τύχης ἐθρασύνετο καὶ πάλιν δυστυχεῖν ἤρξατο. τίς ἂν ποτε ἤλπισεν Ἰνδῶν ἄρξειν κουρέα, Λυδῶν βασιλεύσειν ποιμένα, τῆς Ἀσίας ἡγεμονεύσειν γυναῖκα; ὅτι τὸν Ἡρακλέα ἀποκτενεῖ χιτὼν καὶ γυνή, ὅτι τὸν Ἀλέξανδρον δοῦλος καὶ κύλιξ; ἔχει γὰρ ἐν αὑτῇ πλεῖστον ἀεὶ τὸ βασιλικόν, καὶ τοὺς παρὰ φύσιν δ’ἐπαιρομένους καθαιρεῖ. πολλὰ γοῦν Ἀλέξανδρος τολμηρὰ ἔπρασσεν οὐκ ἔφερεν υἱὸς Φιλίππου λεγόμενος, τοῦ Διὸς κατεψεύδετο, τῶν Διοσκόρων κατεφρόνει, τὸν Διόνυσον ἐλοιδόρει, καίτοι γε ἀφθόνως οὕτως αὐτοῦ τοῖς δώροις χρώμενος.
64.20ἀπέκτεινε δὲ καὶ Κλεῖτον τὸν σωτῆρα καὶ Φιλώταν τὸν καλὸν καὶ τὸν γέροντα Παρμενίωνα καὶ τὸν διδάσκαλον Καλλισθένην καὶ Ἀριστοτέλην ἐμέλλησε καὶ Ἀντίπατρον ἐβουλεύσατο. τοιγαροῦν ζῶντα αὐτὸν ὁμολογεῖν ἠνάγκασεν ὅτι ἄνθρωπος ἦν.
64.21τρωθεὶς γοῦν πρὸς τοὺς φίλους, ἀλλὰ τοῦτό γε οὐκ ἰχώρ ἐστιν, ἔφη, τὸ ῥέον, ἀλλὰ αἷμα ἀληθινόν. ἀποθνῄσκων δὲ καὶ πάνυ ὡμολόγησε μεγάλην τινὰ οὖσαν καὶ ἀνίκητον ὡς ἀληθῶς τὴν τύχην. ἐκεῖνος γοῦν ἐκφυγὼν καὶ τὸ Θηβαίων ὁπλιτικὸν καὶ τὸ Θεσσαλῶν ἱππικὸν καὶ τοὺς ἀκοντιστὰς Αἰτωλοὺς καὶ τοὺς μαχαιροφόρους Θρᾷκας καὶ τοὺς μαχίμους Πέρσας καὶ τὸ τῶν ἀμάχων Μήδων γένος καὶ ὄρη μεγάλα καὶ ποταμοὺς ἀδιαβάτους καὶ κρημνοὺς ἀνυπερβάτους καὶ Δαρεῖον καὶ Πῶρον καὶ πολλὰ ἄλλα ἐθνῶν καὶ βασιλέων ὀνόματα, ἐν Βαβυλῶνι ἄνευ μάχης καὶ τραυμάτων στρατιώτης ἔθνῃσκε.
64.22τί δὲ δεῖ λέγειν τοὺς διαδεξαμένους τὴν βασιλείαν τοὺς ἐπ’ἐκείνοις γενομένους καὶ τὰ ἀλαζονικὰ αὐτῶν ὀνόματα, κεραυνοὺς καὶ πολιορκητὰς καὶ ἀετοὺς καὶ θεούς; ὧν τὸν μὲν θάνατος ἤλεγξεν · δὲ ὑψηλοτέραν εὗρε τὴν τύχην, καίτοι πεζὴν δοκῶν · δὲ πολιορκητὴς Δημήτριος αἰχμάλωτος γενόμενος ἐξ οἴνου καὶ μέθης ἀτίμως ἀπέθανεν, ὑπὸ τῆς τύχης πολιορκούμενος. τί οὖν οἱ τύραννοι μέγα φρονοῦσιν ἐπὶ τοῖς τείχεσι; τί δὲ Ἀμφίων ᾄδει; τί δὲ Δηιόκης πονεῖ; τί δὲ Σεμίραμις οἰκοδομεῖ; τί δὲ Ἀπόλλων μισθαρνεῖ; τί δὲ μετὰ τοῦ λέοντος Μήλης τὸ τεῖχος περιέρχεται; κρατήσει γὰρ Μήδων Κῦρος καὶ Βαβυλωνίων Ζώπυρος καὶ Σάρδεων Μάρδος καὶ Τροίας ἵππος.
