Orations, Oration 11

Dio Chrysostom

  1. Oration 1
  2. Oration 2
  3. Oration 3
  4. Oration 4
  5. Oration 5
  6. Oration 6
  7. Oration 7
  8. Oration 8
  9. Oration 9
  10. Oration 10
  11. Oration 11
  12. Oration 12
  13. Oration 13
  14. Oration 14
  15. Oration 15
  16. Oration 16
  17. Oration 17
  18. Oration 18
  19. Oration 19
  20. Oration 20
  21. Oration 21
  22. Oration 22
  23. Oration 23
  24. Oration 24
  25. Oration 25
  26. Oration 26
  27. Oration 27
  28. Oration 28
  29. Oration 29
  30. Oration 30
  31. Oration 31
  32. Oration 32
  33. Oration 33
  34. Oration 34
  35. Oration 35
  36. Oration 36
  37. Oration 37
  38. Oration 38
  39. Oration 39
  40. Oration 40
  41. Oration 41
  42. Oration 42
  43. Oration 43
  44. Oration 44
  45. Oration 45
  46. Oration 46
  47. Oration 47
  48. Oration 48
  49. Oration 49
  50. Oration 50
  51. Oration 51
  52. Oration 52
  53. Oration 53
  54. Oration 54
  55. Oration 55
  56. Oration 56
  57. Oration 57
  58. Oration 58
  59. Oration 59
  60. Oration 60
  61. Oration 61
  62. Oration 62
  63. Oration 63
  64. Oration 64
  65. Oration 65
  66. Oration 66
  67. Oration 67
  68. Oration 68
  69. Oration 69
  70. Oration 70
  71. Oration 71
  72. Oration 72
  73. Oration 73
  74. Oration 74
  75. Oration 75
  76. Oration 76
  77. Oration 77/78
  78. Oration 79
  79. Oration 80
11.1οἶδα μὲν ἔγωγε σχεδὸν ὅτι διδάσκειν μὲν ἀνθρώπους ἅπαντας χαλεπόν ἐστιν, ἐξαπατᾶν δὲ ῥᾴδιον. καὶ μανθάνουσι μὲν μόγις, ἐάν τι καὶ μάθωσι, παρ’ὀλίγων τῶν εἰδότων, ἐξαπατῶνται δὲ τάχιστα ὑπὸ πολλῶν τῶν οὐκ εἰδότων, καὶ οὐ μόνον γε ὑπὸ τῶν ἄλλων, ἀλλὰ καὶ αὐτοὶ ὑφ’αὑτῶν. τὸ μὲν γὰρ ἀληθὲς πικρόν ἐστι καὶ ἀηδὲς τοῖς ἀνοήτοις, τὸ δὲ ψεῦδος γλυκὺ καὶ προσηνές.
11.2ὥσπερ οἶμαι καὶ τοῖς νοσοῦσι τὰ ὄμματα τὸ μὲν φῶς ἀνιαρὸν ὁρᾶν, τὸ δὲ σκότος ἄλυπον καὶ φίλον, οὐκ ἐῶν βλέπειν. πῶς ἂν ἴσχυε τὰ ψεύδη πολλάκις πλέον τῶν ἀληθῶν, εἰ μὴ δι’ἡδονὴν ἐνίκα; χαλεποῦ δέ, ὡς ἔφην, ὄντος τοῦ διδάσκειν, τῷ παντὶ χαλεπώτερον τὸ μεταδιδάσκειν, ἄλλωςτε ὅταν πολύν τινες χρόνον ὦσι τὰ ψευδῆ ἀκηκοότες καὶ μὴ μόνον αὐτοὶ ἐξηπατημένοι, ἀλλὰ καὶ οἱ πατέρες αὐτῶν καὶ οἱ πάπποι καὶ σχεδὸν πάντες οἱ πρότερον.
11.3οὐ γάρ ἐστι ῥᾴδιον τούτων ἀφελέσθαι τὴν δόξαν, οὐ δ’ἂν πάνυ τις ἐξελέγχῃ. καθάπερ οἶμαι τῶν τὰ ὑποβολιμαῖα παιδάρια θρεψάντων χαλεπὸν ὕστερον ἀφελέσθαι τἀληθῆ λέγοντα γε ἐν ἀρχῇ, εἴ τις αὐτοῖς ἔφρασεν, οὐκ ἄν ποτε ἀνείλοντο. οὕτω δὲ τοῦτο ἰσχυρόν ἐστιν ὥστε πολλοὶ τὰ κακὰ μᾶλλον προσποιοῦνται καὶ ὁμολογοῦσι καθ’αὑτῶν, ἂν ὦσι πεπεισμένοι πρότερον, τἀγαθὰ μετὰ χρόνον ἀκούοντες.
11.4οὐκ ἂν οὖν θαυμάσαιμι καὶ ὑμᾶς, ἄνδρες Ἰλιεῖς, εἰ πιστότερον ἡγήσασθαι Ὅμηρον τὰ χαλεπώτατα ψευσάμενον καθ’ὑμῶν ἐμὲ τἀληθῆ λέγοντα, κἀκεῖνον μὲν ὑπολαβεῖν θεῖον ἄνδρα καὶ σοφόν, καὶ τοὺς παῖδας εὐθὺς ἐξ ἀρχῆς τὰ ἔπη διδάσκειν οὐθὲν ἄλλο κατάρας ἔχοντα κατὰ τῆς πόλεως, καὶ ταύτας οὐκ ἀληθεῖς, ἐμοῦ δὲ μὴ ἀνέχοισθε τὰ ὄντα καὶ γενόμενα λέγοντος, ὅτι πολλοῖς ἔτεσιν ὕστερον Ὁμήρου γέγονα.
11.5καίτοι φασὶ μὲν οἱ πολλοὶ τὸν χρόνον τῶν πραγμάτων καὶ κριτὴν ἄριστον εἶναι, ὅτι δ’ἂν ἀκούωσι μετὰ πολὺν χρόνον, διὰ τοῦτο ἄπιστον νομίζουσιν. εἰ μὲν οὖν παρ’Ἀργείοις ἐτόλμων ἀντιλέγειν Ὁμήρῳ, καὶ τὴν ποίησιν αὐτοῦ δεικνύναι ψευδῆ περὶ τὰ μέγιστα, τυχὸν ἂν εἰκότως ἤχθοντό μοι καὶ τῆς πόλεως ἐξέβαλλον εἰ τὴν παρ’ἐκείνων δόξαν ἐφαινόμην ἀφανίζων καὶ καθαιρῶν · ὑμᾶς δὲ δίκαιόν ἐστί μοι χάριν εἰδέναι καὶ ἀκροᾶσθαι προθύμως · ὑπὲρ γὰρ τῶν ὑμετέρων προγόνων ἐσπούδακα.
11.6προλέγω δὲ ὑμῖν ὅτι τοὺς λόγους τούτους ἀνάγκη καὶ παρ’ἑτέροις ῥηθῆναι καὶ πολλοὺς πυθέσθαι · τούτων δὲ οἱ μέν τινες οὐ συνήσουσιν, οἱ δὲ προσποιήσονται καταφρονεῖν, οὐ καταφρονοῦντες αὐτῶν, οἱ δέ τινες ἐπιχειρήσουσιν ἐξελέγχειν, μάλιστα δὲ οἶμαι τοὺς κακοδαίμονας σοφιστάς. ἐγὼ δὲ ἐπίσταμαι σαφῶς ὅτι οὐ δὲ ὑμῖν πρὸς ἡδονὴν ἔσονται. οἱ γὰρ πλεῖστοι τῶν ἀνθρώπων οὕτως ἄγαν εἰσὶν ὑπὸ δόξης διεφθαρμένοι τὰς ψυχὰς ὥστε μᾶλλον ἐπιθυμοῦσι περιβόητοι εἶναι ἐπὶ τοῖς μεγίστοις ἀτυχήμασιν μηδὲν κακὸν ἔχοντες ἀγνοεῖσθαι.
11.7αὐτοὺς γὰρ οἶμαι τοὺς Ἀργείους μὴ ἂν ἐθέλειν ἄλλως γεγονέναι τὰ περὶ τὸν Θυέστην καὶ τὸν Ἀτρέα καὶ τοὺς Πελοπίδας, ἀλλ’ἄχθεσθαι σφόδρα, ἐάν τις ἐξελέγχῃ τοὺς μύθους τῶν τραγῳδῶν, λέγων ὅτι οὔτε Θυέστης ἐμοίχευσε τὴν τοῦ Ἀτρέως οὔτε ἐκεῖνος ἀπέκτεινε τοὺς τοῦ ἀδελφοῦ παῖδας οὐ δὲ κατακόψας εἱστίασε τὸν Θυέστην οὔτε Ὀρέστης αὐτόχειρ ἐγένετο τῆς μητρός. ἅπαντα ταῦτα εἰ λέγοι τις, χαλεπῶς ἂν φέροιεν ὡς λοιδορούμενοι.
11.8τὸ δὲ αὐτὸ τοῦτο κἂν Θηβαίους οἶμαι παθεῖν, εἴ τις τὰ παρ’αὐτοῖς ἀτυχήματα ψευδῆ ἀποφαίνοι, καὶ οὔτε τὸν πατέρα Οἰδίπουν ἀποκτείναντα οὔτε τῇ μητρὶ συγγενόμενον οὔθ’ἑαυτὸν τυφλώσαντα οὔτε τοὺς παῖδας αὐτοῦ πρὸ τοῦ τείχους ἀποθανόντας ὑπ’ἀλλήλων, οὔθ’ὡς Σφὶγξ ἀφικομένη κατεσθίοι τὰ τέκνα αὐτῶν, ἀλλὰ τοὐναντίον ἥδονται ἀκούοντες καὶ τὴν Σφίγγα ἐπιπεμφθεῖσαν αὐτοῖς διὰ χόλον Ἥρας καὶ τὸν Λάϊον ὑπὸ τοῦ υἱέος ἀναιρεθέντα καὶ τὸν Οἰδίπουν ταῦτα ποιήσαντα καὶ παθόντα τυφλὸν ἀλᾶσθαι, καὶ πρότερον ἄλλου βασιλέως αὐτῶν καὶ τῆς πόλεως οἰκιστοῦ, Ἀμφίονος, τοὺς παῖδας, ἀνθρώπων καλλίστους γενομένους, κατατοξευθῆναι ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος ·
11.9καὶ ταῦτα καὶ αὐλούντων καὶ ᾀδόντων ἀνέχονται παρ’αὑτοῖς ἐν τῷ θεάτρῳ, καὶ τιθέασιν ἆθλα περὶ τούτων, ὃς ἂν οἰκτρότατα εἴπῃ περὶ αὐτῶν αὐλήσῃ · τὸν δὲ εἰπόντα ὡς οὐ γέγονεν οὐδὲν αὐτῶν ἐκβάλλουσιν.
11.10εἰς τοῦτο μανίας οἱ πολλοὶ ἐληλύθασι καὶ οὕτω πάνυ τῦφος αὐτῶν κεκράτηκεν. ἐπιθυμοῦσι γὰρ ὡς πλεῖστον ὑπὲρ αὐτῶν γίγνεσθαι λόγον · ὁποῖον δέ τινα, οὐθὲν μέλει αὐτοῖς. ὅλως δὲ πάσχειν μὲν οὐ θέλουσι τὰ δεινὰ διὰ δειλίαν, φοβούμενοι τούςτε θανάτους καὶ τὰς ἀλγηδόνας · ὡς δὲ παθόντες μνημονεύεσθαι περὶ πολλοῦ ποιοῦνται.
11.11ἐγὼ δὲ οὔθ’ὑμῖν χαριζόμενος οὔθ’Ὁμήρῳ διαφερόμενος οὐ δὲ τῆς δόξης φθονῶν ἐκείνῳ, πειράσομαι δεικνύειν ὅσα μοι δοκεῖ ψευδῆ εἰρηκέναι περὶ τῶν ἐνθάδε πραγμάτων, οὐκ ἄλλοθέν ποθεν, ἀλλ’ἐξ αὐτῆς τῆς ποιήσεως ἐλέγχων, τῷτε ἀληθεῖ βοηθῶν καὶ μάλιστα διὰ τὴν Ἀθηνᾶν, ὅπως μὴ δοκῇ ἀδίκως διαφθεῖραι τὴν αὑτῆς πόλιν μη δὲ ἐναντία βούλεσθαι τῷ αὑτῆς πατρί, οὐχ ἧττον δὲ διὰ τὴν Ἥραν καὶ τὴν Ἀφροδίτην.
11.12δεινὸν γὰρ τὴν μὲν τῷ Διὶ συνοῦσαν μὴ νομίσαι αὐτὸν κριτὴν ἱκανὸν τοῦ αὑτῆς εἴδους, εἰ μὴ ἀρέσει καὶ τῶν ἐν Ἴδῃ βουκόλων ἑνί, τὴν δὲ ἀρχὴν ὑπὲρ κάλλους ἐρίζειν τῇ Ἀφροδίτῃ, πρεσβυτάτην φάσκουσαν εἶναι τῶν Κρόνου παίδων, ὡς αὐτὸς Ὅμηρος ἀπήγγειλε ποιήσας, καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης, ἔτι δὲ οὕτω χαλεπῶς διατεθῆναι πρὸς τὸν Πάριν, αὐτὴν ἐπιτρέψασαν τὴν κρίσιν ·
11.13καίτοι οὐ δὲ τῶν ἀνθρώπων ὃς ἂν ἐπιτρέψῃ δίαιταν, ἐχθρὸν ἡγεῖται τὸν διαιτητήν, ἐὰν μὴ δικάσῃ καθ’ἑαυτόν · τὴν δέ γε Ἀφροδίτην οὕτως αἰσχρὰν καὶ ἄδικον καὶ ἀσύμφορον δοῦναι δωρεάν, καὶ μηδένα ποιήσασθαι λόγον μήτε τῆς Ἑλένης ἀδελφῆς οὔσης μήτε τοῦ Ἀλεξάνδρου τοῦ προκρίναντος αὐτήν, ἀλλὰ χαρίζεσθαι τοιοῦτον γάμον δι’ὃν αὐτόςτε ἔμελλεν ἀπόλλυσθαι καὶ οἱ γονεῖς αὐτοῦ καὶ πόλις.
11.14ἔτι δὲ οὐκ ἄξιον οἶμαι παριδεῖν οὐ δὲ τὸ τῆς Ἑλένης, τοῦ Διὸς λεγομένη θυγάτηρ διὰ μὲν τὴν ἄδικον φήμην περιβόητος ἐπ’αἰσχύνῃ γέγονε, διὰ δὲ τὴν αὑτῆς ἰσχὺν θεὸς ἐνομίσθη παρὰ τοῖς Ἕλλησιν. ἀλλ’ὅμως ὑπὲρ τηλικούτων ὄντος τοῦ λόγου τινὲς τῶν σοφιστῶν ἀσεβεῖν με φήσουσιν Ὁμήρῳ ἀντιλέγοντα καὶ ἐπιχειρήσουσι διαβάλλειν πρὸς τὰ δύστηνα μειράκια, ὧν ἐμοὶ ἐλάττων λόγος ἐστὶν πιθήκων.
11.15πρῶτον μὲν οὖν φασι τὸν Ὅμηρον ὑπὸ πενίαςτε καὶ ἀπορίας προσαιτεῖν ἐν τῇ Ἑλλάδι · τὸν δὲ τοιοῦτον ἀδύνατον ἡγοῦνται ψεύσασθαι πρὸς χάριν τῶν διδόντων, οὐ δ’ἂν τὰ τοιαῦτα λέγειν ὁποῖα ἔμελλεν ἐκείνοις καθ’ἡδονὴν ἔσεσθαι · τοὺς δὲ νῦν πτωχοὺς οὐδέν φασιν ὑγιὲς λέγειν, οὐ δὲ μάρτυρα οὐδεὶς ἂν ἐκείνων οὐδένα ποιήσαιτο ὑπὲρ οὐδενός, οὐ δὲ τοὺς ἐπαίνους τοὺς παρ’αὐτῶν ἀποδέχονται ὡς ἀληθεῖς.
11.16ἴσασι γὰρ ὅτι πάντα θωπεύοντες ὑπ’ἀνάγκης λέγουσιν. ἔπειτα δὲ εἰρήκασι τοὺς μὲν ὡς πτωχῷ, τοὺς δὲ ὡς μαινομένῳ ἀπάρχεσθαι, καὶ μᾶλλον οἴονται τοὺς τότε καταγνῶναι αὐτοῦ μανίαν τἀληθῆ λέγοντος ψευδομένου. οὐ μὴν ὅσον γε ἐπὶ τούτοις ψέγω Ὅμηρον · κωλύει γὰρ οὐθὲν ἄνδρα σοφὸν πτωχεύειν οὐ δὲ μαίνεσθαι δοκεῖν · ἀλλ’ὅτι κατὰ τὴν ἐκείνων δόξαν, ἣν ἔχουσι περὶ Ὁμήρου καὶ περὶ τῶν τοιούτων, εἰκός ἐστι μηθὲν ὑγιὲς εἶναι τῶν εἰρημένων ὑπ’αὐτοῦ.
11.17οὐ τοίνυν οὐ δὲ τόδε νομίζουσιν, οὐκ εἶναι ἐν τῇ Ὁμήρου φύσει τὸ ψεῦδος οὐ δὲ ἀποδέχεσθαι αὐτὸν τοιοῦτον οὐδέν · πλεῖστα γοῦν τὸν Ὀδυσσέα πεποίηκε ψευδόμενον, ὃν μάλιστα ἐπῄνει, τὸν δὲ Αὐτόλυκον καὶ ἐπιορκεῖν φησι, καὶ τοῦτ’αὐτῷ παρὰ τοῦ Ἑρμοῦ δεδόσθαι. περὶ δὲ θεῶν πάντες, ὡς ἔπος εἰπεῖν, ὁμολογοῦσι μηθὲν ἀληθὲς λέγειν Ὅμηρον καὶ οἱ πάνυ ἐπαινοῦντες αὐτόν, καὶ τοιαύτας ἀπολογίας πειρῶνται πορίζειν, ὅτι οὐ φρονῶν ταῦτ’ἔλεγεν, ἀλλ’αἰνιττόμενος καὶ μεταφέρων.
