Orations, Oration 4
Dio Chrysostom
- Oration 1
- Oration 2
- Oration 3
- Oration 4
- Oration 5
- Oration 6
- Oration 7
- Oration 8
- Oration 9
- Oration 10
- Oration 11
- Oration 12
- Oration 13
- Oration 14
- Oration 15
- Oration 16
- Oration 17
- Oration 18
- Oration 19
- Oration 20
- Oration 21
- Oration 22
- Oration 23
- Oration 24
- Oration 25
- Oration 26
- Oration 27
- Oration 28
- Oration 29
- Oration 30
- Oration 31
- Oration 32
- Oration 33
- Oration 34
- Oration 35
- Oration 36
- Oration 37
- Oration 38
- Oration 39
- Oration 40
- Oration 41
- Oration 42
- Oration 43
- Oration 44
- Oration 45
- Oration 46
- Oration 47
- Oration 48
- Oration 49
- Oration 50
- Oration 51
- Oration 52
- Oration 53
- Oration 54
- Oration 55
- Oration 56
- Oration 57
- Oration 58
- Oration 59
- Oration 60
- Oration 61
- Oration 62
- Oration 63
- Oration 64
- Oration 65
- Oration 66
- Oration 67
- Oration 68
- Oration 69
- Oration 70
- Oration 71
- Oration 72
- Oration 73
- Oration 74
- Oration 75
- Oration 76
- Oration 77/78
- Oration 79
- Oration 80
4.1φασί ποτε Ἀλέξανδρον Διογένει συμβαλεῖν οὐ πάνυ τι σχολάζοντα πολλὴν ἄγοντι σχολήν. ἦν γὰρ ὁ μὲν βασιλεὺς Μακεδόνωντε καὶ ἄλλων πολλῶν, ὁ δὲ φυγὰς ἐκ Σινώπης. ταῦτα δὲ λέγουσι καὶ γράφουσι πολλοί, τὸν Ἀλέξανδρον οὐχ ἧττον θαυμάζοντες καὶ ἐπαινοῦντες, ὅτι τοσούτων ἄρχων καὶ τῶν τότε μέγιστον δυνάμενος οὐχ ὑπερεώρα πένητος ἀνθρώπου συνουσίαν νοῦν ἔχοντος καὶ δυναμένου καρτερεῖν. 4.2οἱ γὰρ ἄνθρωποι χαίρουσι φύσει πάντες τιμωμένην ὁρῶντες φρόνησιν ὑπὸ τῆς μεγίστης ἐξουσίαςτε καὶ δυνάμεως, ὥστε οὐ μόνον τα- τἀληθῆ διηγοῦνται περὶ τῶν τοιούτων, ἀλλὰ καὶ αὐτοὶ πλάττουσιν ὑπερβάλλοντες, προσέτι καὶ τα- τἄλλα ἀφαιρούμενοι τῶν φρονίμων, οἷον χρήματα καὶ τιμὰς καὶ τὴν τοῦ σώματος δύναμιν, ὅπως διὰ μόνην δόξωσι τιμᾶσθαι τὴν ξύνεσιν. 4.3ὡς δὲ εἰκὸς ἐκείνοις γενέσθαι τὴν ξυνουσίαν ἐκείνην, εἴποιμ’ἄν, ἐπειδὴ καὶ τυγχάνομεν σχολὴν ἄγοντες ἀπὸ τῶν ἄλλων πραγμάτων. 4.4ἦν μὲν γάρ, ὥς φασιν, ὁ Ἀλέξανδρος ἀνθρώπων φιλοτιμότατος καὶ μάλιστα δόξης ἐραστὴς καὶ τοῦ καταλιπεῖν ὡς μέγιστον αὑτοῦ ὄνομα ἐν πᾶσιν Ἕλλησι καὶ βαρβάροις, καὶ ἐπεθύμει γε τιμᾶσθαι σχεδὸν οὐχ ὑπὸ τῶν ἀνθρώπων μόνον πανταχοῦ, ἀλλ’εἴ πως δυνατὸν ἦν, ὑπότε τῶν ὀρνίθων καὶ τῶν ἐν τοῖς ὄρεσι θηρίων. 4.5τῶν μὲν οὖν ἄλλων πάντων κατεφρόνει καὶ οὐδένα ᾤετο ἀξιόμαχον αὑτῷ περὶ τούτου τοῦ πράγματος, οὔτε τὸν Πέρσην οὔτε τὸν Σκύθην οὔτε τὸν Ἰνδὸν οὔτε ἐν τοῖς Ἕλλησιν οὐδένα οὔτε ἄνδρα οὔτε πόλιν. 4.6ᾐσθάνετο γὰρ ὅτι μικροῦ διεφθαρμένοι πάντες εἰσὶ τὰς ψυχὰς ὑπὸ τρυφῆς καὶ ἀργίας καὶ τοῦ κερδαίνειν καὶ ἡδονῆς ἥττονες. περὶ Διογένους δὲ πυνθανόμενος τῶντε λόγων οὓς ἔλεγεν καὶ τῶν ἔργων ἃ ἔπραττεν, καὶ ὅπως διήνεγκε τὴν φυγήν, ἐνίοτε μὲν κατεφρόνει τῆςτε πενίας τα- τἀνδρὸς καὶ τῆς εὐτελείας, ἅτε νέος ὢν καὶ τραφεὶς ἐν βασιλικῷ τύφῳ, πολλάκις δὲ ἐθαύμαζε καὶ ἐζηλοτύπει τῆςτε ἀνδρείας τοῦτον καὶ τῆς καρτερίας, καὶ μάλιστα τῆς δόξης, ὅτι τοιοῦτος ὢν πᾶσι τοῖς Ἕλλησι γιγνώσκοιτο καὶ θαυμάζοιτο, καὶ οὐδεὶς ἠδύνατο τῶν ἄλλων οἷος ἐκεῖνος γενέσθαι τῇ φιλοτιμίᾳ · 4.8καὶ ὅτι αὐτῷ μὲν ἔδει τῆς Μακεδόνων φάλαγγος καὶ τοῦ Θετταλῶν ἱππικοῦ καὶ Θρᾳκῶν καὶ Παιόνων καὶ ἄλλων πολλῶν, εἰ μέλλοι βαδίζειν ὅποι βούλοιτο καὶ τυγχάνειν ὧν ἐπιθυμοῖ · ὁ δὲ μόνος ἀπῄει πάνυ ἀσφαλῶς οὐ μόνον ἡμέρας, ἀλλὰ καὶ νυκτός, ἔνθα αὐτῷ ἐδόκει · 4.9καὶ ὅτι αὐτὸς μὲν χρυσίου καὶ ἀργυρίου παμπόλλου ἐδεῖτο, ὥστε ἐπιτελέσαι τι ὧν ἐβούλετο · ἔτι δὲ εἰ μέλλοι πειθομένους ἕξειν Μακεδόνας καὶ τοὺς ἄλλους Ἕλληνας, θεραπευτέον αὐτῷ τούςτε ἄρχοντας καὶ τὸν ἄλλον ὄχλον λόγοιςτε καὶ δώροις πολλάκις · 4.10ὁ δὲ οὐδένα ἀνθρώπων ὑπῄει θωπεύων, ἀλλὰ τα- τἀληθῆ πρὸς ἅπαντας λέγων καὶ οὐδεμίαν δραχμὴν κεκτημένος ὡς ἐβούλετο ἔπραττε καὶ τῶν προκειμένων οὐδενὸς ἀπετύγχανε καὶ τὸν βίον ἔζη μόνος, ὃν ἡγεῖτο ἄριστον καὶ εὐδαιμονέστατον, καὶ οὐκ ἂν ἠλλάξατο τὴν ἐκείνου βασιλείαν οὐ δὲ τὸν τῶν Περσῶντε καὶ Μήδων πλοῦτον ἀντὶ τῆς ἑαυτοῦ πενίας. 4.11διὰ ταῦτα δὴ δακνόμενος, εἴ τις αὐτοῦ διοίσει ῥᾳδίως οὕτως καὶ ἀπραγμόνως ζῶν, καὶ προσέτι οὐχ ἧττον ὀνομαστὸς ἔσοιτο, τυχὸν δέ τι καὶ ὠφεληθήσεσθαι νομίζων ἀπὸ τῆς συνουσίας τα- τἀνδρός, πάλαι μὲν ἐπεθύμει θεάσασθαι τὸν ἄνδρα καὶ συγγενέσθαι αὐτῷ · 4.12ἐπεὶ δὲ ἧκεν εἰς Κόρινθον καὶ τάςτε πρεσβείας ἀπεδέξατο τὰς παρὰ τῶν Ἑλλήνων καὶ τα- τἄλλα τὰ τῶν ξυμμάχων διῴκησεν, ἔφη τοῖς περὶ αὐτὸν ὅτι σχολάσαι τι βούλοιτο, καὶ ᾤχετο, οὐκ ἐπὶ θύρας τοῦ Διογένους · οὐ γὰρ ἦσαν αὐτῷ θύραι οὔτε μείζους οὔτε ἐλάττους, οὐ δὲ οἶκος ἴδιος οὐ δὲ ἑστία, καθάπερ τοῖς μακαρίοις, ἀλλὰ οἴκοις μὲν ἐχρῆτο ταῖς πόλεσι, καὶ ἐνταῦθα διέτριβεν ἐν τοῖς κοινοῖςτε καὶ ἱεροῖς, ἅπερ ἵδρυται τοῖς θεοῖς, ἑστίαν δὲ ἐνόμιζε τὴν γῆν ἅπασαν, ἥπερ ἐστὶ κοινὴ τῶν ἀνθρώπων ἑστία καὶ τροφός. 4.14καὶ τότε ἐτύγχανεν ἐν τῷ Κρανείῳ διατρίβων μόνος · οὐ δὲ γὰρ μαθητάς τινας οὐ δὲ τοιοῦτον ὄχλον περὶ αὑτὸν εἶχεν, ὥσπερ οἱ σοφισταὶ καὶ αὐληταὶ καὶ οἱ διδάσκαλοι τῶν χορῶν. προσῆλθεν οὖν αὐτῷ καθημένῳ καὶ ἠσπάσατο. καὶ ὃς ἀνέβλεψε πρὸς αὐτὸν γοργόν, ὥσπερ οἱ λέοντες, καὶ ἐκέλευσεν ἀποστῆναι σμικρόν · 4.15ἐτύγχανε γὰρ ἀλεαινόμενος πρὸς τὸν ἥλιον. ὁ οὖν Ἀλέξανδρος εὐθὺς ἠγάσθη τοῦ ἀνδρὸς τὸ θάρσος καὶ τὴν ἡσυχίαν, ὅτι οὐ κατεπλάγη ἐπιστάντος αὐτῷ. καὶ γάρ πως πεφύκασιν οἱ μὲν θαρραλέοι τοὺς θαρραλέους φιλεῖν, οἱ δὲ δειλοὶ τοὺς μὲν ὑφορῶνται καὶ μισοῦσιν ὡς ἐχθρούς, τοὺς δὲ ἀγεννεῖς προσίενται καὶ ἀγαπῶσιν. ὅθεν τοῖς μὲν ἀλήθεια καὶ παρρησία πάντων ἐστὶν ἥδιστον, τοῖς δὲ κολακεία καὶ ψεῦδος, καὶ ἀκούουσιν ἡδέως οἱ μὲν τῶν πρὸς χάριν ὁμιλούντων, οἱ δὲ τῶν πρὸς ἀλήθειαν. 