64.23μεγάλη γὰρ ῥοπή, μᾶλλον δὲ τὸ ὅλον, εἶπέ τις, τύχη. αὕτη καὶ Πίνδαρον εὗρεν ἐκκείμενον ἐν Βοιωτίᾳ καὶ Τήλεφον ἐν Ἀρκαδίᾳ καὶ τοὺς βασιλεῖς Ῥωμαίων ἐν Ἰταλίᾳ · καὶ τῷ μὲν ἔπεμψε μελίττας, τοῖς δὲ ποιμένας, Τηλέφῳ δὲ ἔλαφον, Κύρῳ δὲ κύνα γυναῖκα. Εὐμένης ἦν ἁμαξέως υἱὸς, ἀλλ’ὅμως βασιλεὺς ἐγένετο, Ἡρακλῆς Ἀλεξάνδρου παῖς, ἀλλ’οὐκ ἐβασίλευσεν · ἄταφος γοῦν Ὀλυμπιάδι ἐκομίσθη, καὶ πενθήσασα αὐτὸν καὶ αὐτὴ ἐτελεύτησεν μήτηρ τοῦ θεοῦ.
64.24Δαρείου δὲ μήτηρ καὶ Ἀλέξανδρον προσεκύνησε καί, τὸ ἀτιμότερον, Ἡφαιστίωνα. τί δὲ Λιβύων βασιλεύς; οὐ πεντακοσίας μὲν πόλεις Ῥωμαίων ἐπόρθησεν; ἐπάρας δὲ τὸν χιτῶνα τὸν αὑτοῦ τοῖς πολίταις ἔδειξε Ῥωμαϊκῶν σφραγίδων ἀναπλέων, ὧν ἑκάστην εἶχεν ἀπὸ πολεμίων σκῦλον ὑπ’αὐτοῦ πεφονευμένων; ταῦτα δὲ πάντα δράσας ἀτίμως ἀπέθανε, μάτην πολλὰ φιλονεικήσας πρὸς τὴν τύχην.
64.25διόπερ μοι δοκοῦσιν οἱ ἄνθρωποι τὰ μεγάλα πάντα τῶν πραγμάτων ἐπιτρέπειν τῇ τύχῃ, κληρωτὰς τὰς ἀρχὰς καὶ στρατηγίας ποιούμενοι · καὶ ἀδελφοὶ κτῆσιν αὑτῶν οὕτως διανέμονται. ἔδει δὲ ἄρα καὶ τὸν Πολυνείκην, εἴπερ καλῶς ἐβουλεύετο, κλήρῳ πρὸς τὸν ἀδελφὸν περὶ τῆς βασιλείας λαχεῖν · νυνὶ δὲ αὐτόςτε ἀπέθανε καὶ τὸν ἀδελφὸν προσαπώλεσεν, ἡλικίᾳ τὸ πρᾶγμα ἐπιτρέψας, οὐ τύχῃ.
64.26κλήρῳ νῦν πεπάλαχθε διαμπερές, ὃς κε λάχῃσιν. οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς · καὶ ὤνησε λαχών · δὲ Ἕκτωρ ἡττήθη γνώμῃ πιστεύσας, οὐ τύχῃ. δοιοὶ γάρτε πίθοι κατακείαται ἐν Διὸς οὔδει. θησαυροὶ μὲν εἰς ἀνθρώπους οὗτοι παρὰ θεοῖς · ταμιεύει δὲ αὐτῶν πρὸς τὸ ἐπιβάλλον τύχη καὶ ῥήτορι καὶ στρατηγῷ καὶ πένητι καὶ πλουσίῳ καὶ πρεσβύτῃ καὶ νέῳ.
64.27Κροίσῳ δίδωσι χρυσόν, Κανδαύλῃ γυναῖκα, Πηλεῖ ξίφος, Νέστορι ἀσπίδα, Πτερέλᾳ κόμην χρυσῆν, Νίσῳ πλόκαμον πορφυροῦν, Ἀλκιβιάδῃ κάλλος, Σωκράτει φρόνησιν, Ἀριστείδῃ δικαιοσύνην, Λακεδαιμονίοις γῆν, Ἀθηναῖοις θάλατταν. εἶτα ἐν μέρει τούτων μὲν ἀφείλετο, ἄλλοις δὲ ἔδωκεν. καὶ οὐδέν μοι δοκεῖ βίος τῶν ἀνθρώπων πομπῆς διαφέρειν ἐν ταῖς ἡμερησίαις μεταβολαῖς.