11.18τί οὖν κωλύει καὶ περὶ τῶν ἀνθρώπων αὐτὸν οὕτως εἰρηκέναι; ὅστις γὰρ περὶ θεῶν οὐ φανερῶς τἀληθῆ φησιν, ἀλλὰ τοὐναντίον οὕτως ὥστε τὰ ψευδῆ μᾶλλον ὑπολαμβάνειν τοὺς ἐντυγχάνοντας, καὶ ταῦτα μηδὲν ὠφελούμενος, πῶς ἂν περί γε ἀνθρώπων ὀκνήσειεν ὁτιοῦν ψεῦδος εἰπεῖν; καὶ ὅτι μὲν πεποίηκεν ἀλγοῦντας τοὺς θεοὺς καὶ στένοντας καὶ τιτρωσκομένους καὶ ἀποθνῄσκοντας σχεδόν, ἔτι δὲ μοιχείας καὶ δεσμὰ καὶ διεγγυήσεις θεῶν, οὐ λέγω, πρότερον εἰρημένα πολλοῖς. οὐ δὲ γὰρ βούλομαι κατηγορεῖν Ὁμήρου, μόνον δὲ ἐπιδεῖξαι τἀληθὲς ὡς γέγονεν · ἐπεί τοι καὶ ἀπολογήσομαι περὶ αὐτοῦ τὰ ἐμοὶ δοκοῦντα.
11.19ὅτι δὲ τὸ ψεῦδος οὐκ ὤκνει πάντων μάλιστα οὐ δὲ αἰσχρὸν ἐνόμιζε, τοῦτο λέγω · πότερον δὲ ὀρθῶς μὴ παρίημι νῦν σκοπεῖν. ἀφεὶς οὖν ὅσα δοκεῖ δεινὰ πεποιηκέναι περὶ θεῶν καὶ οὐ πρέποντα ἐκείνοις, τοσοῦτό φημι μόνον, ὅτι λόγους οὐκ ὤκνει τῶν θεῶν ἀπαγγέλλειν, οὕς φησιν αὐτοὺς διαλέγεσθαι πρὸς αὑτούς, καὶ οὐ μόνον γε τοὺς ἐν κοινῷ γενομένους καὶ παρατυγχανόντων ἁπάντων τῶν θεῶν, ἀλλὰ καὶ οὓς ἰδίᾳ τινὲς διαλέγονται ἀλλήλοις, οἷον Ζεὺς τεθυμωμένος τῇ Ἥρᾳ διὰ τὴν ἀπάτην καὶ τὴν ἧτταν τῶν Τρώων, καὶ πρότερον Ἥρα πρὸς τὴν Ἀφροδίτην, παρακαλοῦσα φαρμάξαι τὸν πατέρα καὶ δοῦναι τὸ φίλτρον αὐτῇ, τὸν κεστὸν ἱμάντα, ὡς εἰκός, ἐν ἀπορρήτῳ τοῦτο ἀξιοῦσα.
11.20οὐ δὲ γὰρ τῶν ἀνθρώπων εἰκὸς ἄλλον τινὰ εἰδέναι τὰ τοιαῦτα, ἀνδρὸς καὶ γυναικὸς διαφερομένων καὶ λοιδορούντων ἐνίοτε ἀλλήλους. καὶ τὸν Ὀδυσσέα πεποίηκεν ἐπανορθούμενον τὸ τοιοῦτο, μὴ δόξῃ ἀλαζὼν διηγούμενος τοὺς παρὰ τοῖς θεοῖς γενομένους ὑπὲρ αὑτοῦ λόγους. ἔφη γὰρ ἀκοῦσαι τῆς Καλυψοῦς, ἐκείνην δὲ παρά του πυθέσθαι · περὶ αὑτοῦ δὲ οὐδὲν τοιοῦτον εἴρηκεν ὅτι πύθοιτο παρὰ θεοῦ τινος.
11.21οὕτω πάνυ κατεφρόνει τῶν ἀνθρώπων, καὶ οὐθὲν αὐτῷ ἔμελεν, εἰ δόξει μηθὲν λέγειν ἀληθές. οὐ γὰρ δὴ πείσειν γε ἐνόμιζέ τινα ὡς ἐπίσταιτο τοὺς παρὰ τοῖς θεοῖς γενομένους ὑπὲρ αὑτοῦ λόγους. ἔφη γὰρ ἀκοῦσαι ἅπαντα καὶ τοὺς πολλοὺς ἔπεισε. διηγεῖται δὲ καὶ τὴν συνουσίαν τὴν τοῦ Διὸς πρὸς τὴν Ἥραν ἐν τῇ Ἴδῃ γενομένην καὶ τοὺς λόγους οὓς εἶπε πρὸ τῆς συνουσίας, ὡς αὐτὸς ἑωρακώςτε καὶ ἀκηκοώς, καὶ οὐδὲν αὐτὸν ἐκώλυσεν, ὡς ἔοικε, τὸ νέφος, περιεκάλυψεν Ζεὺς τοῦ μὴ φανερὸς γενέσθαι.
11.22aτούτοις δὲ ἐπέθηκε τὸν κολοφῶνα σχεδόν · ἵνα γὰρ μὴ ἀπορῶμεν ὅπως ξυνίει τῶν θεῶν, οὕτως διαλέγεται ἡμῖν σχεδὸν ὡς ἔμπειρος τῆς τῶν θεῶν γλώττης, καὶ ὅτι οὐχ αὐτή ἐστι τῇ ἡμετέρᾳ οὐ δὲ τὰ αὐτὰ ὀνόματα ἐφ’ἑκάστῳ λέγουσιν ἅπερ καὶ ἡμεῖς. ἐνδείκνυται δὲ ταῦτα ἐπὶ ὀρνέου τινός, φησι τοὺς μὲν θεοὺς χαλκίδα καλεῖν, τοὺς δὲ ἀνθρώπους κύμινδιν, καὶ ἐπὶ τόπου τινὸς πρὸ τῆς πόλεως, ὃν τοὺς μὲν ἀνθρώπους Βατίειαν ὀνο μάζειν, τοὺς δὲ θεοὺς Σῆμα Μυρίνης.
11.23aπερὶ δὲ τοῦ ποταμοῦ φράσας ἡμῖν ὅτι οὐ Σκάμανδρος ἀλλὰ Ξάνθος λέγοιτο παρὰ τοῖς θεοῖς, αὐτὸς οὕτως ἤδη ἐν τοῖς ἔπεσιν ὀνομάζει, ὡς οὐ μόνον ἐξὸν αὐτῷ τὰς ἄλλας γλώττας μιγνύειν τὰς τῶν Ἑλλήνων, καὶ ποτὲ μὲν αἰολίζειν, ποτὲ δὲ δωρίζειν, ποτὲ δὲ ἰάζειν, ἀλλὰ καὶ διαστὶ διαλέγεσθαι. ταῦτα δέ μοι εἴρηται, ὥσπερ δὴ ἔφην, οὐ κατηγορίας ἕνεκεν, ἀλλ’ὅτι ἀνδρειότατος ἀνθρώπων ἦν πρὸς τὸ ψεῦδος Ὅμηρος καὶ οὐθὲν ἧττον ἐθάρρει καὶ ἐσεμνύνετο ἐπὶ τῷ ψεύδεσθαι τῷ τἀληθῆ λέγειν.
11.24aοὕτω μὲν γὰρ σκοποῦσι πάνυ σμικρὰ καὶ ὀλίγου ἄξια φαίνεται, ἐγώ φημι αὐτὸν ἐψεῦσθαι. τῷ γὰρ ὄντι ἀνθρώπινα ψεύσματα καὶ λίαν πιθανὰ πρὸς θείαν καὶ ἀμήχανον φύσιν. πέρας δὴ ἐπιτέθεικεν · ὥσπερ γὰρ τοῖς βαρβάροις διαλέγονται οἱ δίγλωττοι καλούμενοι καὶ ἑρμηνεύοντες αὐτοῖς τὰ παρ’ἡμῶν, οὕτως Ὅμηρος ἡμῖν διαλέγεται, τὰ παρὰ τῶν θεῶν ἑρμηνεύων, ὥσπερ ἐπιστάμενος τὴν θείαν διάλεκτον ·
11.22bπρῶτον μὲν ὅτι οὐχ αὐτή ἐστι τῇ ἡμετέρᾳ οὐ δὲ τὰ αὐτὰ παράτε ἡμῖν καὶ παρ’ἐκείνοις ὀνόματα, ἔπειτα ἐξηγούμενος περί τινων, ὅπως οἱ θεοὶ νομίζουσιν, οἷον ὅτι τὴν χαλκίδα κύμινδιν οἱ θεοὶ καλοῦσι · τόπον δέ τινα πρὸ τῆς πόλεως, Βατίειαν ὀνομαζόμενον σῆμα Μυρίνης.
11.23τὸ δὲ μῶλυ εἰπὼν ὅπως οἱ θεοὶ λέγουσιν, οὐκέτι προστίθησι τὸ παρὰ τοῖς ἀνθρώποις ὄνομα · καὶ τὸν ποταμὸν εἰπὼν ὅτι οὐ Σκάμανδρος ἀλλὰ Ξάνθος ὀνομάζοιτο παρ’αὐτοῖς, οὕτως ἤδη ἐν τοῖς ἔπεσι χρῆται, ὡς ἐξὸν αὐτῷ, μὴ μόνον τὰς τῶν Ἑλλήνων φωνὰς μιγνύειν, μη δὲ τοῖς σφόδρα ἀρχαίοις μόνον, ἀλλὰ καὶ τοῖς δαιμονίοις χρῆσθαι ὀνόμασι, καὶ ποτὲ μὲν αἰολίζοντα ποτὲ δὲ δωρίζοντα, πάλιν δὲ ἰάζοντα διαλέγεσθαι, καθάπερ οἶμαι θετταλίζοντα κρητίζοντα, οἱονεὶ τὴν ἀγορὰν ἐκάλει λιμένα, Θετταλῶν ἀκούσας.
11.24ταῦτα δέ μοι εἴρηται, ὥσπερ ἤδη ἔφην, οὐ κατηγορίας ἕνεκεν, ἀλλ’ὅτι ἀνδρειότατος ἦν ἀνθρώπων πρὸς τὸ ψεῦδος Ὅμηρος καὶ οὐχ ἧττον ἐθάρρει καὶ ἐσεμνύνετο ἐπὶ τῷ ψεύδεσθαι τῷ τἀληθῆ λέγειν. οὕτω γὰρ σκοποῦσιν οὐδὲν ἔτι φαίνεται παράδοξον οὐ δὲ ἄπιστον τῶν ὑπ’ἐμοῦ δεικνυμένων, ἀλλὰ σμικρὰ καὶ ἀνθρώπεια ψεύσματα πρὸς θεῖα καὶ μεγάλα. ἐπιχειρήσας γὰρ τὸν πόλεμον εἰπεῖν τὸν γενόμενον τοῖς Ἀχαιοῖς πρὸς τοὺς Τρῶας, οὐκ εὐθὺς ἤρξατο ἀπὸ τῆς ἀρχῆς, ἀλλ’ὅθεν ἔτυχεν · ποιοῦσι πάντες οἱ ψευδόμενοι σχεδόν, ἐμπλέκοντες καὶ περιπλέκοντες καὶ οὐθὲν βουλόμενοι λέγειν ἐφεξῆς · ἧττον γὰρ κατάδηλοί εἰσιν · εἰ δὲ μή, ὑπ’αὐτοῦ τοῦ πράγματος ἐξελέγχονται.
11.25τοῦτο δὲ ἰδεῖν ἔστι καὶ ἐν τοῖς δικαστηρίοις καὶ παρ’ἄλλοις γιγνόμενον, οἳ μετὰ τέχνης ψεύδονται. οἱ δὲ βουλόμενοι τὰ γενόμενα ἐπιδεῖξαι, ὡς ξυνέβη ἕκαστον, οὕτως ἀπαγγέλλουσι, τὸ πρῶτον πρῶτον καὶ τὸ δεύτερον δεύτερον καὶ τἄλλα ἐφεξῆς ὁμοίως. ἓν μὲν τοῦτο αἴτιον τοῦ μὴ κατὰ φύσιν ἄρξασθαι τῆς ποιήσεως · ἕτερον δέ, ὅτι τὴν ἀρχὴν αὐτῆς καὶ τὸ τέλος μάλιστα ἐπεβούλευσεν ἀφανίσαι καὶ ποιῆσαι τὴν ἐναντίαν δόξαν ὑπὲρ αὐτῶν.
11.26ὅθεν οὔτε τὴν ἀρχὴν οὔτε τὸ τέλος ἐτόλμησεν εἰπεῖν ἐκ τοῦ εὐθέος, οὐ δὲ ὑπέσχετο ὑπὲρ τούτων οὐδὲν ἐρεῖν, ἀλλ’εἴ που καὶ μέμνηται, παρέργως καὶ βραχέως, καὶ δῆλός ἐστιν ἐπιταράττων · οὐ γὰρ ἐθάρρει πρὸς αὐτὰ οὐ δὲ ἐδύνατο εἰπεῖν ἑτοίμως. συμβαίνει δὲ καὶ τοῦτο τοῖς ψευδομένοις ὡς τὸ πολύ γε, ἄλλα μέν τινα λέγειν τοῦ πράγματος καὶ διατρίβειν ἐπ’αὐτοῖς, δ’ἂν μάλιστα κρύψαι θέλωσιν, οὐ προτιθέμενοι λέγουσιν οὐ δὲ προσέχοντι τῷ ἀκροατῇ, οὐ δ’ἐν τῇ αὑτοῦ χώρᾳ τιθέντες, ἀλλ’ὡς ἂν λάθοι μάλιστα, καὶ διὰ τοῦτο καὶ ὅτι αἰσχύνεσθαι ποιεῖ τὸ ψεῦδος καὶ ἀποκνεῖν προσιέναι πρὸς αὑτό, ἄλλωςτε ὅταν περὶ τῶν μεγίστων.
11.27ὅθεν οὐ δὲ τῇ φωνῇ μέγα λέγουσιν οἱ ψευδόμενοι, ὅταν ἐπὶ τοῦτο ἔλθωσιν · οἱ δέ τινες αὐτῶν βατταρίζουσι καὶ ἀσαφῶς λέγουσιν · οἱ δὲ οὐχ ὡς αὐτοί τι εἰδότες, ἀλλ’ὡς ἑτέρων ἀκούσαντες. ὃς δ’ἂν ἀληθὲς λέγῃ τι, θαρρῶν καὶ οὐδὲν ὑποστελλόμενος λέγει. οὔτε οὖν τὰ περὶ τὴν ἁρπαγὴν τῆς Ἑλένης Ὅμηρος εἴρηκεν ἐκ τοῦ εὐθέος οὐ δὲ παρρησίαν ἄγων ἐπ’αὐτοῖς οὔτε τὰ περὶ τῆς ἁλώσεως τῆς πόλεως. καίτοι γάρ, ὡς ἔφην, ἀνδρειότατος ὢν ὑποκατεκλίνετο καὶ ἡττᾶτο, ὅτι ᾔδει τἀναντία λέγων τοῖς οὖσι καὶ τὸ κεφάλαιον αὐτὸ τοῦ πράγματος ψευδόμενος.
11.28 πόθεν μᾶλλον ἄρξασθαι ἔπρεπεν ἀπ’αὐτοῦ τοῦ ἀδικήματος καὶ τῆς ὕβρεως τοῦ Ἀλεξάνδρου, δι’ἣν συνέστη πόλεμος, ἐπειδὴ συνωργίζοντο ἂν πάντες οἱ τῇ ποιήσει ἐντυγχάνοντες καὶ συνεφιλονίκουν ὑπὲρ τοῦ τέλους καὶ μηδεὶς ἠλέει τοὺς Τρῶας ἐφ’οἷς ἔπασχον · οὕτω γὰρ εὐνούστερον καὶ προθυμότερον ἕξειν ἔμελλε τὸν ἀκροατήν.
11.29εἰ δ’αὖ ἐβούλετο τὰ μέγιστα καὶ φοβερώτατα εἰπεῖν καὶ πάθη παντοδαπὰ καὶ συμφοράς, ἔτι δὲ πάντων μάλιστα ἕκαστος ἐπόθει ἀκοῦσαι, τί μεῖζον δεινότερον εἶχεν εἰπεῖν τῆς ἁλώσεως; οὔτε ἀνθρώπους πλείους ἀποθνήσκοντας οὐ δὲ οἰκτρότερον τοὺς μὲν ἐπὶ τοὺς βωμοὺς τῶν θεῶν καταφεύγοντας, τοὺς δὲ ἀμυνομένους ὑπὲρ τῶν τέκνων καὶ τῶν γυναικῶν, οὔτε γυναῖκας παρθένους ἄλλοτε ἀγομένας βασιλίδας ἐπὶ δουλείᾳτε καὶ αἰσχύνῃ, τὰς μὲν ἀνδρῶν, τὰς δὲ πατέρων, τὰς δὲ ἀδελφῶν ἀποσπωμένας, τὰς δέ τινας αὐτῶν τῶν ἀγαλμάτων, ὁρώσας μὲν τοὺς φιλτάτους ἄνδρας ἐν φόνῳ κειμένους καὶ μὴ δυναμένας ἀσπάσασθαι μη δὲ καθελεῖν τοὺς ὀφθαλμούς, ὁρώσας δὲ τὰ νήπια βρέφη πρὸς τῇ γῇ παιόμενα ὠμῶς, οὔτε ἱερὰ πορθούμενα θεῶν οὔτε χρημάτων πλῆθος ἁρπαζόμενον οὔτε κατ’ἄκρας ὅλην ἐμπιμπραμένην τὴν πόλιν οὔτε μείζονα βοὴν κτύπον χαλκοῦτε καὶ πυρὸς τῶν μὲν φθειρομένων, τῶν δὲ ῥιπτουμένων ·
11.30 τὸν Πρίαμον πεποίηκε λέγοντα ἐπ’ὀλίγον ὡς ἐσόμενα, τυχὸν αὐτῷ ὡς γιγνόμενα διελθεῖν, ὅπως ἐβούλετο καὶ μεθ’ὅσου τἄλλα εἰώθει δείματος, ἐκπλήττωντε καὶ αὔξων τὰ μικρότατα.
11.31εἰ δέ γε ἤθελεν ἀνδρῶν ἐπισήμων εἰπεῖν θάνατον, πῶς ἀπέλιπε τὸν τοῦ Ἀχιλλέως καὶ τὸν τοῦ Μέμνονος καὶ Ἀντιλόχου καὶ Αἴαντος καὶ αὐτοῦ τοῦ Ἀλεξάνδρου; πῶς δὲ τὴν Ἀμαζόνων στρατείαν καὶ τὴν μάχην ἐκείνην τὴν λεγομένην τοῦ Ἀχιλλέως καὶ τῆς Ἀμαζόνος γενέσθαι καλὴν οὕτως καὶ παράδοξον;
11.32ὁπότε τὸν ποταμὸν αὐτῷ πεποίηκε μαχόμενον ὑπὲρ τοῦ λέγειν τι θαυμαστόν, ἔτι δὲ τοῦ Ἡφαίστου καὶ τοῦ Σκαμάνδρου μάχην καὶ τῶν ἄλλων θεῶν πρὸς ἀλλήλους, τροπάςτε καὶ ἥττας καὶ τραύματα ἐπιθυμῶν , τι εἴποι μέγα καὶ θαυμαστόν, ὑπὸ ἀπορίας πραγμάτων τοσούτων ἔτι καὶ τηλικούτων ἀπολειπομένων.