4.16ὁ οὖν Διογένης ὀλίγον ἐπισχὼν ἤρετο αὐτὸν ὅστις εἴη καὶ τί βουλόμενος ἥκοι πρὸς αὐτόν, “ἤ”, ἔφη, “τῶν ἐμῶν τι ληψόμενος”; “ἦ γάρ”, ἔφη, “χρήματα ἔστι σοι καὶ ἔχεις ὅτου ἂν μεταδοίης”; “πολλά γε”, εἶπε, “καὶ πολλοῦ ἄξια, ὧν σὺ οὐκ οἶδα εἴ ποτε δυνήσῃ μεταλαβεῖν. οὐ μέντοι” ἄορας οὐ δὲ λέβητας “οὐ δὲ κρατῆρας οὐ δὲ κλίνας καὶ τραπέζας τυγχάνω κεκτημένος, ὥς τινές φασι κεκτῆσθαι Δαρεῖον ἐν Πέρσαις”. 4.17“τί δέ”, ἔφη, “οὐκ οἶσθα Ἀλέξανδρον τὸν βασιλέα”; “τό γε ὄνομα”, εἶπεν, “ἀκούω πολλῶν λεγόντων, ὡς κολοιῶν περιπετομένων, αὐτὸν δὲ οὐ γιγνώσκω · 4.18οὐ γάρ εἰμι ἔμπειρος αὐτοῦ τῆς διανοίας”. “ἀλλὰ νῦν”, ἔφη, “γνώσῃ καὶ τὴν διάνοιαν · ἥκω γὰρ ἐπ’αὐτὸ τοῦτο, ἐμαυτόντε παρέξων σοι καταμαθεῖν καὶ σὲ ὀψόμενος”. “ἀλλὰ χαλεπῶς”, ἔφη, “με ἂν ἴδοις, ὥσπερ τὸ φῶς οἱ τὰ ὄμματα ἀσθενεῖς. τόδε δέ μοι εἰπέ, σὺ ἐκεῖνος εἶ Ἀλέξανδρος, ὃν λέγουσιν ὑποβολιμαῖον”; καὶ ὃς ἀκούσας ἠρυθρίασε μὲν καὶ ὠργίσθη, κατέσχε δ’ἑαυτόν · μετενόει δέ, ὅτι εἰς λόγους ἠξίωσεν ἐλθεῖν ἀνδρὶ σκαιῷτε καὶ ἀλαζόνι, ὡς αὐτὸς ἐνόμιζεν. 4.19ὁ οὖν Διογένης καταμαθὼν αὐτὸν τεταραγμένον, ἐβουλήθη μεταβαλεῖν αὐτοῦ τὴν ψυχήν, ὥσπερ οἱ παῖδες τοὺς ἀστραγάλους. εἰπόντος δὲ αὐτοῦ, “πόθεν δέ σοι ἐπῆλθεν ἡμᾶς ὑποβολιμαίους εἰπεῖν”; “ὁπόθεν”, ἔφη, “καὶ τὴν μητέρα σου ἀκούω ταῦτα περὶ σοῦ λέγειν. ἢ οὐκ Ὀλυμπιάς ἐστιν ἡ εἰποῦσα ὅτι οὐκ ἐκ Φιλίππου τυγχάνεις γεγονώς, ἀλλ’ἐκ δράκοντος ἢ Ἄμμωνος ἢ οὐκ οἶδα ὅτου ποτὲ θεῶν ἢ ἀνθρώπων ἢ θηρίων; καίτοι οὕτως ὑποβολιμαῖος ἂν εἴης”. 4.20ἐνταῦθα ὁ Ἀλέξανδρος ἐμειδίασεν, καὶ ἥσθη ὡς οὐδέποτε, καὶ ἔδοξεν αὐτῷ ὁ Διογένης οὐ μόνον οὐ σκαιός, ἀλλὰ καὶ δεξιώτατος ἁπάντων καὶ μόνος εἰδὼς χαρίζεσθαι. “τί οὖν”, ἔφη, “πότερον ἀληθὴς ἢ ψευδὴς εἶναι δοκεῖ σοι ὁ λόγος”; 4.21“ἄδηλον”, ἔφη, “ἐστίν · ἐὰν μὲν γὰρ ᾖς σώφρων καὶ ἀνδρεῖος καὶ τὴν τοῦ Διὸς ἐπιστάμενος τέχνην τὴν βασιλικήν, οὐθέν σε κωλύει τοῦ Διὸς εἶναι υἱόν · 4.22ἐπεὶ τοῦτό γε καὶ Ὅμηρόν φασι λέγειν, ὅτι πατήρ ἐστιν ὁ Ζεύς, ὥσπερ τῶν θεῶν, καὶ τῶν ἀνδρῶν, ἀλλ’οὐ τῶν ἀνδραπόδων οὐ δὲ τῶν φαύλωντε καὶ ἀγεννῶν οὐδενός · ἐὰν δὲ δειλὸς ᾖς καὶ τρυφερὸς καὶ ἀνελεύθερος, οὔτε σοι θεῶν οὔτε ἀνθρώπων τῶν ἀγαθῶν προσήκει. 4.23ἀλλὰ τοῖς μὲν ἐν Θήβαις Σπαρτοῖς ποτε λεγομένοις σημεῖον λέγεται εἶναι τοῦ γένους λόγχη τις οἶμαι ἐπὶ τοῦ σώματος · ὅστις δὲ τοῦτο τὸ σημεῖον μὴ ἔχοι, οὐ δοκεῖν τῶν Σπαρτῶν εἶναι · τοῖς δὲ τοῦ Διὸς ἐκγόνοις οὐκ οἴει σημεῖον ἐνεῖναι τῇ ψυχῇ, ἐξ οὗ φανεροὶ ἔσονται τοῖς δυναμένοις γνωρίζειν εἴτε ἐξ ἐκείνου γεγονότες εἰσὶν εἴτε μή”; πάνυ οὖν ἥσθη τούτῳ τῷ λόγῳ ὁ Ἀλέξανδρος. 4.24μετὰ δὲ τοῦτο ἤρετο αὐτόν, “πῶς ἄν”, ἔφη, “κάλλιστα βασιλεύοι τις”; καὶ ὃς δεινὸν ὑποβλέψας, “ἀλλ’οὐ δὲ ἔστιν”, ἔφη, “βασιλεύειν κακῶς οὐ μᾶλλον ἢ κακῶς ἀγαθὸν εἶναι. ὁ γὰρ βασιλεὺς ἀνθρώπων ἄριστός ἐστιν, ἀνδρειότατος ὢν καὶ δικαιότατος καὶ φιλανθρωπότατος καὶ ἀνίκητος ὑπὸ παντὸς πόνου καὶ πάσης ἐπιθυμίας. 4.25ἢ σὺ οἴει τὸν ἀδύνατον ἡνιοχεῖν ἡνίοχον εἶναι τοῦτον; ἢ τὸν ἄπειρον τοῦ κυβερνᾶν κυβερνήτην, ἢ τὸν οὐκ ἐπιστάμενον ἰᾶσθαι ἰατρόν; οὐκ ἔστιν. καθάπερ οὖν οὐκ ἔστι κυβερνᾶν μὴ κυβερνητικῶς, οὕτως οὐ δὲ βασιλεύειν μὴ βασιλικῶς, οὐ δ’ἂν πάντες φῶσιν Ἕλληνες καὶ βάρβαροι καὶ πολλὰ διαδήματα καὶ σκῆπτρα καὶ τιάρας προσάψωσιν αὐτῷ, καθάπερ τὰ περιδέραια τοῖς ἐκτιθεμένοις παιδίοις, ἵνα μὴ ἀγνοῆται”. 4.26καὶ ὁ Ἀλέξανδρος φοβηθεὶς μὴ ἄρα ἄπειρος ἀναφανῇ τῆς βασιλικῆς ἐπιστήμης, “καὶ τίς”, ἔφη, “σοι δοκεῖ τὴν τέχνην ταύτην παραδιδόναι; 4.27ἢ ποῖ δεῖ πορευθέντα μαθεῖν”; ὁ οὖν Διογένης εἶπεν, “ἀλλ’ἐπίστασαι αὐτήν, εἴπερ ἀληθὴς ὁ τῆς Ὀλυμπιάδος λόγος καὶ γέγονας ἐκ τοῦ Διός · ἐκεῖνος γάρ ἐστιν ὁ τὴν ἐπιστήμην ταύτην πρῶτος καὶ μάλιστα ἔχων καὶ οἷς ἐθέλει μεταδιδούς · οἷς δὲ ἂν μεταδῷ, πάντες οὗτοι Διὸς παῖδές εἰσίτε καὶ λέγονται. 4.28ἢ σὺ οἴει τοὺς σοφιστὰς εἶναι τοὺς διδάσκοντας βασιλεύειν; ἀλλ’ἐκείνων μὲν οἱ πολλοὶ οὐχ ὅπως βασιλεύειν, ἀλλ’οὐ δὲ ζῆν ἴσασιν”. 4.29“οὐκ οἶσθα”, ἔφη, “ὅτι διττή ἐστιν ἡ παιδεία, ἡ μέν τις δαιμόνιος, ἡ δὲ ἀνθρωπίνη; ἡ μὲν οὖν θεία μεγάλη καὶ ἰσχυρὰ καὶ ῥᾳδία, ἡ δὲ ἀνθρωπίνη μικρὰ καὶ ἀσθενὴς καὶ πολλοὺς ἔχουσα κινδύνους καὶ ἀπάτην οὐκ ὀλίγην · ὅμως δὲ ἀναγκαία προσγενέσθαι ἐκείνῃ, εἰ ὀρθῶς γίγνοιτο. 4.30καλοῦσι δὲ οἱ πολλοὶ ταύτην μὲν παιδείαν, καθάπερ οἶμαι παιδιάν, καὶ νομίζουσι τὸν πλεῖστα γράμματα εἰδότα, Περσικάτε καὶ Ἑλληνικὰ καὶ τὰ Σύρων καὶ τὰ Φοινίκων, καὶ πλείστοις ἐντυγχάνοντα βιβλίοις, τοῦτον σοφώτατον καὶ μάλιστα πεπαιδευμένον · πάλιν δὲ ὅταν ἐντύχωσι τῶν τοιούτων τισὶ μοχθηροῖς καὶ δειλοῖς καὶ φιλαργύροις, ὀλίγου ἄξιόν φασι τὸ πρᾶγμα καὶ τὸν ἄνθρωπον · τὴν δὲ ἑτέραν ἐνίοτε μὲν παιδείαν, ἐνίοτε δὲ ἀνδρείαν καὶ μεγαλοφροσύνην. 4.31καὶ οὕτω δὴ Διὸς παῖδας ἐκάλουν οἱ πρότερον τοὺς τῆς ἀγαθῆς παιδείας ἐπιτυγχάνοντας καὶ τὰς ψυχὰς ἀνδρείους, πεπαιδευμένους ὡς Ἡρακλέα ἐκεῖνον. οὐκοῦν ὅστις ἂν ἐκείνην τὴν παιδείαν ἔχῃ καλῶς πεφυκώς, ῥᾳδίως καὶ ταύτης γίγνεται μέτοχος, ὀλίγα ἀκούσας καὶ ὀλιγάκις, αὐτὰ τὰ μέγιστα καὶ κυριώτατα, καὶ μεμύηται καὶ φυλάττει ἐν τῇ ψυχῇ. 4.32καὶ οὐδεὶς ἂν αὐτόν τι τούτων ἀφέλοιτο οὔτε καιρὸς οὔτε ἄνθρωπος σοφιστής, ἀλλ’οὐ δ’ἂν πυρί τις ἐκκαῦσαι βουλόμενος · ἀλλὰ κα- κἂν ἐμπρήσῃ τις τὸν ἄνθρωπον, ὥσπερ τὸν Ἡρακλέα φασὶν αὑτὸν ἐμπρῆσαι, μένοι ἂν αὐτοῦ τὰ δόγματα ἐν τῇ ψυχῇ, καθάπερ οἶμαι τῶν κατακαιομένων νεκρῶν τοὺς ὀδόντας φασὶ διαμένειν, τοῦ ἄλλου σώματος δαπανηθέντος ὑπὸ τοῦ πυρός. 