11.33ἀνάγκη οὖν ἐκ τούτων ὁμολογεῖν ἀγνώμονα Ὅμηρον καὶ φαῦλον κριτὴν τῶν πραγμάτων, ὥστε τὰ ἐλάττω καὶ ταπεινότερα αἱρεῖσθαι, καταλιπόντα ἄλλοις τὰ μέγιστάτε καὶ σπουδαιότατα, μὴ δύνασθαι αὐτόν, ὅπερ εἶπον, ἰσχυρίζεσθαι τὰ ψευδῆ, μη δ’ἐν τούτοις ἐπιδεικνύναι τὴν ποίησιν ἐβούλετο κρύψαι ὅπως γέγονεν.
11.34οὕτως γὰρ καὶ ἐν Ὀδυσσείᾳ τὰ μὲν περὶ τὴν Ἰθάκην καὶ τὸν θάνατον τῶν μνηστήρων αὐτὸς λέγει, τὰ δὲ μέγιστα τῶν ψευσμάτων οὐχ ὑπέμεινεν εἰπεῖν, τὰ περὶ τὴν Σκύλλαν καὶ τὸν Κύκλωπα καὶ τὰ φάρμακα τῆς Κίρκης, ἔτι δὲ τὴν εἰς ᾅδου κατάβασιν τοῦ Ὀδυσσέως, ἀλλὰ τὸν Ὀδυσσέα ἐποίησε διηγούμενον τοῖς περὶ τὸν Ἀλκίνοον · ἐκεῖ δὲ καὶ τὰ περὶ τὸν ἵππον καὶ τὴν ἅλωσιν τῆς Τροίας διεξιόντα τὸν Δημόδοκον ἐν ᾠδῇ δι’ὀλίγων ἐπῶν.
11.35δοκεῖ δέ μοι μη δὲ προθέσθαι ταῦτα τὴν ἀρχήν, ἅτε οὐ γενόμενα, προϊούσης δὲ τῆς ποιήσεως, ἐπεὶ ἑώρα τοὺς ἀνθρώπους ῥᾳδίως πάντα πειθομένους, καταφρονήσας αὐτῶν καὶ ἅμα χαριζόμενος τοῖς Ἕλλησι καὶ τοῖς Ἀτρείδαις πάντα συγχέαι καὶ μεταστῆσαι τὰ πράγματα εἰς τοὐναντίον. λέγει δὲ ἀρχόμενος, μῆνιν ἄειδε, θεά, Πηληιάδεω Ἀχιλῆος οὐλομένην, μυρί’Ἀχαιοῖς ἄλγε’ἔθηκε, πολλὰς δ’ἰφθίμους ψυχὰς ἄϊδι προΐαψεν ἡρώων · αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν οἰωνοῖσίτε πᾶσι · Διὸς δ’ἐτελείετο βουλή.
11.36ἐνταῦθά φησι περὶ μόνης ἐρεῖν τῆς τοῦ Ἀχιλλέως μήνιδος καὶ τὰς συμφορὰς καὶ τὸν ὄλεθρον τῶν Ἀχαιῶν, ὅτι πολλὰ καὶ δεινὰ ἔπαθον καὶ πολλοὶ ἀπώλοντο καὶ ἄταφοι ἔμειναν, ὡς ταῦτα μέγιστα τῶν γενομένων καὶ ἄξια τῆς ποιήσεως, καὶ τὴν τοῦ Διὸς βουλὴν ἐν τούτοις φησὶ τελεσθῆναι, ὥσπερ οὖν καὶ συνέβη · τὴν δὲ ὕστερον μεταβολὴν τῶν πραγμάτων καὶ τὸν τοῦ Ἕκτορος θάνατον, ἔμελλε χαριεῖσθαι, οὐ φαίνεται ὑποθέμενος, οὐ δὲ ὅτι ὕστερον ἑάλω τὸ Ἴλιον · ἴσως γὰρ οὐκ ἦν πω βεβουλευμένος ἀναστρέφειν ἅπαντα.
11.37ἔπειτα βουλόμενος τὴν αἰτίαν εἰπεῖν τῶν κακῶν, ἀφεὶς τὸν Ἀλέξανδρον καὶ τὴν Ἑλένην περὶ Χρύσου φλυαρεῖ καὶ τῆς ἐκείνου θυγατρός. ἐγὼ οὖν ὡς ἐπυθόμην παρὰ τῶν ἐν Αἰγύπτῳ ἱερέων ἑνὸς εὖ μάλα γέροντος ἐν τῇ Ὀνούφι, ἄλλατε πολλὰ τῶν Ἑλλήνων καταγελῶντος ὡς οὐθὲν εἰδότων ἀληθὲς περὶ τῶν πλείστων, καὶ μάλιστα δὴ τεκμηρίῳ τούτῳ χρωμένου ὅτι Τροίαντέ εἰσι πεπεισμένοι ὡς ἁλοῦσαν ὑπὸ Ἀγαμέμνονος καὶ ὅτι Ἑλένη συνοικοῦσα Μενελάῳ ἠράσθη Ἀλεξάνδρου · καὶ ταῦτα οὕτως ἄγαν πεπεισμένοι εἰσὶν ὑφ’ἑνὸς ἀνδρὸς ἐξαπατηθέντες ὥστε καὶ ὀμόσαι ἕκαστος.
11.38ἔφη δὲ πᾶσαν τὴν πρότερον ἱστορίαν γεγράφθαι παρ’αὐτοῖς, τὴν μὲν ἐν τοῖς ἱεροῖς, τὴν δ’ἐν στήλαις τισί, τὰ δὲ μνημονεύεσθαι μόνον ὑπ’ὀλίγων, τῶν στηλῶν διαφθαρεισῶν, πολλὰ δὲ καὶ ἀγνοεῖσθαι τῶν ἐν ταῖς στήλαις γεγραμμένων διὰ τὴν ἀμαθίαντε καὶ ἀμέλειαν τῶν ἐπιγιγνομένων · εἶναι δὲ καὶ ταῦτα ἐν τοῖς νεωτάτοις τὰ περὶ τὴν Τροίαν · τὸν γὰρ Μενέλαον ἀφικέσθαι παρ’αὐτοὺς καὶ διηγήσασθαι ἅπαντα ὡς ἐγένετο.
11.39δεομένου δέ μου διηγήσασθαι, τὸ μὲν πρῶτον οὐκ ἐβούλετο, λέγων ὅτι ἀλαζόνες εἰσὶν οἱ Ἕλληνες καὶ ἀμαθέστατοι ὄντες πολυμαθεστάτους ἑαυτοὺς νομίζουσι · τούτου δὲ μηθὲν εἶναι νόσημα χαλεπώτερον μήτε ἑνὶ μήτε πολλοῖς ὅταν τις ἀμαθὴς ὢν σοφώτατον ἑαυτὸν νομίζῃ. τοὺς γὰρ τοιούτους τῶν ἀνθρώπων μηδέποτε δύνασθαι τῆς ἀγνοίας ἀπολυθῆναι.
11.40οὕτως δέ, ἔφη, γελοίως ἀπὸ τούτων διάκεισθε ὑμεῖς ὥστε ποιητὴν ἕτερον Ὁμήρῳ πεισθέντα καὶ ταὐτὰ πάντα ποιήσαντα περὶ Ἑλένης, Στησίχορον, ὡς οἶμαι, τυφλωθῆναί φατε ὑπὸ τῆς Ἑλένης, ὡς ψευσάμενον, αὖθις δὲ ἀναβλέψαι τἀναντία ποιήσαντα. καὶ ταῦτα λέγοντες οὐδὲν ἧττον ἀληθῆ φασιν εἶναι τὴν Ὁμήρου ποίησιν καὶ ἀκούοντες τὸν μὲν Στησίχορον ἐν τῇ ὕστερον ᾠδῇ λέγειν ὅτι τὸ παράπαν οὐ δὲ πλεύσειεν Ἑλένη οὐδαμόσε, ἄλλους δέ τινας ὡς ἁρπασθείη μὲν Ἑλένη ὑπὸ τοῦ Ἀλεξάνδρου, δεῦρο δὲ παρ’ἡμᾶς εἰς Αἴγυπτον ἀφίκοιτο καὶ τοῦ πράγματος οὕτως ἀμφισβητουμένου καὶ πολλὴν ἄγνοιαν ἔχοντος, οὐ δὲ οὕτως ὑποπτεῦσαι δύνανται τὴν ἀπάτην.
11.42τούτου δὲ αἴτιον ἔφη εἶναι ὅτι φιλήκοοί εἰσιν οἱ Ἕλληνες · δ’ἂν ἀκούσωσιν ἡδέως τινὸς λέγοντος, ταῦτα καὶ ἀληθῆ νομίζουσι, καὶ τοῖς μὲν ποιηταῖς ἐπιτρέπουσιν τι ἂν θέλωσι ψεύδεσθαι καί φασιν ἐξεῖναι αὐτοῖς, ὅμως δὲ πιστεύουσιν οἷς ἂν ἐκεῖνοι λέγωσι, καὶ μάρτυρας αὐτοὺς ἐπάγονται ἐνίοτε περὶ ὧν ἀμφισβητοῦσι · παρὰ δὲ Αἰγυπτίοις μὴ ἐξεῖναι μηδὲν ἐμμέτρως λέγεσθαι μη δὲ εἶναι ποίησιν τὸ παράπαν · ἐπίστασθαι γὰρ ὅτι φάρμακον τοῦτο ἡδονῆς ἐστι πρὸς τὴν ἀκοήν. ὥσπερ οὖν οἱ διψῶντες οὐδὲν δέονται οἴνου, ἀλλ’ἀπόχρη αὐτοῖς ὕδατος πιεῖν, οὕτως οἱ τἀληθῆ εἰδέναι θέλοντες οὐδὲν δέονται μέτρων, ἀλλ’ἐξαρκεῖ αὐτοῖς ἁπλῶς ἀκοῦσαι.
11.43 δὲ ποίησις ἀναπείθει τὰ ψευδῆ ἀκούειν ὥσπερ οἶνος πίνειν μάτην. ὡς οὖν ἤκουσα παρ’ἐκείνου, πειράσομαι εἰπεῖν, προστιθεὶς ἐξ ὧν ἐδόκει μοι ἀληθῆ τὰ λεγόμενα. ἔφη γὰρ ἐν Σπάρτῃ γενέσθαι Τυνδάρεων σοφὸν ἄνδρα καὶ βασιλέα μέγιστον, τούτου δὲ καὶ Λήδας δύο θυγατέρας κατὰ ταὐτὸ ὥσπερ ἡμεῖς ὀνομάζομεν, Κλυταιμνήστραν καὶ Ἑλένην, καὶ δύο ἄρρενας παῖδας διδύμους καλοὺς καὶ μεγάλους καὶ πολὺ τῶν Ἑλλήνων ἀρίστους.
11.44εἶναι δὲ τὴν Ἑλένην ἐπὶ κάλλει περιβόητον καὶ πολλοὺς μνηστῆρας αὐτῆς ἔτι σμικρᾶς παιδὸς οὔσης γενέσθαι καὶ ἁρπαγὴν ὑπὸ Θησέως βασιλέως ὄντος Ἀθηνῶν. τοὺς οὖν ἀδελφοὺς τῆς Ἑλένης εὐθέως ἐλθεῖν εἰς τὴν τοῦ Θησέως χώραν καὶ πορθῆσαι τὴν πόλιν καὶ κομίσασθαι τὴν ἀδελφήν. τὰς μὲν οὖν ἄλλας γυναῖκας ἀφιέναι λαβόντας · τὴν δὲ τοῦ Θησέως μητέρα αἰχμάλωτον ἄγειν, τιμωρουμένους αὐτόν · εἶναι γὰρ αὐτοὺς ἀξιομάχους πρὸς ἅπασαν τὴν Ἑλλάδα, καὶ καταστρέψασθαι ῥᾳδίως ἄν, εἰ ἐβούλοντο.
11.45εἶπον οὖν ὅτι καὶ παρ’ἡμῖν ταῦτα λέγεται, καὶ προσέτι ὡς αὐτὸς ἑορακὼς εἴην ἐν Ὀλυμπίᾳ ἐν τῷ ὀπισθοδόμῳ τοῦ νεὼ τῆς Ἥρας ὑπόμνημα τῆς ἁρπαγῆς ἐκείνης ἐν τῇ ξυλίνῃ κιβωτῷ τῇ ἀνατεθείσῃ ὑπὸ Κυψέλου, τοὺς Διοσκόρους ἔχοντας τὴν Ἑλένην ἐπιβεβηκυῖαν τῇ κεφαλῇ τῆς Αἴθρας καὶ τῆς κόμης ἕλκουσαν, καὶ ἐπίγραμμα ἐπιγεγραμμένον ἀρχαίοις γράμμασι.
11.46μετὰ δὲ ταῦτα, ἔφη, φοβούμενος τοὺς Τυνδαρίδας Ἀγαμέμνων · ἠπίστατο γὰρ ὅτι ξένος ὢν καὶ ἔπηλυς ἄρχοι τῶν Ἀργείων · ἐβούλετο προσλαβεῖν αὐτοὺς κηδεύσας, καὶ διὰ τοῦτο ἔγημε Κλυταιμνήστραν · τὴν δὲ Ἑλένην ἐμνήστευε μὲν τῷ ἀδελφῷ, οὐδεὶς δὲ ἔφασκε τῶν Ἑλλήνων ἐπιτρέψειν, καὶ γὰρ προσήκειν ἕκαστος αὑτῷ τοῦ γένους μᾶλλον Μενελάῳ, Πελοπίδῃ ὄντι. ἧκον δὲ καὶ ἔξωθεν πολλοὶ μνηστῆρες διάτε τὴν δόξαν τὴν περὶ τοῦ κάλλους καὶ τὴν δύναμιν τῶν ἀδελφῶν καὶ τοῦ πατρός.
11.47ἐδόκει οὖν μοι καὶ τοῦτο ἀληθὲς λέγειν, ὅπου τὴν Κλεισθένους θυγατέρα τοῦ Σικυωνίων τυράννου καὶ τῶν ἀπὸ Ἰταλίας τινὰ μνηστεῦσαί φασιν · ἔτι δὲ Ἱπποδάμειαν τὴν Οἰνομάου Πέλοψ ἔγημεν ἐκ τῆς Ἀσίας ἀφικόμενος, Θησεὺς δὲ ἀπὸ τοῦ Θερμώδοντος ποταμοῦ μίαν τῶν Ἀμαζόνων ·
11.48ὡς δὲ ἐκεῖνος ἔφη, καὶ τὴν Ἰὼ ἀφικέσθαι ἐκδοθεῖσαν εἰς Αἴγυπτον, ἀλλὰ μὴ βοῦν γενομένην οὕτως οἰστρήσασαν ἐλθεῖν. οὕτως δὲ ἔθους ὄντος ἐκδιδόναι καὶ λαμβάνειν γυναῖκας παρ’ἀλλήλων καὶ τοὺς πλεῖστον ἀπέχοντας τοῖς ἐνδοξοτάτοις, καὶ τὸν Ἀλέξανδρον ἀφικέσθαι κατὰ μνηστείαν ἔφη, πιστεύοντα τῇ δυνάμει τοῦ πατρός, σχεδόν τι βασιλεύοντος τῆς Ἀσίας ἁπάσης, καὶ οὐ δὲ πολὺ τῆς Τροίας ἀπεχούσης, ἄλλωςτε καὶ τῶν Πελοπιδῶν ἤδη δυναστευόντων ἐν τῇ Ἑλλάδι καὶ πολλῆς ἐπιμιξίας γενομένης.
11.49ἐλθόντα δὲ μετὰ πολλοῦ πλούτου καὶ παρασκευῆς ὡς ἐπὶ μνηστείαν, καὶ διαφέροντα κάλλει, εἰς λόγους αὐτὸν καταστῆναι Τυνδάρεῴτε καὶ τοῖς ἀδελφοῖς τῆς Ἑλένης, λέγοντα περὶ τῆς ἀρχῆς τῆς Πριάμου καὶ τῶν χρημάτων τοῦ πλήθους καὶ τῆς ἄλλης δυνάμεως, καὶ ὅτι αὑτοῦ γίγνοιτο βασιλεία · τὸν δὲ Μενέλαον ἰδιώτην ἔφη εἶναι · τοῖς γὰρ Ἀγαμέμνονος παισίν, ἀλλ’οὐκ ἐκείνῳ τὴν ἀρχὴν προσήκειν · καὶ ὡς θεοφιλὴς εἴη καὶ ὡς Ἀφροδίτη αὐτῷ ὑπόσχοιτο τὸν ἄριστον γάμον τῶν ἐν ἀνθρώποις · αὐτὸς οὖν προκρῖναι τὴν ἐκείνου θυγατέρα, ἐξὸν αὐτῷ λαβεῖν ἐκ τῆς Ἀσίας τινά, εἰ βούλοιτο, εἴτε τοῦ Αἰγυπτίων βασιλέως εἴτε τοῦ Ἰνδῶν.
11.50τῶν μὲν γὰρ ἄλλων ἁπάντων ἔλεγεν αὐτὸς ἄρχειν ἀρξάμενος ἀπὸ Τροίας μέχρι Αἰθιοπίας · καὶ γὰρ Αἰθιόπων βασιλεύειν τὸν αὑτοῦ ἀνεψιὸν Μέμνονα, ἐκ Τιθωνοῦ ὄντα τοῦ Πριάμου ἀδελφοῦ. καὶ ἄλλα πολλὰ ἔλεγεν ἐπαγωγά, καὶ δῶρα ἐδίδου τῇτε Λήδᾳ καὶ τοῖς ἄλλοις τοῖς προσήκουσιν, ὅσα οὐ δὲ ξύμπαντες οἱ Ἕλληνες ἐδύναντο. ἔφη δὲ καὶ ξυγγενὴς εἶναι τῆς Ἑλένης καὶ αὐτός · ἀπὸ γὰρ Διὸς εἶναι τὸν Πρίαμον · πυνθάνεσθαι δὲ κἀκείνους καὶ τὴν ἀδελφὴν αὐτῶν Διὸς ὄντας. τῷ δὲ Ἀγαμέμνονι καὶ τῷ Μενελάῳ μὴ προσήκειν ὀνειδίζειν αὐτῷ τὴν πατρίδα · καὶ γὰρ αὐτοὺς εἶναι Φρύγας ἀπὸ Σιπύλου. πολὺ δὴ κρεῖττον τοῖς βασιλεῦσι κηδεύειν τῆς Ἀσίας τοῖς ἐκεῖθεν μετανάσταις. καὶ γὰρ Λαομέδοντα Τελαμῶνι δοῦναι τὴν ἑαυτοῦ θυγατέρα Ἡσιόνην · ἐλθεῖν γὰρ αὐτὸν εἰς Τροίαν μνηστῆρα μετὰ Ἡρακλέους, ἄγειν δὲ καὶ τὸν Ἡρακλέα φίλον ὄντα καὶ ξένον Λαομέδοντι.