4.33οὐ γὰρ μαθεῖν, ἀλλ’ὑπομνησθῆναι δεῖται μόνον · ἔπειτα εὐθὺς οἶδέντε καὶ ἐγνώρισεν, ὡς ἂν ἐξ ἀρχῆς τὰ δόγματα ἔχων ταῦτα ἐν τῇ αὑτοῦ διανοίᾳ. προσέτι δέ, ἐὰν μὲν ἀνδρὶ περιπέσῃ ὥσπερ ὁδὸν ἐπισταμένῳ, ῥᾳδίως ἐκεῖνος ἐπέδειξεν αὐτῷ, καὶ μαθὼν εὐθὺς ἄπεισιν · ἐὰν δὲ ἀγνοοῦντι καὶ ἀλαζόνι σοφιστῇ, κατατρίψει περιάγων αὐτόν, ὁτὲ μὲν πρὸς ἀνατολάς, ὁτὲ δὲ πρὸς δύσιν, ὁτὲ δὲ πρὸς μεσημβρίαν ἕλκων, οὐδὲν αὐτὸς εἰδώς, ἀλλὰ εἰκάζων, καὶ πολὺ πρότερον αὐτὸς ὑπὸ τοιούτων ἀλαζόνων πεπλανημένος. 4.34ὥσπερ γὰρ αἱ ἀμαθεῖς καὶ ἀκόλαστοι κύνες ἐν τῇ θήρᾳ μηδὲν ξυνεῖσαι μη δὲ γνωρίσασαι τὸ ἴχνος ἐξαπατῶσιν ἄλλας τῇ φωνῇ καὶ τῷ σχήματι, ὡς εἰδυῖαίτε καὶ ὁρῶσαι, καὶ πολλαὶ συνέπονται ταύταις, αἱ ἀφρονέσταται σχεδὸν ταῖς μάτην φθεγγομέναις, τούτων δ’αἱ μὲν ἄφθογγοι καὶ σιωπῶσαι μόναι αὐταὶ ἐξαπατῶνται, αἱ δὲ προπετέσταται καὶ ἀνοητόταται μιμούμεναι τὰς πρώτας θορυβοῦσι καὶ φιλοτιμοῦνται ἄλλας ἐξαπατᾶν, τοιοῦτον εὕροις ἂν καὶ περὶ τοὺς καλουμένους σοφιστὰς πολὺν ὄχλον ἐνίοτε συνεπόμενον ἀνθρώπων ἠλιθίων · 4.35καὶ γνώσῃ ὅτι οὐδὲν διαφέρει σοφιστὴς ἄνθρωπος εὐνούχου ἀκολάστου”. 4.36καὶ ὃς ἀκούσας ἐθαύμασε κατὰ τί τὸν σοφιστὴν εὐνούχῳ παρέβαλεν, καὶ ἤρετο αὐτόν. “ὅτι”, εἶπε, “τῶν εὐνούχων φασὶν οἱ ἀσελγέστατοι ἄνδρες εἶναι καὶ ἐρᾶν τῶν γυναικῶν, καὶ συγκαθεύδουσιν αὐταῖς καὶ ἐνοχλοῦσι, γίγνεται δ’οὐδὲν πλέον, οὐ δ’ἂν τάςτε νύκτας καὶ τὰς ἡμέρας συνῶσιν αὐταῖς. 4.37καὶ παρὰ τοῖς σοφισταῖς οὖν πολλοὺς εὑρήσεις γηράσκοντας ἀμαθεῖς, πλανωμένους ἐν τοῖς λόγοις πολὺ κάκιον ἢ τὸν Ὀδυσσέα φησὶν Ὅμηρος ἐν τῇ θαλάττῃ, καὶ πρότερον εἰς ᾅδου ἂν ἀφίκοιτο, ὥσπερ ἐκεῖνος, ἢ γένοιτο ἀνὴρ ἀγαθὸς λέγωντε καὶ ἀκούων. 4.38καὶ σύ, ἐπείπερ οὕτω πέφυκας, ἐὰν τύχῃς ἐπισταμένου ἀνδρός, ἱκανή σοί ἐστι μία ἡμέρα πρὸς τὸ συνιδεῖν τὸ πρᾶγμα καὶ τὴν τέχνην, καὶ οὐδὲν ἔτι δεήσῃ ποικίλων σοφισμάτων ἢ λόγων · ἐὰν δὲ μὴ τύχῃς διδασκάλου τοῦ Διὸς ἢ ἄλλου τοιούτου, ταχὺ καὶ σαφῶς φράζοντος ἃ δεῖ ποιεῖν, οὐδέν σοι πλέον, οὐ δὲ ἂν ὅλον κατατρίψῃς τὸν βίον ἀγρυπνῶντε καὶ ἀσιτῶν παρὰ τοῖς κακοδαίμοσι σοφισταῖς. 4.39τοῦτο δὲ οὐκ ἐγὼ λέγω νῦν, ἀλλ’Ὅμηρος ἐμοῦ πρότερος. ἢ οὐκ ἔμπειρος εἶ τῶν Ὁμήρου ἐπῶν”; ὁ δὲ Ἀλέξανδρος μέγιστον ἐφρόνει, ὅτι ἠπίστατο μὲν τὸ ἕτερον ποίημα ὅλον, τὴν Ἰλιάδα, πολλὰ δὲ καὶ τῆς Ὀδυσσείας. θαυμάσας οὖν ἔφη, “καὶ ποῦ διείλεκται περὶ τούτων Ὅμηρος”; “ἐκεῖ”, ἔφη, ὅπου τὸν Μίνω λέγει τοῦ Διὸς ὀαριστήν. 4.40ἢ οὐ τὸ ὀαρίζειν ὁμιλεῖν ἐστιν; οὐκοῦν ὁμιλητὴν τοῦ Διός φησιν αὐτὸν εἶναι, ὥσπερ ἂν εἰ ἔφη μαθητήν. ἆρ’οὖν ὑπὲρ ἄλλων αὐτὸν οἴει μανθάνειντε καὶ ὁμιλεῖν τῷ Διὶ πραγμάτων ἢ τῶν δικαίων καὶ βασιλικῶν; ἐπεί τοι καὶ λέγεται δικαιότατος ὁ Μίνως πάντων γενέσθαι. 4.41πάλιν δὲ ὅταν λέγῃ διοτρεφεῖς τοὺς βασιλέας καὶ διιφίλους, ἄλλο τι οἴει λέγειν αὐτὸν τὴν τροφὴν ταύτην, ἢ ἣν ἔφη εἶναι διδασκαλίαν καὶ μαθητείαν; ἢ σὺ οἴει λέγειν αὐτὸν ὑπὸ τοῦ Διὸς τοὺς βασιλέας τρέφεσθαι ὥσπερ ὑπὸ τίτθης γάλακτι καὶ οἴνῳ καὶ σιτίοις, ἀλλ’οὐκ ἐπιστήμῃ καὶ ἀληθείᾳ; 4.42ὁμοίως δὲ καὶ φιλίαν οὐκ ἄλλην ἢ τὸ τα- ταὐτὰ βούλεσθαι καὶ διανοεῖσθαι, ὁμόνοιάν τινα οὖσαν; οὕτως γὰρ δήπου καὶ τοῖς ἀνθρώποις δοκοῦσιν οἱ φίλοι πάντων μάλιστα ὁμονοεῖν καὶ μὴ διαφέρεσθαι περὶ μηδενός. 4.43ὃς ἂν οὖν τῷ Διὶ φίλος ᾖ καὶ ὁμονοῇ πρὸς ἐκεῖνον, ἔσθ’ὅπως ἀδίκου τινὸς ἐπιθυμήσει πράγματος ἢ πονηρόν τι καὶ αἰσχρὸν διανοηθήσεται; αὐτὸ δὲ τοῦτο ἔοικε δηλοῦν καὶ ὅταν ἐγκωμιάζων τινὰ λέγῃ τῶν βασιλέων “ποιμένα λαῶν”. 4.44τοῦ γὰρ ποιμένος οὐκ ἄλλο τι ἔργον ἢ πρόνοια καὶ σωτηρία καὶ φυλακὴ προβάτων. καίτοι ἐνίοτε πολλὰ πρόβατα ἐλαύνει μάγειρος εἷς ὠνησάμενος ὥστε κατακόπτειν οὐ μὰ Δία καὶ σφάττειν καὶ δέρειν. ἀλλὰ πλεῖστον διαφέρει μαγειρικήτε καὶ ποιμενική, σχεδὸν ὅσον βασιλείατε καὶ τυραννίς. 4.45ὅτε γοῦν Ξέρξης καὶ Δαρεῖος ἄνωθεν ἐκ Σούσων ἤλαυνον πολὺν ὄχλον Περσῶντε καὶ Μήδων καὶ Σακῶν καὶ Ἀράβων καὶ Αἰγυπτίων δεῦρο εἰς τὴν Ἑλλάδα ἀπολούμενον, πότερον βασιλικὸν ἢ μαγειρικὸν ἔπραττον ἔργον λείαν ἐλαύνοντες κατακοπησομένην “; 4.46καὶ ὁ Ἀλέξανδρος,” σοί “, ἔφη,” ὡς ἔοικεν, οὐ δοκεῖ βασιλεὺς εἶναι οὐ δὲ ὁ μέγας βασιλεύς “; καὶ ὁ Διογένης μειδιάσας,” οὐ μᾶλλον, εἶπεν, ὦ Ἀλέξανδρε, ἢ ὁ σμικρὸς δάκτυλος “. ” οὐ δ’ἄρα ἐγώ “, ἔφη,” καταλύσας ἐκεῖνον μέγας βασιλεὺς ἔσομαι “; 4.47” οὐ τούτου γε ἕνεκα “, εἶπεν ὁ Διογένης. ” οὐ δὲ γὰρ τῶν παίδων ὁ νικήσας, ὅταν παίζωσιν, ὡς αὐτοί φασι, βασιλέας, τῷ ὄντι βασιλεύς ἐστιν. οἱ μέντοι παῖδες ἴσασιν ὅτι ὁ νενικηκὼς καὶ λεγόμενος βασιλεὺς σκυτοτόμου υἱός ἐστιν ἢ τέκτονος, καὶ δεῖ μανθάνειν αὐτὸν τὴν τοῦ πατρὸς τέχνην · ὁ δὲ ἀποδρὰς παίζει μεθ’ἑτέρων, καὶ τότε μάλιστα οἴεται σπουδάζειν ἐνίοτε δὲ καὶ δοῦλος καταλιπὼν τὸν δεσπότην. 4.48ἴσως οὖν καὶ ὑμεῖς τοιοῦτόν τι ποιεῖτε, ἑκάτερος ὑμῶν παῖδας ἔχοντες τοὺς συμφιλονικοῦντας, ὁ μὲν Πέρσας καὶ τοὺς ἄλλους τοὺς κατὰ τὴν Ἀσίαν, σὺ δὲ Μακεδόναςτε καὶ τοὺς ἄλλους Ἕλληνας. καὶ ὥσπερ ἐκεῖνοι τῇ σφαίρᾳ στοχάζονται ἀλλήλων, ὁ δὲ πληγεὶς ἥττηται, καὶ σὺ νῦν Δαρείου στοχάζῃ καὶ σοῦ ἐκεῖνος, καὶ τυχὸν ἂν πλήξαιςτε καὶ ἐκβάλοις αὐτόν · ἐπισκοπώτερος γὰρ εἶναί μοι δοκεῖς. 4.49ἔπειτα οἱ μετ’ἐκείνου πρότερον ὄντες μετὰ σοῦ ἔσονται καὶ ὑποκύψουσι, καὶ σὺ ὀνομασθήσῃ βασιλεὺς ἁπάντων “. ὁ οὖν Ἀλέξανδρος πάλιν ἐλυπεῖτο καὶ ἤχθετο. οὐ δὲ γὰρ ζῆν ἐβούλετο, εἰ μὴ βασιλεὺς εἴη τῆς Εὐρώπης καὶ τῆς Ἀσίας καὶ τῆς Λιβύης καὶ εἴ πού τίς ἐστι νῆσος ἐν τῷ Ὠκεανῷ κειμένη. 4.50ἐπεπόνθει γὰρ το- τοὐναντίον ἤ φησιν Ὅμηρος τὸν Ἀχιλλέα νεκρὸν πεπονθέναι. ἐκεῖνος μὲν γὰρ ἔλεγεν ὅτι ζῶν βούλοιτο θητεύειν ἀνδρὶ παρ’ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη, ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν · ὁ δὲ Ἀλέξανδρος δοκεῖ μοι ἑλέσθαι ἂν καὶ τοῦ τρίτου μέρους τῶν νεκρῶν ἄρχειν ἀποθανὼν ἢ ζῆν τὸν ἅπαντα χρόνον θεὸς γενόμενος, μόνον εἰ μὴ βασιλεὺς γένοιτο τῶν ἄλλων θεῶν. 4.51μόνου δ’ἴσως οὐκ ἂν ὑπερεῖδε τοῦ Διός, ὅτι βασιλέα καλοῦσιν αὐτὸν οἱ ἄνθρωποι · ὅθεν καὶ ἐκόλαζεν αὐτὸν ὁ Διογένης πάντα τρόπον. ἔφη οὖν,” ὦ Διόγενες, σὺ μέν μοι παίζειν δοκεῖς · ἐγὼ δὲ ἂν Δαρεῖον ἕλω καὶ ἔτι τὸν Ἰνδῶν βασιλέα, οὐδέν με κωλύσει τῶν πώποτε βασιλέων μέγιστον εἶναι. τί γὰρ ἐμοὶ λοιπόν ἐστι κρατήσαντι Βαβυλῶνος καὶ Σούσων καὶ Ἐκβατάνων καὶ τῶν ἐν Ἰνδοῖς πραγμάτων “; 4.52καὶ ὃς ὁρῶν αὐτὸν φλεγόμενον ὑπὸ τῆς φιλοτιμίας κα- κἀκεῖ τῇ ψυχῇ ὅλον τεταμένον καὶ φερόμενον, ὥσπερ αἱ γέρανοι, ὅποι ἂν ὁρμήσωσιν, ἀποτείνασαι ἑαυτὰς πέτονται,” ἀλλ’οὐδὲν ἕξεις “, ἔφη,” πλέον οὐδενὸς οὐ δὲ τῷ ὄντι βασιλεύσεις ἀφ’ἧς ἔχεις ταύτης διανοίας, οὐ δὲ ἂν ὑπερβαλλόμενος τὸ ἐν Βαβυλῶνι τεῖχος οὕτως ἕλῃς τὴν πόλιν, ἀλλὰ μὴ διορύττων ἔξωθεν καὶ ὑπορύττων, ὁμοίως δὲ καὶ τὸ ἐν Σούσοις καὶ τὸ ἐν Βάκτροις, οὐ δ’ἂν Κῦρον μιμησάμενος κατὰ τὸν ποταμὸν εἰσρυῇς, ὥσπερ ὕδρος, οὐ δ’ἂν ἑτέραν προσλάβῃς μείζω τῆς Ἀσίας ἤπειρον, τὸν Ὠκεανὸν διανηξάμενος. 4.54ἢ σὺ τοὺς ἀλεκτρυόνας οὐ καλεῖς νόθους, οἳ ἂν ὦσιν ἐξ ἀνομοίων; ἢ οὐ μείζων σοι δοκεῖ διαφορὰ θεοῦ πρὸς γυναῖκα θνητὴν ἢ γενναίου ἀλεκτρυόνος; εἰ οὖν γέγονας οὕτως καθάπερ φασί, καὶ σὺ νόθος ἂν εἴης ὥσπερ ἀλεκτρυών. τυχὸν δὲ καὶ μαχιμώτατος ἔσῃ τῶν ἄλλων διὰ ταύτην τὴν νοθείαν “. 4.55” καὶ τίς “, εἶπεν,” ἔτι μοι καταλείπεται πολέμιος, ἐὰν ἕλω τούτους οὓς εἶπον “; ” ὁ πάντων “, ἔφη,” δυσμαχώτατος, οὐ περσίζων, οὐ μηδίζων τῇ φωνῇ, καθάπερ οἶμαι Δαρεῖος, ἀλλὰ μακεδονίζωντε καὶ ἑλληνίζων “. καὶ ὃς ἐταράχθητε καὶ ἠγωνίασεν μή τινα ἐπίσταιτο ἐν Μακεδονίᾳ ἢ ἐν τῇ Ἑλλάδι παρασκευαζόμενον ὡς πολεμήσοντα καὶ ἤρετο,” τίς οὗτός ἐστιν ἐμὸς πολέμιος ἐν τῇ Ἑλλάδι ἢ Μακεδονίᾳ “; 4.56” σύ “, ἔφη,” ἀγνοεῖς, πάντων μάλιστα γιγνώσκειν οἰόμενος “; ” ἔπειτα “, ἔφη,” οὐκ ἐρεῖς αὐτόν, ἀλλὰ κρύψεις “; ” πάλαι γάρ “, εἶπε,” λέγω, σὺ δὲ οὐκ ἀκούεις, ὅτι σὺ αὑτῷ μάλιστα ἔχθιστος εἶ καὶ πολεμιώτατος, μέχρι ἂν ᾖς κακὸς καὶ ἀνόητος “. ” καὶ οὗτος “, ἔφη,” ἐστὶν ἁνήρ, ὃν σὺ ἀγνοεῖς, ὡς οὐδένα ἄλλον. 4.57οὐδεὶς γὰρ τῶν ἀφρόνων καὶ πονηρῶν ἐπίσταται ἑαυτόν. οὐ γὰρ ἂν τοῦτο πρῶτον προσέταττεν ὁ Ἀπόλλων ὡς χαλεπώτατον ἑκάστῳ, γνῶναι ἑαυτόν. 4.58ἢ οὐ τὴν ἀφροσύνην ἡγῇ μεγίστην καὶ τελεωτάτην πασῶν νόσον καὶ βλάβην τοῖς ἔχουσι καὶ τὸν ἄφρονα ἄνδρα αὐτὸν αὑτῷ βλαβερώτατον; ἢ οὐ τὸν βλαβερώτατον ἑκάστῳ καὶ πλείστων κακῶν αἴτιον, τοῦτον ἔχθιστον καὶ πολεμιώτατον ἐκείνῳ ὁμολογεῖς εἶναι “; 4.59” πρὸς ταῦτα χαλέπαινε καὶ πήδα “, ἔφη,” καὶ μιαρώτατον ἀνθρώπων ἐμὲ νόμιζε καὶ λοιδόρει πρὸς ἅπαντας, ἐὰν δέ σοι δόξῃ, τῷ δορατίῳ διαπερόνησον · ὡς ἀκούσει παρὰ μόνου ἀνθρώπων ἐμοῦ τα- τἀληθῆ, καὶ παρ’οὐδενὸς ἄλλου ἀνθρώπων ἂν μάθοις. πάντες γάρ εἰσι χείρους ἐμοῦ καὶ ἀνελευθερώτεροι “. 4.60ταῦτα δὲ ἔλεγεν ὁ Διογένης, παρ’οὐδὲν μὲν ἡγούμενος, εἰ καί τι πείσεται, πλὴν σαφῶς γε εἰδὼς ὅτι οὐδὲν ἔσοιτο. ἠπίστατο γὰρ τὸν Ἀλέξανδρον δοῦλον ὄντα τῆς δόξης καὶ οὐδέποτ’ἂν ἁμαρτόντα περὶ ἐκείνην. 4.61ἔφη οὖν αὐτὸν μη δὲ τὸ σημεῖον τὸ βασιλικὸν ἔχειν. καὶ ὁ Ἀλέξανδρος θαυμάσας,” οὐκ ἄρτι ἔλεγες “, ἔφη,” ὅτι οὐδὲν δεῖ σημείων τῷ βασιλεῖ “; ” ναὶ μὰ Δί’“, εἶπε,” τῶν γε ἔξωθεν, οἷον τιάρας καὶ πορφύρας · τούτων γὰρ οὐδέν ἐστιν ὄφελος · τὸ δὲ ἐκ τῆς φύσεως αὐτῷ δεῖ προσεῖναι πάντων μάλιστα “. 4.62” καὶ τί τοῦτό ἐστιν “, ἔφη ὁ Ἀλέξανδρος; ” ὃ καὶ τῶν μελιττῶν, ἦ δ’ὅς, τῷ βασιλεῖ πρόσεστιν. ἢ οὐκ ἀκήκοας ὅτι ἐστὶ βασιλεὺς ἐν ταῖς μελίτταις φύσει γιγνόμενος, οὐκ ἐκ γένους τοῦτο ἔχων, ὥσπερ ὑμεῖς φατε, ἀφ’Ἡρακλέους ὄντες “; ” τί οὖν τοῦτό ἐστιν “, εἶπεν ὁ Ἀλέξανδρος,” τὸ σημεῖον “; 4.63” οὐκ ἀκήκοας “, εἶπε,” τῶν γεωργῶν ὅτι μόνη ἐκείνη ἡ μέλιττα ἄνευ κέντρου ἐστίν, ὡς οὐδὲν αὐτῇ δέον ὅπλου πρὸς οὐδένα; οὐδεμία γὰρ αὐτῇ τῶν ἄλλων μελιττῶν ἀμφισβητήσει περὶ τῆς βασιλείας οὐ δὲ μαχήσεται τοῦτο ἐχούσῃ. σὺ δέ μοι δοκεῖς οὐ μόνον περιπατεῖν, ἀλλὰ καὶ καθεύδειν ἐν τοῖς ὅπλοις “. 4.64” οὐκ οἶσθα “, ἔφη,” ὅτι φοβουμένου ἐστὶν ἀνθρώπου ὅπλα ἔχειν; φοβούμενος δὲ οὐδέποτ’ἂν οὐδεὶς γένοιτο βασιλεύς, οὐ μᾶλλον ἢ δοῦλος “. ἀκούσας δὲ ὁ Ἀλέξανδρος ὀλίγου ἐκ τῆς χειρὸς ἀφῆκε τὸ δοράτιον. 4.65ταῦτα δὲ ἔλεγεν ὁ Διογένης, προτρέπων αὐτὸν εὐεργεσίᾳ πιστεύειν καὶ τῷ δίκαιον παρέχειν αὑτόν, ἀλλὰ μὴ τοῖς ὅπλοις. ” σὺ δέ “, ἔφη,” καὶ τὸν θυμὸν ἐν τῇ ψυχῇ φορεῖς ἠκονημένον, χαλεπὸν οὕτως καὶ βίαιον κέντρον. 4.66οὐκ ἀπορρίψας ταῦτα ἃ νῦν ἔχεις, ἐξωμίδα λαβὼν λατρεύσεις τοῖς αὑτοῦ κρείττοσιν, ἀλλὰ περιελεύσῃ διάδημα ἔχων καταγέλαστον; μικρῷ δὲ ὕστερον ἴσως λόφον φύσεις καὶ τιάραν, ὥσπερ οἱ ἀλεκτρυόνες; οὐκ ἐννενόηκας τὴν τῶν Σακῶν ἑορτήν, ἣν Πέρσαι ἄγουσιν, οὗ νῦν ὥρμηκας στρατεύεσθαι “; καὶ ὃς εὐθὺς ἠρώτα,” ποίαν τινά “; 4.67ἐβούλετο γὰρ πάντα εἰδέναι τὰ τῶν Περσῶν πράγματα. ” λαβόντες “, ἔφη,” τῶν δεσμωτῶν ἕνα τῶν ἐπὶ θανάτῳ καθίζουσιν εἰς τὸν θρόνον τὸν τοῦ βασιλέως, καὶ τὴν ἐσθῆτα διδόασιν αὐτῷ τὴν βασιλικήν, καὶ προστάττειν ἐῶσι καὶ πίνειν καὶ τρυφᾶν καὶ ταῖς παλλακαῖς χρῆσθαι τὰς ἡμέρας ἐκείνας ταῖς βασιλέως, καὶ οὐδεὶς οὐδὲν αὐτὸν κωλύει ποιεῖν ὧν βούλεται. μετὰ δὲ ταῦτα ἀποδύσαντες καὶ μαστιγώσαντες ἐκρέμασαν. 4.68τίνος οὖν ἡγῇ τοῦτο εἶναι σύμβολον καὶ διὰ τί γίγνεσθαι παρὰ τοῖς Πέρσαις; οὐχ ὅτι πολλάκις ἀνόητοι ἄνθρωποι καὶ πονηροὶ τῆς ἐξουσίας ταύτης καὶ τοῦ ὀνόματος τυγχάνουσιν, ἔπειτα χρόνον τινὰ ὑβρίσαντες αἴσχιστα καὶ τάχιστα ἀπόλλυνται; 4.69οὐκοῦν τότε, ἐπειδὰν ἄρωσι τὸν ἄνθρωπον ἐκ τῶν δεσμῶν, εἰκός ἐστι τὸν μὲν ἀνόητον καὶ ἄπειρον τοῦ πράγματος χαίρειν καὶ μακαρίζειν ἑαυτὸν ἐπὶ τοῖς γιγνομένοις, τὸν δὲ εἰδότα ὀδύρεσθαι καὶ μὴ ἐθέλειν ἑκόντα συνακολουθεῖν, ἀλλὰ μᾶλλον, ὥσπερ εἶχε, μένειν ἐν ταῖς πέδαις. 