11.51πρὸς οὖν ταῦτα Τυνδάρεως ἐβουλεύετο μετὰ τῶν παίδων. καὶ ἐδόκει αὐτοῖς σκοποῦσιν οὐ χεῖρον εἶναι προσλαβεῖν τοὺς ἐκ τῆς Ἀσίας βασιλέας. τὴν μὲν γὰρ Πελοπιδῶν οἰκίαν ἔχειν Κλυταιμνήστραν συνοικοῦσαν Ἀγαμέμνονι · λοιπὸν δέ, εἰ Πριάμῳ κηδεύσειαν, καὶ τῶν ἐκεῖ πραγμάτων κρατεῖν καὶ μηδένα αὐτοὺς κωλύειν τῆς Ἀσίας καὶ τῆς Εὐρώπης ἄρχειν ἁπάσης. πρὸς δὲ ταῦτα ἠγωνίζετο μὲν Ἀγαμέμνων, ἡττᾶτο δὲ τοῖς δικαίοις.
11.52ἔφη γὰρ Τυνδάρεως ἱκανὸν εἶναι αὐτῷ κηδεύσαντι · καὶ ἅμα ἐδίδασκεν ὅτι οὐ δὲ συμφέροι τὸν ἀδελφὸν αὐτοῦ τυγχάνειν τῶν ἴσων · οὕτω γὰρ μᾶλλον ἐπιβουλεύσειν · οὐ δὲ γὰρ Ἀτρεῖ Θυέστην εὔνουν γενέσθαι. μάλιστα δ’ἔπειθε λέγων αὐτὸν ὅτι οὐκ ἀνέξονται οἱ ἄλλοι μνηστῆρες τῶν Ἑλλήνων ἀποτυχόντες, οὔτε Διομήδης οὔτε Ἀντίλοχος οὔτε Ἀχιλλεύς, ἀλλὰ πολεμήσουσι · καὶ ὅτι κινδυνεύσει τοὺς δυνατωτάτους ποιῆσαι τῶν Ἑλλήνων πολεμίους.
11.53κρεῖττον οὖν εἶναι μὴ καταλιπεῖν ἀρχὴν πολέμου καὶ στάσεως ἐν τοῖς Ἕλλησι. τὸν δὲ ἄχθεσθαι μέν, οὐκ ἔχειν δὲ ὅπως κωλύσῃ τὸν Τυνδάρεων · κύριον γὰρ εἶναι τῆς αὑτοῦ θυγατρός · καὶ ἅμα φοβεῖσθαι τοὺς παῖδας αὐτοῦ. καὶ οὕτως δὴ λαβεῖν Ἀλέξανδρον τὴν Ἑλένην ἐκ τοῦ δικαίου, πείσαντα τοὺς γονεῖς αὐτῆς καὶ τοὺς ἀδελφούς, καὶ ἀφικέσθαι ἄγοντα μετὰ πολλοῦ ζήλου καὶ χαρᾶς · καὶ τόντε Πρίαμον καὶ τὸν Ἕκτορα καὶ τοὺς ἄλλους ἅπαντας ἥδεσθαι τῷ γάμῳ, καὶ τὴν Ἑλένην ὑποδέχεσθαι μετὰ θυσιῶν καὶ εὐχῶν.
11.54σκόπει δέ, ἔφη, τὴν εὐήθειαν τοῦ ἐναντίου λόγου, εἴ σοι δοκεῖ δυνατὸν εἶναι πρῶτον μὲν ἐρασθῆναί τινα γυναικός, ἣν οὐπώποτε εἶδεν · ἔπειτα καὶ πεῖσαι καταλιποῦσαν τὸν ἄνδρα καὶ τὴν πατρίδα καὶ πάντας τοὺς ἀναγκαίους, ἔτι δὲ οἶμαι θυγατρίου γεγονυῖαν μητέρα, συνακολουθῆσαι ἀνδρὶ ἀλλοφύλῳ. διὰ ταύτην γὰρ τὴν ἀλογίαν συνέπλασαν τὸν περὶ τῆς Ἀφροδίτης μῦθον πολὺ τούτων ἀποπληκτότερον.
11.55εἰ δὲ Ἀλέξανδρος ἐνεθυμήθη, πῶς τε πατὴρ ἐπέτρεψεν οὐκ ὢν ἀνόητος, ἀλλὰ καὶ σφόδρα δοκῶν νοῦν ἔχειν, τε μήτηρ; πῶς δὲ εἰκὸς τὸν Ἕκτορα ὕστερον μὲν ὀνειδίζειν καὶ λοιδορεῖσθαι αὐτῷ περὶ τῆς ἁρπαγῆς, ὥς φησιν Ὅμηρος · λέγει γὰρ οὕτως · Δύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά, αἴθ’ὄφελες ἄγονόςτ’ἔμεναι ἄγαμόςτ’ἀπολέσθαι. οὐ γάρ τοι χραίσμῃ κίθαρις τάτε δῶρ’Ἀφροδίτης τε κόμη τότε εἶδος, ὅτ’ἐν κονίῃσι μιγείης ·
11.56ἐξ ἀρχῆς δὲ πράττοντι συγχωρῆσαι ταῦτα; τε Ἕλενος πῶς οὐ προέλεγε μάντις ὤν, τε Κασσάνδρα θεοφορουμένη, πρὸς δὲ τούτοις Ἀντήνωρ δοκῶν φρονεῖν, ἀλλ’ὕστερον ἠγανάκτουν καὶ ἐπέπληττον ἐπὶ πεπραγμένοις, ἐξὸν ἀφ’ἑστίας κωλύειν; ἵνα δὲ εἰδῇς τὴν ὑπερβολὴν τῆς ἠλιθιότητος καὶ ὡς τὰ ψευδῆ ἀλλήλοις μάχεται · λέγουσι γὰρ ὡς πρὸ ὀλίγων ἐτῶν Ἡρακλῆς πεπορθήκει τὴν πόλιν διὰ μικρὰν πρόφασιν, ὀργισθεὶς ὑπὲρ ἵππων, ὅτι ὑποσχόμενος αὐτῷ δώσειν Λαομέδων ψεύσαιτο.
11.57καὶ ἐγὼ ἀνεμνήσθην τῶν ἐπῶν, ἐν οἷς ταῦτά φησιν · ὅς ποτε δεῦρ’ἐλθὼν ἕνεχ’ἵππων Λαομέδοντος ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δ’ἀγυιάς. οὔκουν, εἶπεν, οὐ δὲ τοῦτο ἀληθὲς λέγουσι. πῶς γὰρ ἐν ὀλίγῳ χρόνῳ οὕτω πόλις ἁλοῦσα καὶ ἐρημωθεῖσα τοσαύτην ἐπίδοσιν ἔσχεν ὡς μεγίστην γενέσθαι τῶν κατὰ τὴν Ἀσίαν; πῶς δὲ μὲν Ἡρακλῆς σὺν ἓξ ναυσὶν εἷλεν ἐκ πολλοῦ ἀπόρθητον οὖσαν, οἱ δὲ Ἀχαιοὶ μετὰ νεῶν χιλίων καὶ διακοσίων ἐλθόντες οὐκ ἐδύναντο ἑλεῖν; πῶς τὸν Πρίαμον εἴασε βασιλεύειν Ἡρακλῆς, ἀποκτείνας αὐτοῦ τὸν πατέρα, ὡς πάντων ἐχθρότατον, ἀλλ’οὐκ ἄλλον τινὰ ἀπέδειξεν ἄρχοντα τῆς χώρας;
11.58εἰ δ’ἦν οὕτως ὥς φασι, πῶς οὐκ ἔφριττον οἱ Τρῶες καὶ Πρίαμος τὴν πρὸς τοὺς Ἕλληνας ἔχθραν, εἰδότες ὅτι καὶ πρότερον οὐδὲν τηλικοῦτον ἐξαμαρτόντες ἀπώλοντο καὶ ἀνάστατοι ἐγένοντο, καὶ πολλοὶ μνημονεύοντες τὴν ἅλωσιν μηδὲν τούτων ἐννοῆσαι μη δὲ κωλῦσαι τὸν Ἀλέξανδρον μηδένα αὐτῶν; τίνα δὲ τρόπον ἀφικόμενος εἰς τὴν Ἑλλάδα συνῆν τῇ Ἑλένῃ καὶ διελέγετο καὶ τελευτῶν ἀνέπεισεν αὐτήν φυγεῖν, μήτε γονέων μήτε πατρίδος μήτε ἀνδρὸς θυγατρὸς μήτε τῆς παρὰ τοῖς Ἕλλησι φήμης φροντίσασαν, ἀλλὰ μη δὲ τοὺς ἀδελφοὺς φοβηθεῖσαν περιόντας, οἳ πρότερον αὐτὴν ἀφείλοντο Θησέως καὶ οὐ περιεῖδον ἁρπασθεῖσαν;
11.59τοῦτο μὲν γὰρ παρόντα τὸν Μενέλαον πῶς ταῦτα ἔλαθε γιγνόμενα; τοῦτο δὲ ἀπόντος ἀνδρὸς γυναῖκα εἰς ὁμιλίαν ἀφικνεῖσθαι ξένῳ ἀνδρὶ πῶς εἰκός τοῦτο δὲ μη δὲ τῶν ἄλλων μηδένα αἰσθέσθαι τὴν ἐπιβουλὴν αἰσθομένους κρύψαι, προσέτι δὲ τὴν Αἴθραν τὴν τοῦ Θησέως μητέρα συναπᾶραι αὐτῇ αἰχμάλωτον οὖσαν; οὐ γὰρ ἱκανὸν ἦν Πιτθέως θυγατέρα οὖσαν ἐν Σπάρτῃ δουλεύειν, ἀλλ’ᾑρεῖτο ἀκολουθεῖν εἰς Τροίαν, δὲ Ἀλέξανδρος ἀδεῶς καὶ μετὰ τοσαύτης ἐξουσίας ἔπραττε τὸ πρᾶγμα, ὥστε οὐκ ἦν ἱκανὸν αὐτῷ τὴν γυναῖκα ἀπαγαγεῖν, ἀλλὰ καὶ τὰ χρήματα προσεπέθετο καὶ μη δὲ ἐπαναχθῆναι μηδένα αὐτῷ, μήτε τῶν τοῦ Μενελάου μήτε τῶν τοῦ Τυνδάρεω μήτε τοὺς ἀδελφοὺς τῆς Ἑλένης, καὶ ταῦτα νεῶν οὐσῶν ἐν τῇ Λακωνικῇ, ἔτι δὲ πρότερον πεζῇ ἀπὸ Σπάρτης ἐπὶ θάλατταν κατιόντων, παραχρῆμα, ὡς εἰκός, περιβοήτου γενομένης τῆς ἁρπαγῆς;
11.60καὶ οὕτω μὲν οὐ δυνατὸν ἐλθεῖν Ἑλένην μετὰ Ἀλεξάνδρου · γάμῳ δὲ παρ’ἑκόντων δοθεῖσαν τῶν οἰκείων.
11.61οὕτω γὰρ εὔλογον ἦν τήντε Αἴθραν ἀφικέσθαι μετ’αὐτῆς καὶ τὰ χρήματα κομισθῆναι. οὐδὲν γὰρ τούτων ἁρπαγῆς, ἀλλὰ πολὺ μᾶλλον γάμου σημεῖόν ἐστιν. ἐπεὶ δέ, ὡς ἔφην, γαμήσας Ἀλέξανδρος ἀπηλλάγη μετ’αὐτῆς, τε Μενέλαος ἠνιᾶτο τῆς μνηστείας ἀποτυχὼν καὶ τὸν ἀδελφὸν ᾐτιᾶτο, καὶ ἔφη προδοθῆναι ὑπ’αὐτοῦ, τε Ἀγαμέμνων ἐκείνου μὲν ἧττον ἐφρόντιζε, τὸν Ἀλέξανδρον δὲ ἐφοβεῖτο καὶ ὑπώπτευε μήποτε ἀντιποιήσηται τῶν ἐν τῇ Ἑλλάδι πραγμάτων, προσηκόντων αὐτῷ διὰ τὸν γάμον.
11.62οὕτω δὴ καὶ τοὺς ἄλλους συγκαλεῖ τοὺς μνηστῆρας τῆς Ἑλένης, καὶ ἔφη ὑβρισθῆναι αὐτοὺς ἅπαντας, καὶ τὴν Ἑλλάδα καταφρονηθῆναι, καὶ τὴν ἀρίστην γυναῖκα οἴχεσθαι εἰς τοὺς βαρβάρους ἐκδοθεῖσαν, ὡς οὐδενὸς ὄντος ἀξίου παρ’αὐτοῖς.
11.63ταῦτα λέγων τὸν μὲν Τυνδάρεων παρῃτεῖτο καὶ συγγνώμην ἔχειν ἐκέλευε · παραλογισθῆναι γὰρ αὐτὸν ὑπὸ δώρων · τὸν δὲ Ἀλέξανδρον αἴτιον ἁπάντων ἀπέφαινε καὶ τὸν Πρίαμον · καὶ παρεκάλει συστρατεύειν ἐπὶ τὴν Τροίαν · πολλὰς γὰρ ἐλπίδας ἔχειν αἱρήσειν αὐτὴν συναραμένων ἁπάντων. γενομένου δὲ τούτου πολλὰ χρήματα διαρπάσειν αὐτοὺς καὶ χώρας κρατήσειν τῆς ἀρίστης. εἶναι γὰρ τὴν μὲν πόλιν πλουσιωτάτην ἁπασῶν, τοὺς δὲ ἀνθρώπους ὑπὸ τρυφῆς διεφθαρμένους · ἔχειν δὲ καὶ συγγενεῖς πολλοὺς ἐν τῇ Ἀσίᾳ τοὺς ἀπὸ Πέλοπος, οἳ συμπράξουσιν αὐτῷ, μισοῦντες τὸν Πρίαμον.
11.64ταῦτα δὴ ἀκούοντες, οἱ μέν τινες ὠργίζοντο καὶ ἀτιμίαν τῷ ὄντι ἐνόμιζον τῆς Ἑλλάδος τὸ γεγονός, οἱ δέ τινες ἤλπιζον ὠφεληθήσεσθαι ἀπὸ τῆς στρατείας · δόξα γὰρ ἦν τῶν ἐν τῇ Ἀσίᾳ πραγμάτων ὡς μεγάλων καὶ πλούτου ὑπερβάλλοντος. εἰ μὲν οὖν ἡττήθησαν ὑπὸ τοῦ Μενελάου μνηστεύοντες τὴν Ἑλένην, οὐκ ἂν ἐφρόντισαν, ἀλλὰ τοὐναντίον ἐφήδεσθαι ἔμελλον αὐτῷ · νῦν δὲ τὸν Ἀλέξανδρον ἐμίσουν ἅπαντες, αὐτὸς ἕκαστος ἡγούμενος ἀφῃρῆσθαι τοῦ γάμου. οὕτω δὲ τῆς στρατείας γενομένης, πέμψας Ἀγαμέμνων ἀπῄτει τὴν Ἑλένην · προσήκειν γὰρ αὐτὴν Ἑλληνίδα οὖσαν γαμηθῆναί τινι τῶν Ἑλλήνων.
11.65ταῦτα δὲ ἀκούσαντες οἱ Τρῶες ἠγανάκτουν καὶ Πρίαμος καὶ πάντων μάλιστα Ἕκτωρ, ὅτι νόμῳ τοῦ Ἀλεξάνδρου λαβόντος παρὰ τοῦ πατρός, καὶ τῆς Ἑλένης βουλομένης ἐκείνῳ συνοικεῖν, οἱ δὲ οὕτως ἀναίσχυντον ἐτόλμων λέγειν λόγον · καὶ ἔφασαν γιγνώσκειν ὅτι ζητοῖεν πολέμου πρόφασιν · αὐτοὶ δὲ μὴ ἄρχειν πολέμου, κρείττους ὄντες, ἀμύνεσθαι δὲ ἐπιχειροῦντας. καὶ διὰ ταῦτα ὑπέμενον οἱ Τρῶες πολὺν χρόνον πολεμούμενοι καὶ πολλὰ πάσχοντες, οὐχ ὅσα Ὅμηρός φησιν, ὅμως δὲ καὶ τῆς γῆς αὐτῶν φθειρομένης καὶ πολλῶν ἀποθνῃσκόντων ἀνθρώπων, ὅτι ἠπίσταντο ἀδικοῦντας τοὺς Ἀχαιοὺς καὶ τὸν Ἀλέξανδρον οὐθὲν ἄτοπον πράξαντα.
11.66εἰ δὲ μή, τίς ἂν ἠνέσχετο αὐτῶν τῶν ἀδελφῶν πατὴρ τῶν ἄλλων πολιτῶν ἀπολλυμένων καὶ πάσης κινδυνευούσης ἀναστάτου γενέσθαι τῆς πόλεως διὰ τὴν ἐκείνου παρανομίαν, ἐξὸν ἀποδόντας τὴν Ἑλένην σῶσαι αὑτούς; οἱ δὲ καὶ ὕστερον, ὥς φασιν, Ἀλεξάνδρου ἀποθανόντος, κατεῖχον αὐτὴν καὶ Δηιφόβῳ συνῴκιζον, ὡς μέγιστον ἀγαθὸν ἔχοντες ἐν τῇ πόλει καὶ φοβούμενοι μὴ καταλίποι αὑτούς.
11.67καίτοι εἰ πρότερον ἐρῶσα τοῦ Ἀλεξάνδρου ἔμενεν, πῶς ἔτι ἐβούλετο μένειν, εἰ μὴ καὶ Δηιφόβου αὐτὴν ἐρασθῆναι λέγουσιν; εἰκὸς γὰρ ἦν πεῖσαι τοὺς Τρῶας, ἀποδοῦναι αὐτὴν ἑτοίμους ὄντας. εἰ δὲ ἐφοβεῖτο τοὺς Ἀχαιούς, διαλύσεις πρότερον εὑρέσθαι χρῆν · καὶ γὰρ ἐκεῖνοι ἀγαπητῶς ἂν ἀπηλλάγησαν τοῦ πολέμου, πλείστων καὶ ἀρίστων τεθνηκότων. ἀλλ’οὐ γὰρ ἦν ἀληθὲς τὸ τῆς ἁρπαγῆς οὐ δὲ παρέσχον αἰτίαν τοῦ πολέμου οἱ Τρῶες, ὅθεν εὐέλπιδες ἦσαν περιγενέσθαι. οἱ γὰρ ἄνθρωποι, ἐν οἷς ἂν ἀδικῶνται, μέχρι ἐσχάτου ὑπομένουσιν ἀμυνόμενοι.