4.70μὴ οὖν πρότερον, ὦ μάταιε, βασιλεύειν ἐπιχείρει πρὶν ἢ φρονῆσαι “. ” τέως δέ “, ἔφη,” κρεῖττον μηδὲν προστάττειν, ἀλλὰ μόνον αὐτὸν ζῆν διφθέραν ἔχοντα “. ” σύ “, ἔφη,” κελεύεις ἐμὲ διφθέραν λαβεῖν τὸν ἀφ’Ἡρακλέους γεγονότα καὶ τῶν Ἑλλήνων ἡγεμόνα καὶ Μακεδόνων βασιλέα “; 4.71” πάνυ γε “, εἶπεν,” ὥσπερ ὁ πρόγονός σου “. ” ποῖος “, ἔφη,” πρόγονος “; ” Ἀρχέλαος. ἢ οὐκ αἰπόλος ἦν ὁ Ἀρχέλαος οὐ δὲ ἦλθεν εἰς Μακεδονίαν αἶγας ἐλαύνων; πότερον οὖν αὐτὸν ἐν πορφύρᾳ μᾶλλον ἢ ἐν διφθέρᾳ οἴει τοῦτο ποιεῖν “; καὶ ὁ Ἀλέξανδρος ἀνείθητε καὶ ἐγέλασε καὶ ἔφη,” τὰ περὶ τὸν χρησμόν, ὦ Διόγενες, λέγεις “. 4.72ὁ δὲ στρυφνῷ τῷ προσώπῳ,” ποῖον “, εἶπε,” χρησμόν; οὐκ οἶδα ἔγωγε, πλὴν ὅτι αἰπόλος ἦν ὁ Ἀρχέλαος. ἀλλ’ἂν ἀπαλλαγῇς τοῦ τύφου καὶ τῶν νῦν πραγμάτων, ἔσῃ βασιλεύς, οὐ λόγῳ τυχόν, ἀλλ’ἔργῳ · καὶ κρατήσεις οὐ μόνον τῶν ἀνδρῶν ἁπάντων, ἀλλὰ καὶ τῶν γυναικῶν, ὥσπερ ὁ Ἡρακλῆς, ὅν σου φῂς πρόγονον εἶναι “. 4.73καὶ ὅς,” ποίων “, ἔφη,” γυναικῶν “; ” ἢ δῆλον “, ἔφη,” ὅτι τῶν Ἀμαζόνων λέγεις “; ” ἀλλ’ἐκείνων “, ἦ δ’ὅς,” οὐδὲν ἦν κρατῆσαι χαλεπόν · ἑτέρου δέ τινος γένους, δεινοῦ καὶ ἀγρίου παντελῶς. ἢ οὐκ ἀκήκοας τὸν Λιβυκὸν μῦθον “; 4.74καὶ ὃς οὐκ ἔφη ἀκηκοέναι. διηγεῖτο δὴ μετὰ ταῦτα προθύμως καὶ ἡδέως, βουλόμενος αὐτὸν παραμυθήσασθαι, καθάπερ αἱ τίτθαι τὰ παιδία, ἐπειδὰν αὐτοῖς πληγὰς ἐμβάλωσι, παραμυθούμεναι καὶ χαριζόμεναι μῦθον αὐτοῖς ὕστερον διηγήσαντο. 4.75” εὖ δὲ ἴσθι “, ἔφη,” ὅτι οὐ πρότερον ἔσῃ βασιλεύς, πρὶν ἂν ἱλάσῃ τὸν αὑτοῦ δαίμονα καὶ θεραπεύσας ὡς δεῖ ἀποδείξῃς ἀρχικόντε καὶ ἐλευθέριον καὶ βασιλικόν, ἀλλὰ μή, ὡς νῦν ἔχεις, δοῦλον καὶ ἀνελεύθερον καὶ πονηρόν “. 4.76ἐνταῦθα δὴ ὁ Ἀλέξανδρος ἐκπεπληγμένος τοῦ ἀνθρώπου τὸ ἀνδρεῖον καὶ τὸ ἀδεές, νομίσας πλέον τι τῶν ἄλλων ἐπίστασθαι αὐτόν, παντοδαπὸς ἦν ἱκετεύων μὴ φθονῆσαι μηδένα τρόπον, ἀλλὰ φράσαι τίς ἔστιν ὁ δαίμων αὐτοῦ καὶ πῶς χρὴ ἱλάσασθαι αὐτόν. ἤλπιζε γὰρ ὄνομά τι ἀκούσεσθαι δαίμονος καὶ θυσίας τινὰς ἢ καθαρμούς, οὓς δεῖ ἐπιτελέσαι. 4.77κατιδὼν οὖν αὐτὸν ὁ Διογένης τεθορυβημένον καὶ σφόδρα τῇ ψυχῇ μετέωρον, προσέπαιζε καὶ περιεῖλκεν, εἴ πως δύναιτο κινηθεὶς ἀπὸ τοῦ τύφου καὶ τῆς δόξης μικρόν τι ἀνανῆψαι. 4.78καὶ γὰρ δὴ ᾐσθάνετο αὐτὸν νῦν μὲν ἡδόμενον, νῦν δὲ λυπούμενον ἐν τῷ αὐτῷ καὶ τὴν ψυχὴν αὐτοῦ ἄκριτον οὖσαν, ὥσπερ τὸν ἀέρα ἐν ταῖς τροπαῖς, ὅταν ἐκ τοῦ αὐτοῦ νέφους ὕῃτε καὶ λάμπῃ ὁ ἥλιος. συνίει δὲ ὅτι καὶ τοῦ τρόπου κατεφρόνει, ἐν ᾧ διελέγετο πρὸς αὐτόν, ἅτε οὐδέποτε ἀκηκοὼς δεινοῦ λέγειν ἀνδρός, ἀλλὰ τοὺς τῶν σοφιστῶν θαυμάζων λόγους, ὡς ὑψηλούςτε καὶ μεγαλοπρεπεῖς. 4.79βουλόμενος οὖν χαρίσασθαι αὐτῷ, ἅματε ἐπιδεῖξαι ὅτι οὐκ ἀδύνατός ἐστιν ὥσπερ ἵππον εὐμαθῆ καὶ πειθόμενον, ὅταν αὐτῷ δοκῇ, τὸν λόγον ἐπᾶραι, λέγει πρὸς αὐτὸν οὕτως περὶ δαιμόνων, ὅτι οὐκ εἰσὶν ἔξωθεν τῶν ἀνθρώπων οἱ πονηροὶ καὶ ἀγαθοὶ δαίμονες, οἱ τὰς συμφορὰς καὶ τὰς εὐτυχίας φέροντες αὐτοῖς, ὁ δὲ ἴδιος ἑκάστου νοῦς, οὗτός ἐστι δαίμων τοῦ ἔχοντος ἀνδρός, ἀγαθὸς μὲν ὁ τοῦ φρονίμου καὶ ἀγαθοῦ δαίμων, πονηρὸς δὲ ὁ τοῦ πονηροῦ, ὡσαύτως δὲ ἐλεύθερος μὲν ὁ τοῦ ἐλευθέρου, δοῦλος δὲ ὁ τοῦ δούλου, καὶ βασιλικὸς μὲν ὁ τοῦ βασιλικοῦ καὶ μεγαλόφρονος, ταπεινὸς δὲ ὁ τοῦ ταπεινοῦ καὶ ἀγεννοῦς. 4.81” ἵνα δέ “, ἔφη,” μὴ καθ’ἓν ἕκαστον ἐπιὼν πολύ τι πλῆθος ἐπάγωμαι λόγων, ἐρῶ τοὺς κοινοτάτους καὶ φανερωτάτους δαίμονας, ὑφ’ὧν ἅπαντες, ὡς εἰπεῖν, ἐλαύνονται τύραννοι καὶ ἰδιῶται καὶ πλούσιοι καὶ πένητες καὶ ὅλα ἔθνη καὶ πόλεις “. ἐνταῦθα δὴ πάντα ἀνεὶς κάλων μάλα ὑψηλῶς καὶ ἀδεῶς τὸν ἑξῆς διεπέραινε λόγον. 4.82” πολλαὶ μέν, ὦ παῖ Φιλίππου, περὶ πάντα κακίαιτε καὶ διαφθοραὶ τῶν ἀθλίων ἀνθρώπων, καὶ τοσαῦται σχεδὸν ὅσας οὐ δυνατὸν διελθεῖν. τῷ ὄντι γὰρ κατὰ τὸν ποιητὴν οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδ’εἰπεῖν ἔπος οὐ δὲ πάθος οὐ δὲ συμφορὰν θεήλατον, ἧς οὐκ ἂν ἄραιτ’ἄχθος ἀνθρώπου φύσις. 4.83τριῶν δὲ ἐπικρατούντων, ὡς ἔπος εἰπεῖν, βίων, εἰς οὓς μάλιστα ἐμπίπτουσιν οἱ πολλοί, μὰ Δί’οὐ μετὰ λογισμοῦ σκεψάμενοι καὶ δοκιμάσαντες, ἀλόγῳ δὲ ὁρμῇ καὶ τύχῃ προσενεχθέντες, τοσούτους φατέον εἶναι καὶ δαίμονας, οἷς συνέπονται καὶ λατρεύουσιν ὁ πολὺς καὶ ἀμαθὴς ὅμιλος, ἄλλοι ἄλλῳ, καθάπερ ἡγεμόνι πονηρῷ καὶ μαινομένῳ πονηρὸς καὶ ἀσελγὴς θίασος. 4.84ἔστι δὲ τούτων ὧν ἔφην βίων ὁ μὲν ἡδυπαθὴς καὶ τρυφερὸς περὶ τὰς τοῦ σώματος ἡδονάς, ὁ δ’αὖ φιλοχρήματος καὶ φιλόπλουτος, ὁ δὲ τρίτος ἀμφοτέρων ἐπιφανέστερόςτε καὶ μᾶλλον τεταραγμένος, ὁ φιλότιμος καὶ φιλόδοξος, ἐκδηλοτέραν καὶ σφοδροτέραν ἐπιδεικνύμενος τὴν ταραχὴν καὶ τὴν μανίαν, ἐξαπατῶν αὑτόν, ὡς καλοῦ δή τινος ἐραστήν. 4.85φέρε οὖν καθάπερ οἱ κομψοὶ τῶν δημιουργῶν ἐπὶ πάντα ἔμβραχυ φέρουσι τὴν αὑτῶν ἐπίνοιαν καὶ τέχνην, οὐ μόνον τὰς τῶν θεῶν ἀπομιμούμενοι φύσεις ἀνθρωπίνοις εἴδεσιν, ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον, ποταμούςτε ἐνίοτε γράφοντες ἀνδράσιν ὁμοίους καὶ κρήνας ἔν τισι γυναικείοις εἴδεσι, νήσουςτε καὶ πόλεις καὶ τὰ ἄλλα μικροῦ δεῖν ξύμπαντα, ὁποῖον καὶ Ὅμηρος ἐτόλμησεν ἐπιδεῖξαι Σκάμανδρον φθεγγόμενον ὑπὸ τῇ δίνῃ, κα- κἀκεῖνοι φωνὰς μὲν οὐκ ἔχουσι προσθεῖναι τοῖς εἰδώλοις, εἴδη δὲ οἰκεῖα καὶ σημεῖα ἀπὸ τῆς φύσεως, οἷον τοὺς ποταμοὺς κατακειμένους γυμνοὺς τὸ πλέον, γένειον πολὺ καθεικότας, μυρίκην ἢ κάλαμον ἐστεφανωμένους · 4.87οὐκοῦν καὶ ἡμεῖς μὴ χείρους μη δὲ φαυλότεροι περὶ τοὺς λόγους φανῶμεν ἢ ἐκεῖνοι περὶ τὰς αὑτῶν τέχνας, τῷ πλάττειν καὶ ἀφομοιοῦν τοὺς τρόπους τοῦ τριπλοῦ δαίμονος τῶν τριῶν βίων, τὴν ἐναντίαν ἕξιν καὶ ἀντίστροφον ἐπιδεικνύμενοι τῆς τῶν λεγομένων φυσιογνωμόνων ἐμπειρίας καὶ μαντικῆς. 4.88οἱ μὲν γὰρ ἀπὸ τῆς μορφῆς καὶ τοῦ εἴδους τὸ ἦθος γιγνώσκουσι καὶ ἀπαγγέλλουσιν, ἡμεῖς δὲ ἀπὸ τῶν ἠθῶν καὶ τῶν ἔργων χαρακτῆρα καὶ μορφὴν ἀξίαν ἐκείνων σπάσωμεν, εἰ ἄρα μᾶλλον ἅψασθαι δυνησόμεθα τῶν πολλῶν καὶ φαυλοτέρων · πρὸς τὸ ἀποδεῖξαι τὴν τῶν βίων ἀτοπίαν οὐδὲν ἄσχημον ὂν οὐ δὲ νεμεσητὸν καὶ ποιηταῖς παραβαλλομένους καὶ χειροτέχναις καὶ καθαρταῖς ὁρᾶσθαι, εἰ δέοι, σπεύδειν πανταχόθεν εἰκόνας καὶ παραδείγματα πορίζοντας, ἄν πως ἰσχύσωμεν ἀποτρέψαι κακίας καὶ ἀπάτης καὶ πονηρῶν ἐπιθυμιῶν, εἰς ἀρετῆς δὲ φιλίαν προαγαγεῖν καὶ ἔρωτα καὶ ζωῆς ἀμείνονος · 4.90ἢ ὡς εἰώθασιν ἔνιοι τῶν περὶ τὰς τελετὰς καὶ τὰ καθάρσια, μῆνιν Ἑκάτης ἱλασκόμενοίτε καὶ ἐξάντη φάσκοντες ποιήσειν, ἔπειτα οἶμαι φάσματα πολλὰ καὶ ποικίλα πρὸ τῶν καθαρμῶν ἐξηγούμενοι καὶ ἐπιδεικνύντες, ἅ φασιν ἐπιπέμπειν χολουμένην τὴν θεόν. 4.91εἶεν · ὁ μὲν δὴ φιλοχρήματος δαίμων χρυσοῦ καὶ ἀργύρου καὶ γῆς καὶ βοσκημάτων καὶ συνοικιῶν καὶ πάσης κτήσεως ἐραστής. ἆρα οὐκ ἂν σκυθρωπόςτε καὶ συννεφὴς ἰδεῖν ἐν σχήματι ταπεινῷ καὶ ἀγεννεῖ πλάττοιτο ὑπὸ δημιουργοῦ μὴ φαύλου τὴν τέχνην; αὐχμηρὸς καὶ ῥυπῶν, οὔτε παῖδας ἢ γονέας οὔτε πατρίδα φιλῶν, ἢ συγγένειαν ἄλλο τι νομίζων ἢ τὰ χρήματα, τοὺς δὲ θεοὺς πλέον οὐδὲν εἶναι λογιζόμενος, ὅ τι μὴ πολλοὺς αὐτῷ μη δὲ μεγάλους θησαυροὺς παραδεικνύουσιν ἢ θανάτους οἰκείων τινῶν καὶ συγγενῶν, ὅπως ἔχοι κληρονομεῖν, τὰς δὲ ἑορτὰς ζημίαν ἄλλως ἡγούμενος καὶ ματαίαν δαπάνην, ἀγέλαστος καὶ ἀμειδίατος, ὑφορώμενος ἅπαντας καὶ βλαβεροὺς ἡγούμενος καὶ ἀπιστῶν πᾶσιν, ἁρπακτικὸν βλέπων, ἀεὶ κινῶν τοὺς δακτύλους, ἤτοι τὴν αὑτοῦ λογιζόμενος οὐσίαν ἢ τῶν ἄλλων τινός, τα- τἄλλα δὲ ἀναίσθητος καὶ ἀμαθής, παιδείας καὶ γραμμάτων καταγελῶν, πλὴν ὅσον περὶ λογισμοὺς καὶ συμβόλαια, τυφλοῦ δικαίως καὶ λεγομένου καὶ γραφομένου τοῦ πλούτου τυφλότερος ἐραστής, περὶ πάντα λυττῶν κτήματα καὶ οὐδὲν ἀπόβλητον ἡγούμενος, οὐχ ὥσπερ τὴν μαγνῆτιν λίθον ἕλκειν φασὶ πρὸς αὑτὴν τὸν σίδηρον, ἀλλὰ καὶ χαλκὸν καὶ μόλυβδον προσαγόμενος, κα- κἂν ψάμμον ἢ λίθον διδῷ τις, πανταχῇ καὶ περὶ πάντα σχεδόν τι τὸ ἔχειν τοῦ μὴ ἔχειν λυσιτελέστερόντε καὶ ἄμεινον ἡγούμενος, μάλιστα δὲ περὶ τὴν τοῦ ἀργυρίου κτῆσιν ἔκφρων καὶ συντεταμένος, ὅτι δὴ τάχιστα κα- κἀδαπανώτατα πρόεισι, σὺν ἡμέρᾳ καὶ νυκτὶ προβαῖνον καὶ φθάνον οἶμαι τὰς τῆς σελήνης περιόδους, τὸ δὲ τῆς ἀπεχθείας καὶ τὸ τοῦ μίσους καὶ τῶν βλασφημιῶν οὐδαμῇ λογιζόμενος, ἔτι δὲ τῇ μὲν ἄλλῃ κτήσει καλλωπισμόν τινα προσεῖναι καὶ διατριβὴν ἡγούμενος, τὸ δὲ ἀργύριον ὡς ἐν βραχυτάτῳ συνειληφέναι τὴν τοῦ πλούτου δύναμιν. 4.95τοῦτο οὖν διώκει καὶ ζητεῖ πανταχόθεν, οὐδέν τι μεταστρεφόμενος, οὔτ’εἰ μετ’αἰσχύνης οὔτ’εἰ μετ’ἀδικίας γίγνοιτο, πλὴν ὅσον τὰς κολάσεις ὑφορώμενος ὁδοιδόκων ἀσφαλέστερος δειλίᾳ κρατηθείς, κυνὸς ἀχρήστου ψυχὴν ἔχων, τὰ μὲν ἁρπάζοντος, ἐὰν ἐλπίσῃ λήσεσθαι, τοῖς δὲ ἐπεμβλέποντος καὶ ἄκοντος ἀπεχομένου διὰ τοὺς ἐφεστηκότας φύλακας. 4.96ἔστω δὴ βραχὺς ἰδεῖν, δουλοπρεπής, ἄγρυπνος, οὐδέποτε μειδιῶν, ἀεί τῳ λοιδορούμενος καὶ μαχόμενος, πορνοβοσκῷ μάλιστα προσεοικὼς τότε σχῆμα καὶ τὸν τρόπον ἀναιδεῖ καὶ γλίσχρῳ, βαπτὸν ἀμπεχομένῳ τριβώνιον μιᾶς τινος τῶν ἑταιρῶν ὧν ἴσμεν, τοὺς αὑτοῦ φίλουςτε καὶ ἑταίρους, μᾶλλον δὲ δούλους καὶ ὑπηρέτας λωβώμενος καὶ καταισχύνων πάντα τρόπον, ἐάντε ἐν ἰδιώτου σχήματι λάβῃ τινὰς ἐάντε ἐν βασιλέως. 4.98ἢ οὐ πολλοὺς τῶν καλουμένων βασιλέων ἰδεῖν ἔστι καπήλους καὶ τελώνας καὶ πορνοβοσκούς; ἀλλὰ Δρόμωνα μὲν καὶ Σάραμβον, ὅτι ἐν Ἀθήναις καπηλεύουσι καὶ ὑπὸ Ἀθηναίων τοῦτο ἀκούουσι τὸ ὄνομα, δικαίως φαμὲν ἀκούειν, Δαρεῖον δὲ τὸν πρότερον, ὅτι ἐν Βαβυλῶνι καὶ Σούσοις ἐκαπήλευε, καὶ Πέρσαι αὐτὸν ἔτι καὶ νῦν καλοῦσι κάπηλον, οὐ δικαίως κεκλῆσθαι; 4.99ἴδιόν γε μὴν τούτῳ συμβέβηκε παρὰ τοὺς ἄλλους δαίμονας · ἐνίοτε μὲν γὰρ ἄρχει καὶ κρατεῖ τῆς ψυχῆς, ἐνίοτε δὲ ἐκείνοις συνέπεται διὰ τὸ πάσης ἐπιθυμίας καὶ σπουδῆς ὑπηρέτηντε καὶ διάκονον ἀπροφάσιστον εἶναι τὸν πλοῦτον. 4.100ἀλλ’ἐγὼ λέγω νῦν τὸν αὐτὸν ἡγούμενον καὶ προεστηκότα τῆς τοῦ δυστυχοῦς ἀνθρώπου διανοίας, οὔτε ἐφ’ἡδονήν τινα οὔτε εἰς δόξαν ἀναφέροντα τὴν τῶν χρημάτων κτῆσιν, οὐ δὲ ὡς ἀναλώσοντα καὶ χρησόμενον ξυνάγοντα, ἀνέξοδον δὲ καὶ ἀχρεῖον φυλάττοντα τὸν πλοῦτον τῷ ὄντι, κατάκλειστον ἔν τισι κρυπτοῖς καὶ ἀφεγγέσι θαλάμοις. 4.101εἶεν · ὁ δὲ δὴ δεύτερος ἀνήρτε καὶ δαίμων ἐκείνου τοῦ ἀνδρός, ὁ τὰ τῆς ἡδονῆς ἀναφαίνων ὄργια καὶ τὴν θεὸν ταύτην θαυμάζων καὶ προτιμῶν, ἀτεχνῶς γυναικείαν θεόν, ποικίλος καὶ πολυειδὴς περίτε ὀσμὰς καὶ γεύσεις ἀπλήρωτος, ἔτι δὲ οἶμαι περὶ πάντα μὲν ὁράματα, πάντα δὲ ἀκούσματα τὰ πρὸς ἡδονήν τινα φέροντα, πάσας δὲ ἁφὰς προσηνεῖςτε καὶ μαλακὰς λουτρῶντε ὁσημέραι θερμῶν μᾶλλον δὲ καὶ τῆς ἡμέρας, καὶ χρίσεων οὐ κάματον ἰωμένων, πρὸς δὲ αὖ τούτοις ἐσθήτωντε μαλακῶν ἕλξεις καὶ κατακλίσεις ἠσκημένας καὶ διακονίας ἀκριβεῖς καθ’ἑκάστην ἐπιθυμίαντε καὶ χρείαν, περὶ ταῦτα πάντα δεινῶς ἐπτοημένος, μάλιστα μέντοι καὶ ἀκρατέστατα περὶ τὴν τῶν ἀφροδισίων ὀξεῖαν καὶ διάπυρον μανίαν θηλυκῶντε καὶ ἀρρενικῶν μίξεων καὶ ἔτι πλειόνων ἀρρήτων καὶ ἀνωνύμων αἰσχρουργιῶν, ἐπὶ πάντα ὁμοίως τὰ τοιαῦτα φερόμενος καὶ ἄγων, οὐδὲν ἀπώμοτον οὐ δὲ ἄπρακτον ποιούμενος. 