11.68ταῦτα μὲν οὖν μὴ ἄλλως νόμιζε πραχθῆναι ὡς ἐγὼ λέγω. πολὺ γὰρ πιστότερον ἑκόντα Τυνδάρεων κηδεῦσαι τοῖς βασιλεῦσι τῆς Ἀσίας, καὶ Μενέλαον τῆς μνηστείας ἀπελπίσαντα βαρέως ἐνεγκεῖν, καὶ Ἀγαμέμνονα φοβηθῆναι τοὺς Πριαμίδας μὴ κατάσχωσι τὴν Ἑλλάδα, ἀκούοντα καὶ Πέλοπα τὸν αὑτοῦ πρόγονον, ἐκ τῆς αὐτῆς ὄντα χώρας, διὰ τὸ κῆδος τὸ Οἰνομάου τὴν Πελοπόννησον κατασχεῖν, καὶ τοὺς ἄλλους ἡγεμόνας συνάρασθαι τοῦ πολέμου, μνησικακοῦντας, ὅτι αὐτὸς ἕκαστος οὐκ ἔγημεν, ἐρασθῆναι μὲν Ἀλέξανδρον ἧς ἠγνόει γυναικός, ἐπιτρέψαι δὲ αὐτῷ τὸν πατέρα πλεῦσαι τοιαύτης ἕνεκα πράξεως, καὶ ταῦτα, ὥς φασιν, οὐ πάλαι τῆς Τροίας ἁλούσης ὑπὸ Ἑλλήνων καὶ τοῦ πατρὸς αὐτοῦ Λαομέδοντος ἀποθανόντος ·
11.69ὕστερον δὲ πολεμουμένους καὶ τοσαῦτα κακὰ πάσχοντας μὴ θέλειν ἐκδοῦναι μήτε ζῶντος Ἀλεξάνδρου μήτε ἀποθανόντος, οὐδεμίαν ἐλπίδα ἔχοντας τῆς σωτηρίας · τὴν δὲ Ἑλένην ἐρασθῆναι μὲν ξένου ἀνδρός, τὴν ἀρχὴν οὐκ εἰκὸς αὐτὴν ἐν ὁμιλίᾳ γενέσθαι, καταλιποῦσαν δὲ τὴν πατρίδα καὶ τοὺς οἰκείους καὶ τὸν ἄνδρα μετ’αἰσχύνης ἐλθεῖν εἰς ἀνθρώπους μισοῦντας · πάντα ταῦτα δὲ γιγνόμενα μηδένα κωλῦσαι, καὶ μήτε ἐξιοῦσαν αὐτήν, καὶ ταῦτα πεζῇ, ἕως θαλάττης μήτε ἀποπλεύσασαν διῶξαι, συνάρασθαι δὲ τοῦ στόλου τὴν Θησέως μητέρα πρεσβυτέραν καὶ δῆλον ὅτι μισοῦσαν τὴν Ἑλένην ·
11.70ὕστερον δὲ Ἀλεξάνδρου τελευτήσαντος, οὗ λέγεται ἐρᾶν, Δηιφόβῳ συνεῖναι, καθάπερ οἶμαι κἀκείνῳ τῆς Ἀφροδίτης ὑποσχομένης, καὶ μήτε αὐτὴν ἐθέλειν ἀπιέναι παρὰ τὸν αὑτῆς ἄνδρα μήτε τοὺς Τρῶας ἀποδοῦναι τὴν Ἑλένην βίᾳ, μέχρι ἁλῶναι τὴν πόλιν. τούτων οὐθὲν εἰκὸς οὐ δὲ δυνατόν. ἔτι δὲ καὶ τόδε πρὸς τοῖς εἰρημένοις. τοὺς μὲν ἄλλους ἅπαντας Ἀχαιούς φησιν Ὅμηρος κοινωνῆσαι, οἷς ἧττον ἔμελε, τῆς δυνάμεως · Κάστορα δὲ καὶ Πολυδεύκην μόνους μὴ ἀφικέσθαι, τοὺς μάλιστα ὑβρισμένους.
11.71ταύτην δὲ τὴν ἀλογίαν κρύπτων Ὅμηρος πεποίηκε θαυμάζουσαν τὴν Ἑλένην · ἔπειτα αὐτὸς ἀπελογήσατο, εἰπὼν ὅτι τεθνήκεσαν πρότερον. οὐκοῦν τό γε ζώντων αὐτὴν ἁρπασθῆναι δῆλόν ἐστιν. ἔπειτα πῶς Ἀγαμέμνονα περιέμενον δέκα ἔτη διατρίβοντα καὶ συνάγοντα στρατιάν, ἀλλ’οὐκ εὐθὺς ἐδίωξαν τὴν ἀδελφήν, μάλιστα μὲν εἰ κατὰ πλοῦν ἕλοιεν ·
11.72εἰ δ’οὖν, ὡς πολεμήσοντες μετὰ τῆς αὑτῶν δυνάμεως; οὐ γὰρ ἐπὶ Θησέα μὲν ἦλθον εὐθύς, ἄνδρα Ἕλληνα καὶ τῶν ἄλλων ἄριστον, ἔτι δὲ αὐτόντε πολλῶν ἄρχοντα καὶ Ἡρακλέους ἑταῖρον καὶ Πειρίθου καὶ Θετταλοὺς καὶ Βοιωτοὺς ἔχοντα συμμάχους · ἐπὶ δὲ Ἀλέξανδρον οὐκ ἂν ἦλθον, ἀλλὰ τοὺς Ἀτρείδας περιέμενον δέκα ἔτη συλλέγοντας τὴν δύναμιν. ἴσως γὰρ εἰκὸς ἦν καὶ αὐτὸν ἀφικέσθαι τὸν Τυνδάρεων καὶ μηθὲν αὐτὸν κωλῦσαι τὴν ἡλικίαν.
11.73οὐ γὰρ δὴ Νέστορος παλαιότερος ἦν οὐ δὲ Φοίνικος, οὐ δὲ μᾶλλον ἐκείνους προσῆκον ἦν ἀγανακτεῖν τὸν πατέρα αὐτόν. ἀλλ’οὔτε αὐτὸς οὔτε οἱ παῖδες ἧκον οὐ δὲ ἦν αὐτοῖς βουλομένοις τὰ τῆς στρατείας. ἑκόντες γὰρ αὐτοὶ τὴν Ἑλένην ἐξέδωκαν, προκρίναντες τῶν ἄλλων μνηστήρων τὸν Ἀλέξανδρον διὰ μέγεθος τῆς ἀρχῆς καὶ ἀνδρείαν · οὐδενὸς γὰρ ἦν χείρων τὴν ψυχήν. οὔτε οὖν ἐκεῖνοι ἀφίκοντο πολεμήσοντες οὔτε Λακεδαιμονίων οὐδείς, ἀλλὰ καὶ τοῦτο ψεῦδός ἐστιν ὅτι Μενέλαος ἦγε Λακεδαιμονίους καὶ τῆς Σπάρτης ἐβασίλευε Τυνδάρεω ζῶντος ἔτι.
11.74καὶ γὰρ ἦν δεινόν, εἰ Νέστωρ μὲν μήτε πρότερον μήτε ὕστερον ἐλθὼν ἀπ’Ἰλίου παρεχώρησε τοῖς υἱοῖς τῆς βασιλείας καὶ τῆς ἀρχῆς διὰ γῆρας, Τυνδάρεως δὲ Μενελάῳ ἐξέστη. φαίνεται γὰρ καὶ ταῦτα πολλὴν ἀπορίαν ἔχοντα. ἐπεὶ δ’οὖν ἦλθον οἱ Ἀχαιοί, τὸ μὲν πρῶτον εἴργοντο τῆς γῆς, καὶ Πρωτεσίλαόςτε ἀποθνῄσκει βιαζόμενος ἀποβῆναι καὶ πολλοὶ τῶν ἄλλων, ὥστε διέπλευσαν εἰς τὴν Χερρόνησον, ὑποσπόνδους τοὺς νεκροὺς ἀνελόμενοι, κἀκεῖ θάπτουσι τὸν Πρωτεσίλαον. ἔπειτα περιπλέοντες ἀπέβαινον εἰς τὴν χώραν καὶ τῶν πολισμάτων τινὰ ἐπόρθουν.
11.75 δὲ Ἀλέξανδρος μετὰ τοῦ Ἕκτορος τὸν μὲν ὄχλον συνῆγεν ἅπαντα τὸν ἐκ τῆς χώρας εἰς τὸ ἄστυ, τὰς δὲ μικρὰς πόλεις εἴων τὰς πρὸς τῇ θαλάττῃ διὰ τὸ μὴ δύνασθαι πανταχοῦ βοηθεῖν. πάλιν δὲ καταπλεύσαντες εἰς τὸν Ἀχαιῶν λιμένα νυκτὸς ἔλαθον ἀποβάντες, καὶ ναύσταθμον περιεβάλοντο καὶ τάφρον ὤρυξαν φοβούμενοι τὸν Ἕκτορα καὶ τοὺς Τρῶας, καὶ μᾶλλον ὡς αὐτοὶ πολιορκησόμενοι παρεσκευάζοντο.
11.76οἱ δὲ τὰ μὲν ἄλλα συγχωροῦσιν Ὁμήρῳ, τὸ δὲ τεῖχος οὔ φασιν αὐτὸν γενόμενον λέγειν, ὅτι πεποίηκεν ὕστερον Ἀπόλλωνα καὶ Ποσειδῶνα τοὺς ποταμοὺς ἐφιέντας ἐπ’αὐτὸ καὶ ἀφανίσαντας · πάντων πιθανώτατόν ἐστι, κατακλυσθῆναι τὰ θεμέλια τοῦ τείχους. ἔτι γὰρ καὶ νῦν οἱ ποταμοὶ λιμνάζουσι τὸν τόπον καὶ πολὺ τῆς θαλάττης προσκεχώκασι.
11.77τὸν δὲ λοιπὸν χρόνον τὰ μὲν ἐποίουν κακῶς, τὰ δ’ἔπασχον, καὶ μάχαι μὲν οὐ πολλαὶ ἐγένοντο ἐκ παρατάξεως · οὐ γὰρ ἐθάρρουν προσιέναι πρὸς τὴν πόλιν διὰ τὸ πλῆθος καὶ τὴν ἀνδρείαν τῶν ἔνδοθεν · ἀκροβολισμοὶ δὲ καὶ κλωπεῖαι τῶν Ἑλλήνων · καὶ Τρωίλοςτε οὕτως ἀποθνῄσκει παῖς ὢν ἔτι καὶ Μήστωρ καὶ ἄλλοι πλείους. ἦν γὰρ Ἀχιλλεὺς ἐνεδρεῦσαι δεινότατος καὶ νυκτὸς ἐπιθέσθαι.
11.78ὅθεν Αἰνείαντε οὕτως ἐπελθὼν ὀλίγου ἀπέκτεινεν ἐν τῇ Ἴδῃ καὶ πολλοὺς ἄλλους κατὰ τὴν χώραν, καὶ τῶν φρουρίων ᾕρει τὰ κακῶς φυλαττόμενα · οὐ δὲ γὰρ τῆς γῆς ἐπεκράτουν οἱ Ἀχαιοὶ ἀλλ’ μόνον τοῦ στρατοπέδου. τεκμήριον δέ · οὐ γὰρ ἄν ποτε Τρωίλος ἔξω τοῦ τείχους ἐγυμνάζετο, καὶ ταῦτα μακρὰν ἀπὸ τῆς πόλεως, οὐ δ’ἂν ἐγεώργουν τὴν Χερρόνησον, ὡς ὁμολογοῦσι πάντες, εἴπερ ἐκράτουν τῆς Τρῳάδος, οὐ δ’ἂν ἐκ Λήμνου οἶνος ἐκομίζετο αὐτοῖς.
11.79κακῶς δὲ φερομένων τῶν Ἀχαιῶν ἐν τῷ πολέμῳ καὶ μηδενὸς ἀποβαίνοντος ὧν ἤλπισαν, ἀλλὰ συμμάχων ἐπιρρεόντων ἀεὶ τοῖς Τρωσὶ πλειόνων, λοιμόςτε καὶ λιμὸς αὐτοὺς ἐπίεζε καὶ στάσις ἐγένετο τῶν ἡγεμόνων, ὅπερ εἴωθεν ὡς τὸ πολὺ γίγνεσθαι τοῖς κακῶς πράττουσιν, οὐ τοῖς κρατοῦσιν. ὁμολογεῖ δὲ ταῦτα καὶ Ὅμηρος ·
11.80οὐ δὲ γὰρ ἐδύνατο πάντα τἀληθῆ ἀποκρύψασθαι · ἐν οἷς φησι τὸν Ἀγαμέμνονα ἐκκλησίαν συναγαγεῖν τῶν Ἑλλήνων, ὡς ἀπάξοντα τὸ στράτευμα, δῆλον ὅτι τοῦ πλήθους χαλεπῶς φέροντος καὶ ἀπιέναι βουλομένου, καὶ τὸν ὄχλον ὁρμῆσαι πρὸς τὰς ναῦς · τὸν δὲ Νέστορα καὶ τὸν Ὀδυσσέα κατασχεῖν μόλις μαντείαν τινὰ προβαλλομένους καὶ ὀλίγον εἶναι χρόνον φάσκοντας, ὃν ἐδέοντο αὐτῶν ὑπομεῖναι.
11.81τὸν δὲ μάντιν τούτων Ἀγαμέμνων ἐν τοῖς ἄνω ἔπεσί φησι μηδὲν πώποτε ἀληθὲς μαντεύεσθαι. μέχρι μὲν οὖν τούτων ἐφεξῆς οὐ πάνυ φαίνεται τῶν ἀνθρώπων καταφρονῶν Ὅμηρος, ἀλλὰ τρόπον τινὰ ἔχεσθαι τἀληθοῦς, εἰ μή γε τὰ περὶ τὴν ἁρπαγὴν οὐκ αὐτὸς ὡς γενόμενα διηγούμενος, ἀλλ’Ἕκτορα ποιήσας ὀνειδίζοντα Ἀλεξάνδρῳ καὶ Ἑλένην ὀδυρομένην πρὸς Πρίαμον, καὶ αὐτὸν Ἀλέξανδρον μεμνημένον ἐν τῇ συνουσίᾳ τῇ πρὸς τὴν Ἑλένην, πάντων σαφέστατα ἔδει ῥηθῆναι καὶ μετὰ πλείστης σπουδῆς · ἔτι δὲ καὶ τὰ περὶ τὴν μονομαχίαν.
11.82οὐ γὰρ δυνάμενος εἰπεῖν ὡς ἀπέκτεινε τὸν Ἀλέξανδρον Μενέλαος, κενὰς αὐτῷ χαρίζεται χάριτας καὶ νίκην γελοίαν, ὡς τοῦ ξίφους καταχθέντος. οὐ γὰρ ἦν τῷ τοῦ Ἀλεξάνδρου χρήσασθαι, τοσοῦτόν γε κρείττονα ὄντα, ὡς ἕλκειν αὐτὸν εἰς τοὺς Ἀχαιοὺς ζῶντα μετὰ τῶν ὅπλων, ἀλλ’ἀπάγχειν ἔδει τῷ ἱμάντι;
11.83ψευδὴς δὲ καὶ τοῦ Αἴαντος καὶ τοῦ Ἕκτορος μονομαχία καὶ πάνυ εὐήθης διάλυσις, πάλιν ἐκεῖ τοῦ Αἴαντος νικῶντος, πέρας δὲ οὐδέν, καὶ δῶρα δόντων ἀλλήλοις ὥσπερ φίλων. μετὰ δὲ ταῦτα ἤδη τἀληθῆ λέγει, τὴν τῶν Ἀχαιῶν ἧτταν καὶ τροπὴν καὶ τὰς τοῦ Ἕκτορος ἀριστείας καὶ τὸ πλῆθος τῶν ἀπολλυμένων, ὥσπερ ὑπέσχετο ἐρεῖν, τρόπον τινὰ ἄκων καὶ ἀναφέρων εἰς τιμὴν τοῦ Ἀχιλλέως.
11.84καίτοι θεοφιλῆ γ’εἶναι τὴν πόλιν φησὶ καὶ Δία ἄντικρυς πεποίηκε λέγοντα πασῶν τῶν ὑπὸ τὸν ἥλιον πόλεων τὸ Ἴλιον μάλιστα ἀγαπῆσαι καὶ τὸν Πρίαμον καὶ τὸν λαὸν αὐτοῦ. ἔπειτα ὀστράκου μεταπεσόντος, φασί, τοσοῦτον μετέβαλεν ὥστε οἴκτιστα ἀνελεῖν τὴν ἁπασῶν προσφιλεστάτην δι’ἑνὸς ἀνδρὸς ἁμαρτίαν, εἴπερ ἥμαρτεν. ὅμως δὲ οὐχ οἷόςτέ ἐστιν ἀποκρύψαι τὰ τοῦ Ἕκτορος ἔργα νικῶντος καὶ διώκοντος μέχρι τῶν νεῶν, ὁτὲ μὲν Ἄρει παραβάλλων αὐτόν, ὁτὲ δὲ φλογὶ λέγων τὴν ἀλκὴν ὅμοιον εἶναι, καὶ πάντων αὐτὸν ἐκπεπληγμένων τῶν ἀρίστων, μηδενὸς δὲ ἁπλῶς ὑπομένοντος αὐτόν, τοῦτε Ἀπόλλωνος αὐτῷ παρισταμένου καὶ τοῦ Διὸς ἄνωθεν ἐπισημαίνοντος ἀνέμῳ καὶ βροντῇ ταῦτα γὰρ οὐ βουλόμενος εἰπεῖν οὕτως ἐναργῶς, ὅμως ἐπεὶ ἀληθῆ ἦν, ἀρξάμενος αὐτῶν οὐ δύναται ἀποστῆναι τήντε νύκτα ἐκείνην τὴν χαλεπὴν καὶ τὴν ἐν τῷ στρατοπέδῳ κατήφειαν καὶ τὴν τοῦ Ἀγαμέμνονος ἔκπληξιν καὶ τὰς οἰμωγάς, ἔτι δὲ τὴν νυκτερινὴν ἐκκλησίαν βουλευομένων ὅπως φύγοιεν, καὶ τὰς δεήσεις τὰς τοῦ Ἀχιλλέως, εἴ τι δύναιτο ἐκεῖνος ἄρα ὠφελῆσαι.