4.103νῦν γὰρ δὴ ἕνα τοῦτον τίθεμεν τὸν ἁπάσας τὰς τοιαύτας παρειληφότα νόσους καὶ ἀκρασίας τῆς ψυχῆς, ἵνα μὴ πολύν τινα ἀθροίσωμεν ἑσμὸν μοιχικῶν τινων δαιμονίων καὶ φιλόψων καὶ φιλοίνων καὶ ἄλλων δὴ μυρίων, ἀλλ’ἁπλῶς ἕνα δαίμονα τιθῶμεν τὸν ἀκόλαστον καὶ δεδουλωμένον ὑφ’ἡδονῆς, ἐὰν μὲν ἐπιρρέῃ ποθὲν ἀνελλιπὲς τὸ τῆς χορηγίας, χρημάτων βασιλικῶν ἤ τινος μεγάλης ἰδιωτικῆς ὑπούσης οὐσίας, ἐν πολλῇ καὶ ἀφθόνῳ κυλινδούμενον ἀσελγείᾳ μέχρι γήρως · 4.104εἰ δὲ μή, ταχὺ μάλα ἐξαναλώσαντα τὰ παρόντα, πένητα ἀκρατῆ καὶ ἀκόλαστον ἐν σπάνει καὶ ἱμέρῳ δεινῶς τῶν ἐπιθυμιῶν λειπόμενον. 4.105ἔτι δέ τινας οὗτος τῶν ὑπ’αὐτοῦ κρατουμένων εἰς γυναικεῖον μετέβαλε βίοντε καὶ σχῆμα, ὥσπερ οἱ μῦθοί φασι τοὺς μεταβαλόντας ἐξ ἀνθρώπων εἰς ὄρνιθας ἢ θηρία, ἐὰν τύχωσι τοιαύτης ἡττηθέντες ἡδονῆς · 4.106πάλιν δὲ κα- κἀνταῦθα διττὴ χορηγία πέφηνεν. ὁ μὲν γὰρ ἀσθενήςτε καὶ ἄτολμος ἐκ τούτου τοῦ γένους δαίμων ἐπίτε τὰς γυναικείας νόσους καὶ ἄλλας αἰσχύνας, ὁπόσαις πρόσεστι ζημία καὶ ὀνείδη, προσάγει ῥᾳδίως · ὅπου δὲ ἡδονῶν τινων τιμωρίαι πρόσεισι, θανάτοις ἢ δεσμοῖς κολάζουσαι τοὺς ἐξαμαρτάνοντας ἢ χρημάτων πολλῶν ἐκτίσεσιν, οὐ πάνυ τι πρὸς ταῦτα ἐφίησιν. 4.107ὁ δὲ ἀτενέστερόςτε καὶ θρασύτερος πάντα ἁπλῶς ὑπερβαίνειν ἀναγκάζει τάτε ἀνθρώπινα καὶ τὰ θεῖα. καὶ ὁ μὲν ἀσθενήςτε καὶ ἄτολμος ἔνθα προσθέμενος τὴν τοιαύτην αἰσχύνην ὁμολογεῖ οὐδενὸς ἀνδρείου πράγματος ἁπτόμενος, ἀλλὰ παραχωρῶν τῶν κοινῶν καὶ πολιτικῶν πράξεων τοῖς ἄμεινον βεβιωκόσιν · 4.108ὁ δὲ ἰταμὸς καὶ ἄτρεστος, πολλὰς ὕβρειςτε καὶ αἰσχύνας ὑπομείνας, ὀστράκου, φασί, μεταπεσόντος, στρατηγὸς ἢ δημαγωγὸς πέφηνεν ὀξὺ καὶ διάτορον βοῶν, ὥσπερ οἱ τῶν δραμάτων ὑποκριταὶ ἀπορρίψας μεταξὺ τὴν γυναικείαν στολήν, ἔπειτα στρατιώτου τινὸς ἢ ῥήτορος στολὴν ἁρπάσας περιέρχεται συκοφάντης καὶ φοβερός, ἀντίον πᾶσι βλέπων. 4.109ἆρ’οὖν ἀρρενωπόν τι καὶ σεμνὸν εἶδος τῷ τοιούτῳ δαίμονι πρέπει ἢ μᾶλλον ὑγρόντε καὶ μαλθακόν; οὐκοῦν τὸ οἰκεῖον αὐτῷ σχῆμα προσθήσομεν, οὐχ ὃ πλαττόμενος ἐνδύεται πολλάκις ἀνδρεῖον καὶ φοβερόν · 4.110προΐτω γε μὴν νὴ Δία τρυφῶντε καὶ μύρου καὶ οἴνου ἀποπνέων ἐν κροκωτῷ μετὰ πολλοῦ καὶ ἀτάκτου γέλωτος, μεθύοντι προσεοικὼς κωμάζοντι μεθ’ἡμέραν ἀσελγῆ κῶμον, στεφάνους τινὰς ἐστεφανωμένος ἑώλους τήντε κεφαλὴν καὶ περὶ τῷ τραχήλῳ, καὶ πλάγιος φερόμενος, ὀρχούμενόςτε καὶ ᾄδων θῆλυ καὶ ἄμουσον μέλος. 4.111ἀγέσθω δὲ ὑπὸ γυναικῶν ἀναισχύντων καὶ ἀκολάστων, ἐπιθυμιῶν τινων λεγομένων ἄλλων ἐπ’ἄλλα ἑλκουσῶν, μηδεμίαν αὐτῶν ἀπωθούμενος μη δὲ ἀντιλέγων, ἀλλὰ ἑτοίμως δὴ καὶ προθύμως συνεπόμενος. 4.112αἱ δὲ μετὰ πολλοῦ πατάγου κυμβάλωντε καὶ αὐλῶν φέρουσαι μαινόμενον αὐτὸν σπουδῇ προΐτωσαν. ὁ δ’ἐκ μέσων ἀναβοάτω τῶν γυναικῶν ὀξύτερον καὶ ἀκρατέστερον, λευκὸς ἰδεῖν καὶ τρυφερός, αἰθρίας καὶ πόνων ἄπειρος, ἀποκλίνων τὸν τράχηλον, ὑγροῖς τοῖς ὄμμασι μάχλον ὑποβλέπων, ἀεί ποτε τὸ σῶμα καταθεώμενος, τῇ ψυχῇ δὲ οὐδὲν προσέχων οὐ δὲ τοῖς ὑπ’αὐτῆς προσταττομένοις. 4.113τοῦτον ἀγαλματοποιὸς ἢ γραφεὺς ἀναγκαζόμενος εἰκάζειν οὐκ ἂν ὁμοιότερον ἄλλῳ ἐργάσαιτο ἢ τῷ Σύρων βασιλεῖ μετ’εὐνούχων καὶ παλλακῶν ἔνδον διαβιοῦντι, στρατοπέδου δὲ καὶ πολέμου καὶ ἀγορᾶς ἀθεάτῳ τὸ παράπαν. 4.114προηγείσθω δὲ καὶ τούτου ἀπάτη, πάνυ ὡραία καὶ πιθανή, κεκοσμημένη κόσμοις πορνικοῖς, μειδιῶσα καὶ ὑπισχνουμένη πλῆθος ἀγαθῶν, ὡς ἐπ’αὐτὴν ἄγουσα τὴν εὐδαιμονίαν, ἕως ἂν εἰς τὸ βάραθρον καταβάλῃ λαθοῦσα, εἰς πολύντε καὶ ῥυπαρὸν βόρβορον, ἔπειτα ἐάσῃ κυλινδεῖσθαι μετὰ τῶν στεφάνων καὶ τοῦ κροκωτοῦ. 4.115τοιούτῳ δεσπότῃ λατρεύουσαι καὶ τοιαῦτα πάσχουσαι πλανῶνται κατὰ τὸν βίον ὅσαι ψυχαὶ πρὸς μὲν πόνους δειλαὶ καὶ ἀδύνατοι, δεδουλωμέναι δὲ ἡδοναῖς, φιλήδονοι καὶ φιλοσώματοι, βίον. αἰσχρὸν καὶ ἐπονείδιστον οὐχ ἑλόμεναι ζῶσιν, ἀλλὰ ἐνεχθεῖσαι πρὸς αὐτόν. 4.116οὐκοῦν μετὰ τοῦτον ὁ λόγος ὥσπερ ἐν ἀγῶνι σφύττει τρίτον εἰσάγειν, ὡς ἐκεῖ χορόν, τὸν φιλότιμον, οὐ πάνυ προθύμως τὰ νῦν ἀγωνιούμενον, καίτοι φιλόνικον ὄντα τῇ φύσει περὶ πάντα καὶ πρωτεύειν ἀξιοῦντα · πλὴν οὐ περὶ δόξης ἢ τιμῆς ἡ κρίσις αὐτῷ τὰ νῦν ἐνέστηκεν, ὑπὲρ δὲ πολλῆς καὶ δικαίας ἀδοξίας. 4.117φέρε δὴ ποῖόν τι πλάττωμεν τότε σχῆμα καὶ εἶδος τοῦ φιλοτίμου δαίμονος; ἢ δῆλον ὅτι πτερωτόντε καὶ ὑπηνέμιον κατὰ τὸ ἦθος αὐτοῦ καὶ τὴν ἐπιθυμίαν ἅμα τοῖς πνεύμασι φερόμενον, ὁποίους τοὺς Βορεάδας ἐνεθυμήθησάντε καὶ ἔγραψαν οἱ γραφεῖς, ἐλαφρούςτε καὶ μεταρσίους, ταῖς τοῦ πατρὸς αὔραις συνθέοντας. 4.118ἀλλ’ἐκεῖνοι μέν, ὁπότε βουληθεῖεν, ἐπεδείκνυντο τὴν αὑτῶν δύναμιν, τέως δὲ μετὰ τῶν ἄλλων ἡρώων ἐν τῇ Ἀργοῖ συνέπλεον ναυτιλλόμενοι καὶ τα- τἄλλα πράττοντες οὐδενὸς ἧττον. ὁ δὲ τῶν φιλοδόξων ἀνδρῶν προστάτης ἀεὶ μετέωρος, οὐδέποτε γῆς ἐφαπτόμενος οὐ δὲ ταπεινοῦ τινος, ἀλλὰ ὑψηλὸς καὶ μετάρσιος, ὅταν μὲν αἰθρίας τύχῃ καὶ γαλήνης ἢ ζεφύρου τινὸς ἐπιεικῶς πνέοντος, ἀεὶ μᾶλλον ἀγαλλόμενόςτε καὶ ἀνιὼν εἰς αὐτὸν τὸν αἰθέρα, πολλάκις δ’ἐν σκοτεινῷ νέφει κρυπτόμενος, ἀδοξίας τινὸς συντρεχούσης καὶ ψόγου παρὰ τῶν πολλῶν ἀνθρώπων, οὓς ἐκεῖνος θεραπεύει καὶ τιμᾷ καὶ τῆς εὐδαιμονίας τῆς αὑτοῦ κυρίους ἀπέδειξεν. 4.120οὐδέν γε μὴν προσέοικεν ἀσφαλείας ἕνεκεν οὔτε ἀετοῖς οὔτε γεράνοις οὔτε ἄλλῳ τινὶ πτηνῷ γένει τὴν φύσιν, ἀλλὰ μᾶλλον ἄν τις αὐτὸν προσεικάσειε τῇ Ἰκαρίου βιαίῳ καὶ παρὰ φύσιν φορᾷ, οὐ δυνατὸν τέχνημα ἐπιχειρήσαντος Δαιδάλου τεχνήσασθαι. 4.121τοιγαροῦν ὑπὸ νεότητος καὶ ἀλαζονείας ἐπιθυμῶν ὑψηλότερος τῶν ἄστρων φέρεσθαι χρόνον μέν τινα ἐσῴζετο βραχύν, χαλωμένων δὲ τῶν δεσμῶν καὶ τοῦ κηροῦ ῥέοντος, ἐπωνυμίαν ἀπὸ τοῦδε τῷ πελάγει παρέσχεν, οὗπερ ἠφανίσθη πεσών · 4.122κα- κἀκεῖνος ἀσθενέσι καὶ κούφοις τῷ ὄντι πιστεύσας πτεροῖς, λέγω δὲ τιμαῖςτε καὶ ἐπαίνοις ὑπὸ τῶν ἀνθρώπων τῶν πολλῶν ὡς ἔτυχε γιγνομένοις, ἐπισφαλῶς καὶ ἀσταθμήτως φέρεται καὶ φέρει τὸν ἄνδρα τὸν αὑτοῦ ζηλωτήντε καὶ ὑπηρέτην, νῦν μὲν ὑψηλὸν καὶ μακάριον πολλοῖς φαινόμενον, πάλιν δὲ αὖ ταπεινόντε καὶ ἄθλιον τοῖςτε ἄλλοις καὶ πρώτῳ καὶ μάλιστα αὑτῷ δοκοῦντα. 