11.86τῇ δ’ὑστεραίᾳ τῷ μὲν Ἀγμέμνονι χαρίζεταί τινα ἀριστείαν ἀνόνητον καὶ τῷ Διομήδει καὶ τῷ Ὀδυσσεῖ καὶ Εὐρυπύλῳ, καὶ τὸν Αἴαντά φησι μάχεσθαι προθύμως, εὐθὺς δὲ τοὺς Τρῶας ἐπικρατῆσαι καὶ τὸν Ἕκτορα ἐλαύνειν ἐπὶ τὸ τεῖχος τῶν Ἀχαιῶν καὶ τὰς ναῦς. καὶ ταῦτα μὲν λέγων δῆλός ἐστιν ὅτι ἀληθῆ λέγει καὶ τὰ γενόμενα ὑπ’αὐτῶν τῶν πραγμάτων προαγόμενος · ὅταν δὲ αὔξῃ τοὺς Ἀχαιούς, πολλῆς ἀπορίας μεστός ἐστι καὶ πᾶσι φανερὸς ὅτι ψεύδεται · τὸν μὲν Αἴαντα δὶς κρατῆσαι τοῦ Ἕκτορος μάτην, ὁτὲ μὲν τῇ μονομαχίᾳ, πάλιν δὲ τῷ λίθῳ, τὸν δὲ Διομήδην τοῦ Αἰνείου, μη δὲ τούτου μηδὲν πράξαντος, ἀλλὰ τοὺς ἵππους μόνον λαβόντος, ὅπερ ἦν ἀνεξέλεγκτον.
11.87οὐκ ἔχων δὲ τι αὐτοῖς χαρίσηται τὸν Ἄρην καὶ τὴν Ἀφροδίτην φησὶ τρωθῆναι ὑπὸ τοῦ Διομήδους. ἐν οἷς ἅπασι δῆλός ἐστιν εὔνους μὲν ὢν ἐκείνοις καὶ βουλόμενος αὐτοὺς θαυμάζειν, οὐκ ἔχων δὲ τι εἴπῃ ἀληθές, διὰ τὴν ἀπορίαν εἰς ἀδύνατα ἐμπίπτων καὶ ἀσεβῆ πράγματα, πάσχουσιν ὡς τὸ πολὺ πάντες ὅσοι τῇ ἀληθείᾳ μάχονται.
11.88ἀλλ’οὐ περὶ τοῦ Ἕκτορος ὁμοίως ἀπορεῖ τι εἴπῃ μέγα καὶ θαυμαστόν, ὥς γε οἶμαι τὰ γενόμενα διηγούμενος · ἀλλὰ φεύγοντας μὲν προτροπάδην ἅπαντας καὶ κατ’ὄνομα τοὺς ἀρίστους, ὅταν φῇ μήτε Ἰδομενέα μένειν μήτε Ἀγαμέμνονα μήτε τοὺς δύο Αἴαντας, ἀλλὰ Νέστορα μόνον ὑπ’ἀνάγκης, καὶ τοῦτον ἁλῶναι παρ’ὀλίγον · ἐπιβοηθήσαντα δὲ τὸν Διομήδην καὶ πρὸς ὀλίγον θρασυνόμενον, ἔπειτα εὐθὺς ἀποστραφέντα φεύγειν, ὡς κεραυνῶν δῆθεν εἰργόντων αὐτόν ·
11.89τέλος δὲ τὴν τάφρον διαβαινομένην καὶ τὸ ναύσταθμον πολιορκούμενον καὶ ῥηγνυμένας ὑπὸ τοῦ Ἕκτορος τὰς πύλας καὶ τοὺς Ἀχαιοὺς εἰς τὰς ναῦς ἤδη κατειλημένους καὶ περὶ τὰς σκηνὰς πάντα τὸν πόλεμον καὶ τὸν Αἴαντα ἄνωθεν μαχόμενον ἀπὸ τῶν νεῶν καὶ τέλος ἐκβληθέντα ὑπὸ τοῦ Ἕκτορος καὶ ἀναχωρήσαντα καὶ τῶν νεῶν τινας ἐμπρησθείσας.
11.90ἐνταῦθα γὰρ οὐκ ἔστιν Αἰνείας ὑπὸ Ἀφροδίτης ἁρπαζόμενος οὐ δὲ Ἄρης ὑπὸ ἀνδρὸς τιτρωσκόμενος οὐ δὲ ἄλλο τοιοῦτον οὐθὲν ἀπίθανον, ἀλλὰ πράγματα ἀληθῆ καὶ ὅμοια γεγονόσι. μεθ’ἣν ἧτταν οὐκέτι ἦν ἀναμάχεσθαι δυνατὸν οὐ δὲ θαρρῆσαί ποτε τοὺς οὕτως ἀπειρηκότας ὡς μήτε ὑπὸ τῆς τάφρου μήτε ὑπὸ τοῦ ἐρύματος ὠφεληθῆναι μηθὲν μήτε αὐτὰς διαφυλάξαι τὰς ναῦς.
11.91ποία γὰρ ἔτι τηλικαύτη δύναμις τίς οὕτως ἀνὴρ ἄμαχος καὶ θεοῦ ῥώμην ἔχων, ὃς ἐπιφανεὶς ἐδύνατο σῶσαι τοὺς ἀπολωλότας ἤδη; τὸ γὰρ τῶν Μυρμιδόνων πλῆθος πόσον τι πρὸς τὴν σύμπασαν ἦν στρατιάν; τὸ τοῦ Ἀχιλλέως σθένος, οὐ δήπου τότε πρῶτον μέλλοντος μάχεσθαι, πολλάκις δὲ ἐν πολλοῖς τοῖς ἔμπροσθεν ἔτεσιν εἰς χεῖρας ἐλθόντος, καὶ μήτε τὸν Ἕκτορα ἀποκτείναντος μήτε ἄλλο μηθὲν εἰργασμένου μέγα, εἰ μή γε Τρωίλον παῖδα ἔτι ὄντα τὴν ἡλικίαν ἑλόντος;
11.92ἐνταῦθα δὲ γενόμενος Ὅμηρος οὐδὲν ἔτι τἀληθοῦς ἐφρόντισεν, ἀλλ’εἰς ἅπαν ἧκεν ἀναισχυντίας καὶ πάντα τὰ πράγματα ἁπλῶς ἀνέτρεψε καὶ μετέστησεν εἰς τοὐναντίον, καταπεφρονηκὼς μὲν τῶν ἀνθρώπων, ὅτι καὶ τἄλλα ἑώρα πάνυ ῥᾳδίως πειθομένους αὐτοὺς καὶ περὶ τῶν θεῶν, οὐκ ὄντων δὲ ἑτέρων ποιητῶν οὐ δὲ συγγραφέων, παρ’οἷς ἐλέγετο τἀληθές, ἀλλ’αὐτὸς πρῶτος ἐπιθέμενος ὑπὲρ τούτων γράφειν, γενεαῖς δὲ ὕστερον ξυνθεὶς πολλαῖς, τῶν εἰδότων αὐτὰ ἠφανισμένων καὶ τῶν ἐξ ἐκείνων ἔτι, ἀμαυρᾶς δὲ καὶ ἀσθενοῦς ἔτι φήμης ἀπολειπομένης, ὡς εἰκὸς περὶ τῶν σφόδρα παλαιῶν, ἔτι δὲ πρὸς τοὺς πολλοὺς καὶ ἰδιώτας μέλλων διηγεῖσθαι τὰ ἔπη, καὶ ταῦτα βελτίω ποιῶν τὰ τῶν Ἑλλήνων, ὡς μη δὲ τοὺς γιγνώσκοντας ἐξελέγχειν. οὕτως δὴ ἐτόλμησε τἀναντία τοῖς γενομένοις ποιῆσαι ·
11.93τοῦ γὰρ Ἀχιλλέως ἐπιβοηθήσαντος ἐν τῇ καταλήψει τῶν νεῶν ὑπ’ἀνάγκης τὸ πλέον καὶ τῆς αὑτοῦ σωτηρίας ἕνεκεν, τροπὴν μέν τινα γενέσθαι τῶν Τρώων καὶ ἀναχωρῆσαι παραχρῆμα ἀπὸ τῶν νεῶν αὐτοὺς καὶ σβεσθῆναι τὸ πῦρ, ἅτε ἐξαπίνης ἐπιπεσόντος τοῦ Ἀχιλλέως, καὶ τούςτε ἄλλους ἀποχωρεῖν καὶ τὸν Ἕκτορα ὑπάγειν αὑτὸν ἔξω τῆς τάφρου καὶ τῆς περὶ τὸ στρατόπεδον στενοχωρίας, σχέδην δὲ καὶ ἐφιστάμενον, ὥσπερ αὐτός φησιν Ὅμηρος.
11.94συμπεσόντων δὲ καὶ μαχομένων πάλιν, τὸν Ἀχιλλέα κάλλιστα ἀγωνίσασθαι μετὰ τῶν αὑτοῦ, καὶ πολλοὺς ἀποκτεῖναι τῶν Τρώων καὶ τῶν ἐπικούρων, ἄλλουςτε καὶ τὸν Σαρπηδόνα τὸν τοῦ Διὸς υἱὸν λεγόμενον εἶναι, βασιλέα Λυκίων · καὶ περὶ τὴν τοῦ ποταμοῦ διάβασιν ἀποχωρούντων γενέσθαι φόνον πολύν, οὐ μέντοι προτροπάδην φεύγειν αὐτούς, ἀλλὰ πολλὰς ἑκάστοτε ὑποστροφὰς γίγνεσθαι.
11.95τὸν δὲ Ἕκτορα ἐν τούτῳ παραφυλάττειν, ἐμπειρότατον ὄντα καιρὸν μάχης ξυνεῖναι, καὶ μέχρι μὲν ἤκμαζεν Ἀχιλλεὺς καὶ νεαλὴς ὢν ἐμάχετο, μὴ ξυμφέρεσθαι αὐτῷ, μόνον δὲ τοὺς ἄλλους παρακαλεῖν · ἐπεὶ δ’ᾐσθάνετο κάμνοντα ἤδη καὶ πολὺ τῆς πρότερον ὑφεικότα ὁρμῆς, ἅτε οὐ ταμιευσάμενον ἐν τῷ ἀγῶνι, καὶ ὑπὸ τοῦ ποταμοῦ κοπωθέντα μείζονος ἐρρυηκότος ἀπείρως διαβαίνοντα, καὶ ὑπότε Ἀστεροπαίου τοῦ Παίονος ἑώρα τετρωμένον, Αἰνείαντε συστάντα αὐτῷ καὶ μαχεσάμενον ἐπὶ πλέον, ὁπότε δὲ ἐβουλήθη ἀσφαλῶς ἀποχωρήσαντα, Ἀγήνορα δὲ οὐ καταλαβόντα ὁρμήσαντα διώκειν · καίτοι τούτῳ μάλιστα προεῖχεν Ἀχιλλεὺς ὅτι ἐδόκει τάχιστος εἶναι ·
11.96καταφανὴς οὖν ἐγεγόνει αὐτῷ διὰ τούτων ἁπάντων εὐάλωτος ὤν, ἅτε δεινῷ τὴν πολεμικὴν τέχνην · ὥστε θαρρῶν ἀπήντησεν αὐτῷ κατὰ μέσον τὸ πεδίον. καὶ τὸ μὲν πρῶτον ἐνέκλινεν ὡς φεύγων, ἀποπειρώμενος αὐτοῦ, ἅμα δὲ κοπῶσαι βουλόμενος, ὁτὲ μὲν περιμένων, ὁτὲ δὲ ἀποφεύγων · ἐπεὶ δὲ ἑώρα βραδύνοντα καὶ ἀπολειπόμενον, οὕτως ὑποστρέψας αὐτὸς ἧκεν ἐπ’αὐτὸν οὐ δὲ τὰ ὅπλα φέρειν ἔτι δυνάμενον, καὶ συμβαλὼν ἀπέκτεινε καὶ τῶν ὅπλων ἐκράτησεν, ὡς καὶ τοῦτο Ὅμηρος εἴρηκε. τοὺς δὲ ἵππους διῶξαι μέν φησι τὸν Ἕκτορα, οὐ λαβεῖν δέ, κἀκείνων ἁλόντων.
11.97τὸ μὲν οὖν σῶμα μόλις διέσωσαν ἐπὶ τὰς ναῦς οἱ Αἴαντες. οἱ γὰρ Τρῶες ἤδη θαρροῦντες καὶ νικᾶν νομίζοντες, μαλακώτερον ἐφείποντο · δὲ Ἕκτωρ ἐνδυσάμενος τὰ τοῦ Ἀχιλλέως ὅπλα ἐπίσημα ὄντα ἔκτεινέτε καὶ ἐδίωκε μέχρι τῆς θαλάττης, ὡς ὁμολογεῖ ταῦτα Ὅμηρος. νὺξ δὲ ἐπιγενομένη ἀφείλετο μὴ πάσας ἐμπρῆσαι τὰς ναῦς. τούτων δὲ οὕτως γενομένων, οὐκ ἔχων ὅπως κρύψῃ τἀληθές, Πάτροκλον εἶναί φησι τὸν ἐπεξελθόντα μετὰ τῶν Μυρμιδόνων, ἀναλαβόντα τὰ τοῦ Ἀχιλλέως ὅπλα, καὶ τοῦτον ὑπὸ τοῦ Ἕκτορος ἀποθανεῖν, καὶ τὸν Ἕκτορα τῶν ὅπλων οὕτως κρατῆσαι.
11.98καίτοι πῶς ἂν Ἀχιλλεὺς ἐν τοσούτῳ κινδύνῳ τοῦ στρατοπέδου ὄντος καὶ τῶν νεῶν ἤδη καιομένων καὶ ὅσον οὔπω ἐπ’αὐτὸν ἥκοντος τοῦ δεινοῦ, καὶ τὸν Ἕκτορα ἀκούων ὅτι φησὶ μηδένα αὑτῷ ἀξιόμαχον εἶναι καὶ τὸν Δία βοηθεῖν αὑτῷ καὶ δεξιὰ σημεῖα φαίνειν, εἴ γε ἐβούλετο σῶσαι τοὺς Ἀχαιούς, αὐτὸς μὲν ἐν τῇ σκηνῇ ἔμενεν ἄριστος ὢν μάχεσθαι, τὸν δὲ πολὺ χείρονα αὑτοῦ ἔπεμπε; καὶ ἅμα μὲν παρήγγελλεν ἐμπεσεῖν ἰσχυρῶς καὶ ἀμύνεσθαι τοὺς Τρῶας, ἅμα δὲ τῷ Ἕκτορι μὴ μάχεσθαι; οὐ δὲ γὰρ ἐπ’ἐκείνῳ ἦν οἶμαι προελθόντι γε ἅπαξ ὅτῳ ἐβούλετο μάχεσθαι.
11.99οὕτως δὲ ὑποκαταφρονῶν τοῦ Πατρόκλου καὶ ἀπιστῶν αὐτῷ, τὴν δύναμιν ἐπέτρεπεν ἐκείνῳ καὶ τὰ ὅπλα τὰ αὑτοῦ καὶ τοὺς ἵππους, ὡς ἂν κάκιστά τις βουλεύσαιτο περὶ τῶν αὑτοῦ, πάντα ἀπολέσαι βουλόμενος · ἔπειτα ηὔχετο τῷ Διὶ ὑποστρέψαι τὸν Πάτροκλον μετὰ τῶν ὅπλων ἁπάντων καὶ τῶν ἑταίρων, οὕτως ἀνοήτως πέμπων αὐτὸν πρὸς ἄνδρα κρείττονα, προκαλουμένῳ τοὺς ἀρίστους οὐδεὶς ὑπακοῦσαι ἤθελεν, δὲ Ἀγαμέμνων ἄντικρυς ἔφη καὶ τὸν Ἀχιλλέα φοβεῖσθαι καὶ μὴ βούλεσθαι συμβαλεῖν ἐκείνῳ;
11.100τοιγαροῦν οὕτω βουλευσάμενον αὐτὸν λέγει τοῦτε ἑταίρου στερηθῆναι καὶ πολλῶν ἑτέρων, ὀλίγου δὲ καὶ τῶν ἵππων καὶ ἄοπλον γενέσθαι. οὐδέ– ποτ’ἂν ἐποίησεν Ἀχιλλεὺς μὴ ἀπόπληκτος ὤν · εἰ δὲ μή, πάντως ἂν αὐτὸν ἐκώλυσε Φοῖνιξ. ἀλλ’οὐ γὰρ ἐβούλετο, φησί, ταχέως ἀπαλλάξαι τοῦ κινδύνου τοὺς Ἀχαιούς, ἕως ἂν λάβῃ τὰ δῶρα, καὶ ἅμα οὐδέπω τῆς ὀργῆς ἐπέπαυτο.
11.101καὶ τί ἦν ἐμποδὼν αὐτὸν προελθόντα ἐφ’ὅσον ἐβούλετο πάλιν μηνίειν; ξυνεὶς δὲ τῆς τοιαύτης ἀλογίας αἰνίττεται διὰ πρόρρησίν τινα μένειν αὐτόν, ὡς, εἰ ἐξῄει, πάντως ἀποθανούμενον, ἄντικρυς αὐτοῦ κατηγορῶν δειλίαν · καίτοι ἐξῆν αὐτῷ διὰ ταύτην τὴν πρόρρησιν ἀποπλεῦσαι διενεχθέντα πρὸς τὸν Ἀγαμέμνονα. οὐ μέντοι ἀλλὰ καὶ περὶ τοῦ Πατρόκλου ἐτύγχανεν ἀκηκοὼς τῆς μητρός, ὅν φησιν ἐν ἴσῳ τῇ ἑαυτοῦ κεφαλῇ τιμᾶν καὶ μη δὲ αὐτὸς ἔτι βούλεσθαι ζῆν ἐκείνου ἀποθανόντος.
11.102ὡς δὲ ἑώρα αὐτὸν οὐ δυνάμενον βαστάσαι τὸ δόρυ τὰ ἄλλα ἐδίδου δῆλον ὅτι προσεοικότα τῷ δόρατι, καὶ οὐκ ἐφοβεῖτο μὴ οὐ δύνηται φέρειν αὐτά · ὥσπερ οὖν καί φησι συμβῆναι περὶ τὴν μάχην. ἀλλὰ γὰρ εἴ τις ἅπαντα ἐλέγχοι, πολὺ ἂν ἔργον εἴη. τὸ γὰρ ψεῦδος ἐξ αὑτοῦ φανερόν ἐστι τοῖς προσέχουσιν · ὥστε οὐδενὶ ἄδηλον καὶ τῶν ὀλίγον νοῦν ἐχόντων ὅτι σχεδὸν ὑπόβλητός ἐστιν Πάτροκλος καὶ τοῦτον ἀντήλλαξεν Ὅμηρος τοῦ Ἀχιλλέως, βουλόμενος τὸ κατ’ἐκεῖνον κρύψαι.
11.103ὑφορώμενος δὲ μή τις ἄρα καὶ τοῦ Πατρόκλου ζητῇ τάφον · ὥσπερ οἶμαι καὶ τῶν ἄλλων ἀριστέων τῶν ἀποθανόντων ἐν Τροίᾳ φανεροί εἰσιν οἱ τάφοι · διὰ τοῦτο προκαταλαμβάνων οὐκ ἔφη τάφον αὐτοῦ γενέσθαι καθ’αὑτόν, ἀλλὰ μετὰ τοῦ Ἀχιλλέως τεθῆναι. καὶ Νέστωρ μὲν οὐκ ἠξίωσε μετ’Ἀντιλόχου ταφῆναι δι’αὐτὸν ἀποθανόντος, οἴκαδε τὰ ὀστᾶ κομίσας · τὰ δὲ τοῦ Ἀχιλλέως ὀστᾶ ἀνεμίχθη τοῖς τοῦ Πατρόκλου; μάλιστα μὲν οὖν ἐβούλετο Ὅμηρος ἀφανίσαι τὴν τοῦ Ἀχιλλέως τελευτὴν ὡς οὐκ ἀποθανόντος ἐν Ἰλίῳ.
11.104τοῦτο δὲ ἐπεὶ ἀδύνατον ἑώρα, τῆς φήμης ἐπικρατούσης καὶ τοῦ τάφου δεικνυμένου, τό γε ὑφ’Ἕκτορος αὐτὸν ἀποθανεῖν ἀφείλετο καὶ τοὐναντίον ἐκεῖνον ὑπὸ τοῦ Ἀχιλλέως ἀναιρεθῆναί φησιν, ὃς τοσοῦτον ὑπερεῖχε τῶν ἀνθρώπων ἁπάντων καὶ προσέτι αἰκισθῆναι τὸν νεκρὸν αὐτοῦ καὶ συρῆναι μέχρι τῶν τειχῶν. πάλιν δὲ εἰδὼς τάφον ὄντα τοῦ Ἕκτορος καὶ τιμώμενον αὐτὸν ὑπὸ τῶν πολιτῶν, ἀποδοθῆναι αὐτὸν λέγει κελεύσαντος τοῦ Διὸς λύτρων δοθέντων, τέως δὲ τὴν Ἀφροδίτην ἐπιμεληθῆναι καὶ τὸν Ἀπόλλω τοῦ διαμεῖναι τὸν νεκρόν.
11.105οὐκ ἔχων δὲ τι ποιήσῃ τὸν Ἀχιλλέα, ἐπεὶ ἔδει αὐτὸν ὑπὸ τῶν Τρώων τινὸς ἀνῃρῆσθαι · οὐ γὰρ δὴ καὶ τοῦτον ἔμελλεν, ὥσπερ καὶ τὸν Αἴαντα, ὑφ’ἑαυτοῦ ἀποθανόντα ποιεῖν, φθονῶν τῆς δόξης τῷ ἀνελόντι · τὸν Ἀλέξανδρόν φησιν ἀποκτεῖναι αὐτόν, ὃν πεποίηκε τῶν Τρώων κάκιστον καὶ δειλότατον καὶ ὑπὸ τοῦ Μενελάου μικροῦ δεῖν ζωγρηθέντα, ὃν λοιδορούμενον ἀεὶ πεποίηκεν, ὡς μαλθακὸν αἰχμητὴν καὶ ἐπονείδιστον ἐν τοῖς Ἕλλησι.
11.106ἵνα δὴ τοῦ Ἕκτορος τὴν δόξαν ἀφέλοιτο, καὶ τὸν Ἀχιλλέα φαίνεται καθῃρηκώς, καὶ πολὺ χείρω καὶ ἀδοξότερον αὐτοῦ ποιήσας τὸν θάνατον. τέλος δὲ προάγει ἤδη τεθνηκότα τὸν Ἀχιλλέα καὶ ποιεῖ μαχόμενον · οὐκ ὄντων δὲ ὅπλων, ἀλλὰ τοῦ Ἕκτορος ἔχοντος · ἐν τούτῳ γὰρ ἔλαθεν αὐτὸν ἕν τι τῶν ἀληθῶν ῥηθέν · ἐκ τοῦ οὐρανοῦ φησι κομίσαι τὴν Θέτιν ὑπὸ τοῦ Ἡφαίστου γενόμενα ὅπλα · καὶ οὕτως δὴ γελοίως τὸν Ἀχιλλέα μόνον τρεπόμενον τοὺς Τρῶας, τῶν δὲ ἄλλων Ἀχαιῶν, ὥσπερ οὐδενὸς παρόντος, ἁπάντων ἐπελάθετο · ἅπαξ δὲ τολμήσας τοῦτο ψεύσασθαι πάντα συνέχεε. καὶ τοὺς θεοὺς ἐνταῦθα ποιεῖ μαχομένους ἀλλήλοις, σχεδὸν ὁμολογῶν ὅτι οὐδὲν αὐτῷ μέλει ἀληθείας.
11.107πάνυ δὲ ἀσθενῶς καὶ ἀπιθάνως τὴν ἀριστείαν διελθών, ὁτὲ μὲν ποταμῷ μαχόμενον αὐτόν, ὁτὲ δὲ ἀπειλοῦντα Ἀπόλλωνι καὶ διώκοντα αὐτόν · ἐξ ὧν ἁπάντων ἰδεῖν ἔστι τὴν ἀπορίαν αὐτοῦ σχεδόν · οὐ γάρ ἐστιν ἐν τοῖς ἀληθέσιν οὕτως ἀπίθανος οὐ δὲ ἀηδής · μόλις ποτὲ τῶν Τρώων εἰς τὴν πόλιν φευγόντων, τὸν Ἕκτορα πεποίηκε πρὸ τοῦ τείχους ἀνδρειότατα ὑπομένοντα αὐτὸν καὶ μήτε τῷ πατρὶ δεομένῳ μήτε τῇ μητρὶ πειθόμενον, ἔπειτα φεύγοντα κύκλῳ τῆς πόλεως, ἐξὸν εἰσελθεῖν, καὶ τὸν Ἀχιλλέα, τάχιστον ἀνθρώπων ἀεί ποτε ὑπ’αὐτοῦ λεγόμενον, οὐ δυνάμενον καταλαβεῖν.
11.108τοὺς δὲ Ἀχαιοὺς ὁρᾶν ἅπαντας ὥσπερ ἐπὶ θέαν παρόντας καὶ μηδένα βοηθεῖν τῷ Ἀχιλλεῖ, τοιαῦτα πεπονθότας ὑπὸ τοῦ Ἕκτορος καὶ μισοῦντας αὐτόν, ὥστε καὶ νεκρὸν τιτρώσκειν. ἔπειτα Δηίφοβον ἐξελθόντα τοῦ τείχους, μᾶλλον δὲ Ἀθηνᾶν παραλογίσασθαι αὐτόν, εἰκασθεῖσαν Δηιφόβῳ, καὶ τὸ δόρυ κλέψαι τὸ τοῦ Ἕκτορος ἐν τῇ μάχῃ, οὐ δὲ ὅπως ἀποκτείνῃ τὸν Ἕκτορα εὑρίσκων, τρόπον τινὰ ἰλιγγιῶν περὶ τὸ ψεῦδος καὶ τῷ ὄντι ὡς ἐν ὀνείρατι μάχην διηγούμενος. μάλιστα γοῦν προσέοικε τοῖς ἀτόποις ἐνυπνίοις τὰ περὶ τὴν μάχην ἐκείνην.
11.109εἰς τοῦτο δὲ προελθὼν ἀπεῖπε λοιπόν, οὐκ ἔχων τι χρήσηται τῇ ποιήσει καὶ τοῖς ψεύσμασι δυσχεραίνων ἀγῶνά τινα προσθεὶς ἐπιτάφιον, καὶ τοῦτο πάνυ γελοίως, καὶ τὴν Πριάμου βασιλέως εἰς τὸ στρατόπεδον ἄφιξιν παρὰ τὸν Ἀχιλλέα, μηδενὸς αἰσθομένου τῶν Ἀχαιῶν, καὶ τὰ λύτρα τοῦ Ἕκτορος. καὶ οὔτε τὴν τοῦ Μέμνονος βοήθειαν οὔτε τὴν τῶν Ἀμαζόνων, οὕτως θαυμαστὰ καὶ μεγάλα, ἐτόλμησεν εἰπεῖν, οὔτε τὸν τοῦ Ἀχιλλέως θάνατον οὔτε τὴν ἅλωσιν τῆς Τροίας.
11.110οὐ δὲ γὰρ ὑπέμεινεν οἶμαι πάλαι τεθνηκότα τὸν Ἀχιλλέα ποιεῖν πάλιν ἀναιρούμενον, οὐ δὲ νικῶντας τοὺς ἡττηθέντας καὶ φεύγοντας, οὐ δὲ τὴν κρατήσασαν πόλιν, ταύτην πορθουμένην. οἱ δὲ ὕστερον ἅτε ἐξηπατημένοι καὶ τοῦ ψεύδους ἰσχύοντος ἤδη θαρροῦντες ἔγραφον. τὰ δὲ πράγματα οὕτως ἔσχεν.
11.111Ἀχιλλέως τελευτήσαντος ὑπὸ Ἕκτορος ἐν τῇ βοηθείᾳ τῶν νεῶν, οἱ μὲν Τρῶες, ὥσπερ καὶ πρότερον, ἐπηυλίσθησαν ἐγγὺς τῶν νεῶν, ὡς φυλάξοντες τοὺς Ἀχαιούς · ὑπώπτευον γὰρ αὐτοὺς ἀποδράσεσθαι τῆς νυκτός · δὲ Ἕκτωρ ἀνεχώρησεν εἰς τὴν πόλιν παράτε τοὺς γονέας καὶ τὴν γυναῖκα, χαίρων τοῖς πεπραγμένοις, ἐπὶ τοῦ στρατεύματος καταλιπὼν Πάριν.
11.112 δ’αὐτόςτε καὶ τῶν Τρώων τὸ πλῆθος ἐκάθευδεν, ὡς εἰκὸς ἦν κεκοπωμένους καὶ μηδὲν προσδεχομένους κακόν, ἔτι δὲ παντελοῦς εὐπραγίας οὔσης. ἐν τούτῳ δὴ Ἀγαμέμνων μετὰ Νέστορος καὶ Ὀδυσσέως καὶ Διομήδους βουλευ– σάμενος σιωπῇ καθείλκυσαν τῶν νεῶν τὰς πολλάς, ὁρῶντες ὅτι καὶ τῇ προτεραίᾳ μικροῦ διεφθάρησαν, ὡς μη δὲ φυγὴν ἔτι εἶναι, καὶ μέρος οὐκ ὀλίγον ἦν ἐμπεπρησμένον αὐτῶν, ἀλλ’οὐ μία ναῦς Πρωτεσιλάου · ταῦτα δὲ ποιήσαντες ἀπέπλευσαν εἰς τὴν Χερρόνησον, τῶν αἰχμαλώτων πολλὰ καταλιπόντες καὶ τῶν ἄλλων οὐκ ὀλίγα κτημάτων.
11.113ἅμα δὲ τῇ ἡμέρᾳ φανεροῦ γενομένου τοῦ πράγματος, μὲν Ἕκτωρ ἠγανάκτει καὶ βαρέως ἔφερε καὶ τὸν Ἀλέξανδρον ἐλοιδόρει · τοὺς γὰρ πολεμίους αὐτὸν ἐκ τῶν χειρῶν ἀφεῖναι · τὰς δὲ σκηνὰς ἐνέπρησαν οἱ Τρῶες καὶ διήρπαζον τὰ καταλειφθέντα. τοῖς δὲ Ἀχαιοῖς ἐν τῷ ἀσφαλεῖ βουλευομένοις · οὐ γὰρ εἶχον οἱ περὶ τὸν Ἕκτορα ναυτικὸν ἕτοιμον, ὥστε διαβαίνειν ἐπ’αὐτούς · ἐδόκει μὲν ἀπιέναι πᾶσι, πολλοῦ πλήθους ἀπολωλότος καὶ τῶν ἀρίστων ἀνδρῶν · κίνδυνος δὲ ἦν μὴ ναῦς ποιησάμενοι παραχρῆμα ἐπιπλεύσωσιν ἐπὶ τὴν Ἑλλάδα.
11.114διὰ τοῦτο οὖν ἀναγκαῖον ἦν μένειν ὥσπερ κατ’ἀρχὰς λῃστεύοντας, εἴ πως τῷ Πάριδι κάμνοντι διαλλάξειαν αὑτοὺς καὶ πρὸς φιλίαν πράξαντες ἀπελθεῖν. ὡς δὲ ἔκριναν ταῦτα, καὶ ἐποίουν πέραν μένοντες. κἀνταῦθα τοῖς Τρωσὶν ἐπῆλθον ἐκ μὲν Αἰθιοπίας Μέμνων, αἱ δὲ Ἀμαζόνες ἐκ τοῦ Πόντου βοηθοὶ καὶ ἄλλο πλῆθος ἐπικούρων, ὡς εὐτυχοῦντας ἐπυνθάνοντο τὸν Πρίαμον καὶ τὸν Ἕκτορα καὶ τοὺς Ἀχαιοὺς ὅσον οὔπω διεφθαρμένους πάντας, οἱ μέν τινες κατ’εὔνοιαν, οἱ δὲ καὶ φόβῳ τῆς δυνάμεως · οὐ γὰρ τοῖς ἡττημένοις οὐ δὲ τοῖς κακῶς πράττουσιν, ἀλλὰ τοῖς νικῶσι καὶ τοῖς περιγενομένοις ἁπάντων πάντες ἐθέλουσι βοηθεῖν.
11.115μετεπέμψαντο δὲ καὶ οἱ Ἀχαιοὶ παρ’αὑτῶν εἴ τινα ἐδύναντο ὠφέλειαν · τῶν μὲν γὰρ ἔξωθεν οὐδὲν οὐδεὶς ἔτι προσεῖχεν αὐτοῖς · ἀλλὰ Νεοπτόλεμόντε τὸν Ἀχιλλέως κομιδῇ νέον ὄντα καὶ Φιλοκτήτην ὑπεροφθέντα πρότερον διὰ τὴν νόσον, καὶ τοιαύτας βοηθείας οἴκοθεν ἀσθενεῖς καὶ ἀπόρους. ὧν ἀφικομένων μικρὸν ἀναπνεύσαντες πάλιν διέπλευσαν εἰς τὴν Τροίαν, καὶ περιεβάλοντο τεῖχος ἕτερον πολὺ ἔλαττον, οὐκ ἐν πρότερον τόπῳ παρὰ τὸν αἰγιαλόν, ἀλλὰ τὸ ὑψηλὸν αὐτοῦ καταλαβόντες.
11.116τῶν δὲ νεῶν αἱ μέν τινες ὑφώρμουν ὑπὸ τὸ τεῖχος, αἱ δὲ ἐν τῷ πέραν ἔμενον · ἅτε γὰρ οὐδεμίαν ἐλπίδα ἔχοντες κρατήσειν, ἀλλ’ὁμολογιῶν δεόμενοι, καθάπερ εἶπον, οὐ βεβαίως ἐπολέμουν, ἀλλ’ἀμφιβόλως τρόπον τινὰ καὶ πρὸς ἀπόπλουν μᾶλλον τὴν γνώμην ἔχοντες. ἐνέδραις οὖν ὡς τὸ πολὺ καὶ καταδρομαῖς ἐχρῶντο. καί ποτε μάχης ἰσχυροτέρας γενομένης, βιαζομένων αὐτῶν τὸ φρούριον ἐξελεῖν, Αἴαςτε ὑπὸ Ἕκτορος ἀποθνήσκει καὶ Ἀντίλοχος ὑπὸ τοῦ Μέμνονος πρὸ τοῦ πατρός ·
11.117ἐτρώθη δὲ καὶ αὐτὸς Μέμνων ὑπὸ τοῦ Ἀντιλόχου, καὶ ἀποκομιζόμενος τραυματίας τελευτᾷ κατὰ τὴν ὁδόν. συνέβη δὲ καὶ τοῖς Ἀχαιοῖς εὐημερῆσαι τότε ὡς οὐ πρότερον. τε γὰρ Μέμνων μέγα ἀξίωμα ἔχων ἐτρώθη καιρίως, τήντε Ἀμαζόνα ἀπέκτεινε Νεοπτόλεμος καταδραμοῦσαν ἐπὶ τὰς ναῦς ἰταμώτερον καὶ πειρωμένην ἐμπρῆσαι, μαχόμενος ἐκ τῆς νεὼς ναυμάχῳ δόρατι, καὶ Ἀλέξανδρος ἀποθνῄσκει Φιλοκτήτῃ διατοξευόμενος.
11.118ἦν οὖν ἀθυμία καὶ παρὰ τοῖς Τρωσίν, εἰ μηδέποτε παύσονται τοῦ πολέμου μη δὲ ἔσται μηδὲν αὐτοῖς πλέον νικῶσιν. τε Πρίαμος ἄλλος ἐγεγόνει μετὰ τὴν Ἀλεξάνδρου τελευτήν, σφόδρα ἀνιαθεὶς καὶ φοβούμενος ὑπὲρ τοῦ Ἕκτορος. πολὺ δὲ φαυλότερον ἔσχε τὰ τῶν Ἀχαιῶν Ἀντιλόχουτε καὶ Αἴαντος τεθνηκότων · ὥστε πέμπουσι περὶ συμβάσεων, φάσκοντες ἀπιέναι γενομένης εἰρήνης καὶ ὅρκων ὀμοσθέντων μηκέτι στρατεύσειν μήτε αὐτοὺς εἰς τὴν Ἀσίαν μήτε ἐκείνους ἐπὶ τὸ Ἄργος.
11.119μετὰ δὲ ταῦτα μὲν Ἕκτωρ ἀντέλεγε · πολὺ γὰρ εἶναι κρείττους καὶ τὸ ἐπιτείχισμα ἔφη κατὰ κράτος αἱρήσειν · μάλιστα δὲ ἐχαλέπαινε τῇ Ἀλεξάνδρου τελευτῇ. δεομένου δὲ τοῦ πατρὸς καὶ τὸ γῆρας τὸ αὑτοῦ λέγοντος καὶ τῶν παίδων τὸν θάνατον, τοῦτε ἄλλου πλήθους ἀπηλλάχθαι βουλομένου, τὰς μὲν διαλύσεις συνεχώρησεν · ἠξίου δὲ τοὺς Ἀχαιοὺς τάτε χρήματα διαλῦσαι τὰ δαπανηθέντα εἰς τὸν πόλεμον καὶ δίκην τινὰ ὑποσχεῖν, ὅτι μηθὲν ἀδικηθέντες ἐστρατεύσαντο, καὶ τήντε χώραν διέφθειραν πολλοῖς ἔτεσι καὶ ἄνδρας ἀγαθοὺς ἄλλουςτε καὶ Ἀλέξανδρον, οὐδὲν ὑπ’αὐτοῦ παθόντες, ἀλλ’ὅτι κρείττων ἐνομίσθη κατὰ μνηστείαν καὶ γυναῖκα ἔλαβεν ἐκ τῆς Ἑλλάδος τῶν κυρίων διδόντων.