4.123εἰ δέ τῳ οὐ φίλον πτηνὸν αὐτὸν διανοεῖσθαι καὶ ποιεῖν, ὁ δὲ ἀφομοιούτω αὐτὸν τῇ τοῦ Ἰξίονος χαλεπῇ καὶ βιαίῳ φορᾷτε καὶ ἀνάγκῃ, τροχοῦ τινος ῥύμῃ κύκλῳ κινουμένουτε καὶ φερομένου. οὐ γὰρ ἀπεοικὸς οὐ δὲ μακρὰν δὴ τῶν σοφῶντε καὶ κομψῶν εἰκασμάτων εἴη ἂν ὁ τροχὸς δόξῃ παραβαλλόμενος, τῇτε κινήσει καὶ μεταβολῇ πάνυ ῥᾳδίως περιθέων, ἐν δὲ τῇ περιφορᾷ παντοῖα σχήματα τὴν ψυχὴν ἀναγκάζων λαμβάνειν μᾶλλον ἢ ὁ τῶν κεραμέων τὰ ἐπ’αὐτῷ πλαττόμενα. 4.124ἄνδρα δὴ τοιοῦτον εἱλούμενον ἀεὶ καὶ περιφερόμενον, κόλακα δήμωντε καὶ ὄχλων ἐν ἐκκλησίαις ἢ ἐπιδείξεσιν ἢ βασιλέων ἢ τυράννων λεγομέναις δὴ φιλίαις καὶ θεραπείαις, τίς οὐκ ἂν ἐλεήσειε τῆς φύσεως καὶ τοῦ βίου; λέγω δὲ οὐχ ὃς ἂν ἀπὸ τοῦ βελτίστου προεστηκὼς πολύ τι πλῆθος ἀνθρώπων πειθοῖ καὶ λόγῳ μετ’εὐνοίας καὶ δικαιοσύνης πειρᾶται ῥυθμίζειντε καὶ ἄγειν ἐπὶ τὰ βελτίω. 4.125ἐχέτω δὴ καὶ οὗτος ἡμῖν ὁ δαίμων τέλος, ἵνα μὴ νῦν στολάςτε καὶ μορφὰς προστιθέντες αὐτῷ καὶ τα- τἄλλα τὰ προσήκοντα πολὺν καὶ ἄπειρον εἰσφερώμεθα λόγων ὄχλον. 4.126εἴη δ’ἂν αὐτοῦ τὸ ἦθος, ὡς ἐν βραχεῖ περιλαβεῖν, φιλόνικον, ἀνόητον, χαῦνον, ἀλαζονείᾳ καὶ ζηλοτυπίᾳ καὶ πᾶσι τοῖς τοιούτοις ἔγγιστα χαλεποῖς καὶ ἀγρίοις πάθεσιν. ἅπαντα γὰρ ταῦτα φιλοτίμῳ τρόπῳ ψυχῆς ἀκοινώνητα καὶ ἄγρια καὶ χαλεπὰ ἀνάγκη πᾶσα συνέπεσθαι, ἔτι δὲ αὐτὸν πολὺ μεταλλάττειν καὶ ἀνώμαλον ἔχειν τὴν διάνοιαν, ἅτε ἀνωμάλῳ δουλεύοντα καὶ προσέχοντα πράγματι, πυκνότερον καὶ συνεχέστερον ἢ τοὺς κυνηγέτας φασὶ χαίροντα καὶ λυπούμενον · 4.127ἐκείνοις γὰρ δὴ μάλιστα τοῦτο πλεῖστον καὶ συνεχέστατον συμβαίνειν λέγουσι, φαινομένηςτε καὶ ἀπολλυμένης τῆς ἄγρας · 4.128ὅταν μὲν γὰρ εὐδοκιμήσειςτε καὶ ἔπαινοι συμβαίνωσιν αὐτοῖς, ἡ ψυχὴ τοῦ τοιούτου ἀνδρὸς αὔξει καὶ βλαστάνει καὶ θαυμαστὸν ἴσχει μέγεθος, καθάπερ Ἀθήνησί φασι τὸν ἱερὸν τῆς ἐλαίας θαλλὸν ἐν ἡμέρᾳ μιᾷ βλαστῆσαι καὶ τέλειον γενέσθαι · ταχὺ δὲ αὖ πάλιν συστέλλεται καὶ ταπεινοῦται καὶ φθίνει, ψόγου τινὸς προσπεσόντος ἢ δυσφημίας. 4.129ἀπάτη δὲ καὶ τούτῳ παρέπεται τῷ δαίμονι ἁπασῶν πιθανωτάτη. οὐ γὰρ ὡς ἡ τοῦ φιλαργύρου καὶ φιληδόνου λαμπρὸν μὲν οὐδὲν λόγῳ ἐδύναντο ὑποσχέσθαι, οὐ δ’ὡς ἐπὶ σεμνὰ καὶ λαμπρὰ προήγαγον τοὺς ἀπατωμένους ὑπ’αὐτῶν, ἀλλὰ μόνον τὸ τῶν ἀγαθῶν αὐτοῖς ὄνομα ἐπεφήμιζον καὶ προσετίθεσαν, οὕτως ἡ τοῦδε ἀπάτη, ἀλλ’ἐπᾴδουσα καὶ γοητεύουσά φησι φιλόκαλον αὐτὸν εἶναι καὶ ὡς ἐπ’ἀρετήν τινα ἢ εὔκλειαν ἄγει τὴν δόξαν. 4.130πάλιν οὖν ἐνθάδε κινδυνεύσω τὸ δεύτερον εἰς τὸν αὐτὸν πεσεῖν μῦθον τὸν Ἰξίονος. καὶ γὰρ ἐκεῖνόν φασιν ἐπιθυμήσαντα τῶν Ἥρας μακαρίων γάμων νεφέλῃ τινὶ συγγενόμενον σκοτεινῇ καὶ ἀχλυώδει ἄχρηστα καὶ ἀλλόκοτα γεννῆσαι τέκνα, τὸ τῶν Κενταύρων γένος ποικίλον καὶ συμπεφορημένον. 4.131ὁ γὰρ εὐκλείας ἔρωτος διαμαρτών, ἔπειτα δόξης ἐπιθυμίᾳ συνών, τῷ ὄντι νεφέλῃ λέληθεν ἀντὶ τῆς θείας καὶ σεμνῆς ὁμιλίας συνών. ἐκ δὲ τῶν τοιούτων συνουσιῶν ἢ γάμων ὠφέλιμον μὲν ἢ χρήσιμον οὐδὲν ἂν γένοιτο, θαυμαστὰ δὲ καὶ ἄλογα, προσεοικότα τοῖς Κενταύροις, δημαγωγῶν τινων πολιτεύματα καὶ ξυγγράμματα σοφιστῶν. 4.132ξεναγοὶ γὰρ καὶ σοφισταὶ καὶ δημαγωγοί · λέγω δὲ διακρίνων στρατηγούςτε καὶ παιδευτὰς καὶ πολιτικοὺς ἄνδρας ἀπὸ τῶν νῦν εἰρημένων · οὗτοι πάντες ἐκείνῳ τῷ δαίμονι προσνέμεσθαι ἄξιοι καὶ τῆς ἐκείνου μερίδοςτε καὶ ἑταιρείας ἀριθμεῖσθαι. 4.133καὶ δὴ νῦν μὲν ἐπεξῆλθον τοὺς ὑφ’ἑνὸς ἑκάστου τῶν εἰρημένων δαιμόνων ἐλαυνομένους · πολλάκις δὲ καὶ δύο τὸν αὐτὸν ἢ πάντες εἰλήχασι, τα- τἀναντία ἀλλήλοις προστάττοντες καὶ ἀπειλοῦντες, εἰ μὴ πείθοιτο, μεγάλαις τισὶ περιβαλεῖν ζημίαις, ὁ μὲν φιλήδονος ἀναλίσκειν εἰς τὰς ἡδονὰς κελεύων, καὶ μήτε χρυσοῦ μήτε ἀργύρου μήτε ἄλλου κτήματος φείδεσθαι μηδενός, ὁ δ’αὖ φιλοχρήματος καὶ μικρολόγος οὐκ ἐῶν, ἀλλὰ κατέχωντε καὶ ἀπειλῶν, εἰ πείσεται ἐκείνῳ, λιμῷτε καὶ δίψῃ καὶ ἁπάσῃ πενίᾳτε καὶ ἀπορίᾳ διολλύειν αὐτόν. 4.135πάλιν δὲ ὁ μὲν φιλόδοξος συμβουλεύει καὶ παρακαλεῖ προΐεσθαι τὰ ὄντα τιμῆς ἕνεκεν · ὁ δὲ καὶ πρὸς τοῦτον ἀπομάχεται καὶ ἀντιβαίνει. καὶ μὴν ὅ γε τῆς ἡδονῆς φίλος καὶ ὁ τῆς δόξης οὔποτε δύνανται συνᾷσαι οὐ δὲ τὸ αὐτὸ εἰπεῖν. ὁ μὲν γὰρ καταφρονεῖ τῆς δόξης καὶ λῆρον ἡγεῖται καὶ τὸ τοῦ Σαρδαναπάλλου προφέρεται πολλάκις ἐλεγεῖον, τόσσ’ἔχω ὅσσ’ἔφαγον καὶ ἐφύβρισα καὶ μετ’ἔρωτος τέρπν’ἔπαθον · τὰ δὲ λοιπὰ καὶ ὄλβια πάντα λέλειπται, καὶ μάλιστα τὸν θάνατον ἀεὶ πρὸ ὀφθαλμῶν δείκνυσιν, ὡς οὐδενὸς ἔτι τῶν ἡδέων δυνησομένῳ μετασχεῖν · 4.136ὁ δὲ φιλόδοξος ἀπάγειτε καὶ ἀφέλκει τῶν ἡδονῶν, τάτε ὀνείδη καὶ τὰς λοιδορίας ἐπανατεινόμενος. 4.137οὐκ ἔχων οὖν ὃ ποιήσῃ καὶ ὅποι τράπηται καὶ καταδύσηται, ἀποδιδράσκει πολλάκις εἰς τὸ σκότος, καὶ πειρᾶται λανθάνων τῷ ἑτέρῳ χαρίζεσθαι καὶ ὑπηρετεῖν · ὁ δὲ ἀποκαλύπτει καὶ εἰς τὸ μέσον αὐτὸν ἕλκει. 4.138οὕτω δὴ ψυχὴν διαφορουμένηντε καὶ διασπωμένην, ἀεί ποτε ἐν μάχῃ καὶ στάσει διηνεκεῖ πρὸς αὑτὴν οὖσαν, ἀνάγκη πρὸς πᾶσαν ἀφικνεῖσθαι δυστυχίαν. ὥσπερ γὰρ τὰ νοσήματα ἀλλήλοις ἐπιπλεκόμενα, τα- τἀναντία δοκοῦντα πολλάκις, χαλεπὴν καὶ ἄπορον ποιεῖ τὴν ἴασιν, τὸν αὐτὸν οἶμαι τρόπον ἀνάγκη γίγνεσθαι καὶ τῶν τῆς ψυχῆς συμμιγνυμένωντε καὶ συμπλεκομένων εἰς τὸ αὐτὸ παθῶν. 4.139ἀλλὰ δὴ μεταλαβόντες καθαράντε καὶ κρείττω τῆς πρότερον ἁρμονίας τὸν ἀγαθὸν καὶ σώφρονα ὑμνῶμεν δαίμονα καὶ θεὸν, οἷς ποτε ἐκείνου τυχεῖν ἐπέκλωσαν ἀγαθαὶ Μοῖραι παιδείας ὑγιοῦς καὶ λόγου μεταλαβοῦσι καὶ δὴ πεπρωμένον αὐτοῖς ἐκ θεῶν ἐγένετο “.