11.120 δὲ Ὀδυσσεύς, οὗτος γὰρ ἐπρέσβευε περὶ τῆς εἰρήνης, παρῃτεῖτο, ἐπιδεικνὺς ὅτι οὐχ ἥττω δεδράκασιν πεπόνθασιν, καὶ τὴν αἰτίαν ἐκείνοις ἀνετίθει τοῦ πολέμου · μηδὲν γὰρ δεῖν Ἀλέξανδρον τοσούτων οὐσῶν κατὰ τὴν Ἀσίαν γυναικῶν, τὸν δὲ εἰς τὴν Ἑλλάδα ἐλθόντα μνηστεύειν καὶ ἀπελθεῖν καταγελάσαντα τῶν ἀρίστων παρ’αὐτοῖς, πλούτῳ νικήσαντα · συμβῆναι γὰρ οὐχ ἁπλῶς τὴν μνηστείαν, ἀλλὰ ἐπιβουλεύειν αὐτὸν τοῖς ἐκεῖ πράγμασι διὰ τούτου μὴ λανθάνειν αὐτούς · ὥστε τὸ λοιπὸν ἠξίου παύσασθαι, τοσούτων κακῶν γεγονότων ἀμφοτέροις, καὶ ταῦτα ἐπιγαμίαςτε οὔσης καὶ συγγενείας τοῖς Ἀτρείδαις πρὸς αὐτοὺς διὰ Πέλοπα.
11.121περὶ δὲ τῶν χρημάτων κατεγέλα · μὴ γὰρ εἶναι χρήματα τοῖς Ἕλλησιν, ἀλλὰ καὶ νῦν τοὺς πολλοὺς ἑκόντας στρατεύεσθαι διὰ τὴν οἴκοι πενίαν. ταῦτα δὲ ἔλεγεν ἀποτρέπων αὐτοὺς τῆς ἐπὶ τὴν Ἑλλάδα στρατείας. εἰ δὲ δέοι τινα δίκην γενέσθαι τοῦ εὐπρεποῦς χάριν, αὐτὸς εὑρεῖν. καταλείψειν γὰρ αὐτοὺς ἀνάθημα κάλλιστον καὶ μέγιστον τῇ Ἀθηνᾷ καὶ ἐπιγράψειν, ἱλαστήριον Ἀχαιοὶ τῇ Ἀθηνᾷ τῇ Ἰλιάδι . τοῦτο γὰρ φέρειν μεγάλην τιμὴν ἐκείνοις · καθ’ἑαυτῶν δὲ γίγνεσθαι μαρτύριον ὡς ἡττημένων.
11.122παρεκάλει δὲ καὶ τὴν Ἑλένην ὑπὲρ τῆς εἰρήνης συλλαμβάνειν. δὲ συνέπραττε προθύμως · ἤχθετο γὰρ ὅτι δι’αὐτὴν οἱ Τρῶες ἐδόκουν πολλὰ κακὰ πάσχειν. καὶ ποιοῦνται τὰς διαλύσεις, καὶ σπονδαὶ γίγνονται τοῖς Τρωσὶ καὶ τοῖς Ἀχαιοῖς · Ὅμηρος δὲ καὶ τοῦτο μετήνεγκεν ἐπὶ τὸ ψεῦδος, εἰδὼς γενόμενον · ἀλλ’ἔφη τοὺς Τρῶας συγχέαι τὰς σπονδάς · ὤμοσάντε ἀλλήλοις τε Ἕκτωρ καὶ Ἀγαμέμνων καὶ τῶν ἄλλων οἱ δυνατοὶ μήτε τοὺς Ἕλληνάς ποτε στρατεύσειν εἰς τὴν Ἀσίαν, ἕως ἂν ἄρχῃ τὸ Πριάμου γένος, μήτε τοὺς Πριαμίδας εἰς Πελοπόννησον Βοιωτίαν Κρήτην Ἰθάκην Φθίαν Εὔβοιαν.
11.123ταύτας γὰρ μόνας ἐξαιρέτους ἐποίουν · περὶ δὲ τῶν ἄλλων οὐκ ἐβούλοντο ὀμνύειν οἱ Τρῶες οὐ δὲ τοῖς Ἀτρείδαις ἔμελε. τούτων δὲ ὀμοσθέντων, τε ἵππος ὑπὸ τῶν Ἀχαιῶν ἐτελέσθη, μέγα ἔργον, καὶ ἀνήγαγον αὐτὸν οἱ Τρῶες πρὸς τὴν πόλιν καὶ τῶν πυλῶν οὐ δεχομένων, μέρος τι τοῦ τείχους καθεῖλον · ὅθεν γελοίως ἐλέχθη τὸ ἁλῶναι τὴν πόλιν ὑπὸ τοῦ ἵππου. καὶ τὸ στράτευμα ᾤχετο ὑπόσπονδον τούτῳ τῷ τρόπῳ. τὴν δὲ Ἑλένην Ἕκτωρ συνῴκισε Δηιφόβῳ, ὃς ἦν μετ’ἐκεῖνον τῶν ἀδελφῶν ἄριστος.
11.124 δὲ πατὴρ αὐτοῦ τελευτᾷ πάντων εὐδαιμονέστατος, πλὴν ὅσα λελύπητο περὶ τῶν παίδων τῶν τετελευτηκότων. καὶ αὐτὸς βασιλεύσας συχνὰ ἔτη καὶ πλεῖστα τῆς Ἀσίας καταστρεψάμενος γηραιὸς ἀποθνῄσκει, καὶ θάπτεται πρὸ τῆς πόλεως. τὴν δὲ ἀρχὴν Σκαμανδρίῳ τῷ παιδὶ κατέλιπεν. ταῦτα δὲ ἔχοντα οὕτως ἐπίσταμαι σαφῶς ὅτι οὐδεὶς ἀποδέξεται, φήσουσι δὲ ψευδῆ πάντες εἶναι, πλὴν τῶν φρονούντων, οὐ μόνον οἱ Ἕλληνες, ἀλλὰ καὶ ὑμεῖς. γὰρ διαβολὴ σφόδρα χαλεπόν ἐστι καὶ τὸ ἐξηπατῆσθαι πολὺν χρόνον.
11.125σκοπεῖτε δὲ τἀναντία πῶς ἐστι γελοῖα, ἀφελόντες τὴν δόξαν καὶ τὸ προκατειλῆφθαι · κρυφθῆναι μὲν ἐν τῷ ἵππῳ στράτευμα ὅλον, τῶν δὲ Τρώων μηθένα αἰσθάνεσθαι τοῦτο μη δὲ ὑποπτεῦσαι, καὶ ταῦτα μάντεως οὔσης παρ’αὐτοῖς ἀψευδοῦς, ἀλλὰ κομίσαι τοὺς πολεμίους δι’αὑτῶν εἰς τὴν πόλιν · πρότερον δὲ ἕνα ἄνδρα πάντων ἡττωμένων ἱκανὸν γενέσθαι γυμνὸν ἐπιφανέντα τῇ φωνῇ τρέψασθαι τοσαύτας μυριάδας, καὶ μετὰ τοῦτο ὅπλα οὐκ ἔχοντα, ἐκ τοῦ οὐρανοῦ λαβόντα νικῆσαι τοὺς μιᾷ πρότερον ἡμέρᾳ κρατοῦντας καὶ διώκειν ἅπαντας ἕνα ὄντα.
11.126αὐτὸν δὲ ἐκεῖνον τοσοῦτον ὑπερέχοντα ἀποθανεῖν ὑπὸ τοῦ πάντων κακίστου τὴν ψυχήν, ὡς αὐτοί φασιν, ἄλλουτε ἀποθανόντος ἄλλον σκυλευθῆναι, μόνῳ δὲ ἐκείνῳ τῶν ἡγεμόνων μὴ γενέσθαι τάφον. ἄλλον δέ τινα τῶν ἀρίστων τοσαῦτα ἔτη πολεμοῦντα ὑπὸ μὲν τῶν πολεμίων μηδενὸς ἀποθανεῖν · αὑτὸν δὲ ὀργισθέντα ἀποσφάξαι, καὶ ταῦτα δοκοῦντα σεμνότατον καὶ πρᾳότατον εἶναι τῶν συμμάχων.
11.127τὸν δὲ ποιητὴν προθέμενον εἰπεῖν τὸν Τρωικὸν πόλεμον τὰ κάλλιστα καὶ μέγιστα τῶν γεγονότων ἐᾶσαι καὶ μη δὲ τὴν ἅλωσιν τῆς πόλεως διελθεῖν. ταῦτα γάρ ἐστιν ἐν τοῖς πεποιημένοις καὶ λεγομένοις. μὲν Ἀχιλλεύς, προηττημένων τῶν Ἀχαιῶν οὐκ εἰς ἅπαξ οὐ δὲ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ τῆς ἑαυτοῦ στρατιᾶς, μόνος περιγενόμενος καὶ τοσοῦτον τὰ πράγματα μεταβαλών, αὐτὸς δὲ Ἕκτορα μὲν ἀποκτείνας, ὑπὸ δὲ Ἀλεξάνδρου ἀποθνῄσκων, ὃς ἦν ὕστατος τῶν Τρώων, ὡς αὐτοὶ λέγουσι, Πατρόκλου δὲ ἀποθανόντος, σκυλευόμενος Ἀχιλλεὺς καὶ τὰ ἐκείνου ληφθέντα ὅπλα, δὲ Πάτροκλος οὐ ταφείς.
11.128ἐπειδὴ δὲ Αἴαντος ἦν τάφος καὶ πάντες ᾔδεσαν αὐτὸν ἐν Τροίᾳ τελευτήσαντα, ἵνα δὴ μὴ ποιήσῃ τὸν ἀποκτείναντα ἔνδοξον, αὐτὸς αὑτὸν ἀνελών. οἱ δὲ Ἀχαιοὶ φεύγοντες μὲν ἐκ τῆς Ἀσίας σιωπῇ καὶ τὰς σκηνὰς κατακαύσαντες καὶ τὸ ναύσταθμον ἁφθὲν ὑπὸ τοῦ Ἕκτορος καὶ τὸ τεῖχος αὐτῶν ἑαλωκός, καὶ ἀνάθημα ἀναθέντες τῇ Ἀθηνᾷ καὶ ἐπιγράψαντες, ὡς ἔθος ἐστὶ τοὺς ἡττημένους, οὐδὲν δὲ ἧττον τὴν Τροίαν ἑλόντες, ἐν δὲ τῷ ἵππῳ τῷ ξυλίνῳ στράτευμα ἀνθρώπων ἀποκρυφθέν. οἱ δὲ Τρῶες ὑποπτεύσαντες μὲν τὸ πρᾶγμα καὶ βουλευσάμενοι κατακαῦσαι τὸν ἵππον διατεμεῖν, μηθὲν δὲ τούτων ποιήσαντες, ἀλλὰ πίνοντες καὶ καθεύδοντες, καὶ ταῦτα προειπούσης αὐτοῖς τῆς Κασσάνδρας.
11.129ταῦτα οὐκ ἐνυπνίοις ἐοικότα τῷ ὄντι καὶ ἀπιθάνοις ψεύσμασιν; ἐν γὰρ τοῖς ὅρῳ γεγραμμένοις ὀνείρασιν οἱ ἄνθρωποι τοιαύτας ὄψεις ὁρῶσι, νῦν μὲν δοκοῦντες ἀποθνῄσκειν καὶ σκυλεύεσθαι, πάλιν δὲ ἀνίστασθαι καὶ μάχεσθαι γυμνοὶ ὄντες, ἐνίοτε δὲ οἰόμενοι διώκειν καὶ τοῖς θεοῖς διαλέγεσθαι καὶ αὑτοὺς ἀποσφάττειν καὶ μηδενὸς δεινοῦ ὄντος, καὶ οὕτως, εἰ τύχοι ποτέ, πέτεσθαι καὶ βαδίζειν ἐπὶ τῆς θαλάττης. ὥστε καὶ τὴν Ὁμήρου ποίησιν ὀρθῶς ἄν τινα εἰπεῖν ἐνύπνιον, καὶ τοῦτο ἄκριτον καὶ ἀσαφές.
11.130ἄξιον δὲ κἀκεῖνο ἐνθυμηθῆναι πρὸς τοῖς ὁμολογουμένοις. ὁμολογοῦσι γὰρ ἅπαντες τοὺς Ἀχαιοὺς ἐκ τῆς Ἀσίας ἀναχθῆναι χειμῶνος ἤδη, καὶ διὰ τοῦτο ἀπολέσθαι τὸ πλέον τοῦ στόλου περὶ τὴν Εὔβοιαν · ἔτι δὲ μὴ κατὰ ταὐτὸ πλεῖν ἅπαντας, ἀλλὰ στασιάσαι τὸ στράτευμα καὶ τοὺς Ἀτρείδας, καὶ τοὺς μὲν Ἀγαμέμνονι, τοὺς δὲ Μενελάῳ προσθέσθαι, τοὺς δὲ καθ’αὑτοὺς ἀπελθεῖν, ὧν καὶ Ὅμηρος ἐν Ὀδυσσείᾳ μέμνηται. τοὺς μὲν γὰρ εὖ πράττοντας ὁμονοεῖν εἰκὸς καὶ τῷ βασιλεῖ τὸ πλεῖστον ὑποτάττεσθαι, καὶ τὸν Μενέλαον μὴ διαφέρεσθαι πρὸς τὸν ἀδελφὸν παραχρῆμα τῆς εὐερ– γεσίας · τοῖς δὲ ἡττημένοις καὶ κακῶς πράττουσιν ἅπαντα ταῦτα ἀνάγκη συμβαίνειν.
11.131ἔτι δὲ τοὺς μὲν φοβουμένους καὶ φεύγοντας ἐκ τῆς πολεμίας ἀπιέναι τὴν ταχίστην · τοὺς δὲ νικῶντας καὶ διακινδυνεύειν μένοντας · τοὺς δὲ κρατοῦντας καὶ πρὸς τοῖς αὑτῶν ἔχοντας τοσοῦτον πλῆθος αἰχμαλώτων καὶ χρημάτων περιμένειν τὴν ἀσφαλεστάτην ὥραν, ἅτε καὶ αὐτῆς τῆς γῆς κρατοῦντας καὶ πολλὴν ἁπάντων ἀφθονίαν ἔχοντας, ἀλλὰ μὴ δέκα ἔτη περιμείναντας διαφθαρῆναι παρ’ὀλίγον. αἵτε οἴκοι συμφοραὶ καταλαβοῦσαι τοὺς ἀφικομένους οὐχ ἥκιστα δηλοῦσι τὸ πταῖσμα καὶ τὴν ἀσθένειαν αὐτῶν ·
11.132οὐ πάνυ γὰρ εἰώθασιν ἐπιτίθεσθαι τοῖς νικῶσιν οὐ δὲ τοῖς εὐτυχοῦσιν, ἀλλὰ τούτους μὲν θαυμάζουσι καὶ φοβοῦνται, τῶν δὲ ἀποτυχόντων καταφρονοῦσιν οἵτε ἔξωθεν καί τινες τῶν ἀναγκαίων. φαίνεται δὲ Ἀγαμέμνων ὑπὸ τῆς γυναικὸς ὑπεροφθεὶς διὰ τὴν ἧτταν, τε Αἴγισθος ἐπιθέμενος αὐτῷ καὶ κρατήσας ῥᾳδίως, οἵτε Ἀργεῖοι καταλαβόντες τὸ πρᾶγμα καὶ τὸν Αἴγισθον βασιλέα ἀποδείξαντες, οὐκ ἂν εἰ μετὰ τοσαύτης δόξης καὶ δυνάμεως ἀφικόμενον τὸν Ἀγαμέμνονα ἀπέκτεινε, κρατήσαντα τῆς Ἀσίας.
11.133τε Διομήδης ἐξέπεσεν οἴκοθεν, οὐθενὸς ἔλαττον εὐδοκιμῶν ἐν τῷ πολέμῳ, καὶ Νεοπτόλεμος εἴτε ὑπὸ Ἑλλήνων εἴτε ὑπὸ ἄλλων τινῶν · μετ’οὐ πολὺ δὲ καὶ πάντες ἐξέπεσον ἐκ τῆς Πελοποννήσου, καὶ κατελύθη τὸ τῶν Πελοπιδῶν γένος δι’ἐκείνην τὴν ξυμφοράν, οἱ δ’Ἡρακλεῖδαι, πρότερον ἀσθενεῖς ὄντες καὶ ἀτιμαζόμενοι, κατῆλθον μετὰ Δωριέων.
11.134Ὀδυσσεὺς δὲ ἐβράδυνεν ἑκών, τὰ μὲν αἰσχυνόμενος, τὰ δ’ὑποπτεύων τὰ πράγματα. καὶ διὰ τοῦτο ἐπὶ μνηστείαν ἐτράπησαν τῆς Πηνελόπης καὶ τῶν κτημάτων ἁρπαγὴν τῶν Κεφαλλήνων νεότης. καὶ οὐδεὶς ἐβοήθει τῶν φίλων τῶν Ὀδυσσέως οὐ δὲ Νέστωρ οὕτως ἐγγύθεν. ἅπαντες γὰρ ἦσαν ταπεινοὶ καὶ φαύλως ἔπραττον οἱ τῆς στρατείας μετασχόντες. τοὐναντίον δὲ ἐχρῆν δεινοὺς ἅπασι φαίνεσθαι τοὺς νενικηκότας καὶ μηδένα αὐτοῖς ἐπιχειρεῖν.
11.135Μενέλαος δὲ τὸ παράπαν οὐχ ἧκεν εἰς Πελοπόννησον, ἀλλ’ἐν Αἰγύπτῳ κατέμεινεν. καὶ σημεῖά γε ἔστιν ἄλλατε τῆς ἀφίξεως καὶ νομὸς ἀπ’αὐτοῦ καλούμενος, οὐκ ἂν εἰ πεπλανημένος καὶ πρὸς ὀλίγον ἀφίκετο. γήμας δὲ τὴν τοῦ βασιλέως θυγατέρα καὶ διηγήσατο τοῖς ἱερεῦσι τὰ τῆς στρατείας οὐθὲν ἀποκρυπτόμενος. οἱ δέ φασιν ὅτι καὶ τὴν Ἑλένην ἐκεῖθεν ἔλαβεν, λόγον ἁπάντων ἀπιστότατον · τέως δὲ ἐλάνθανεν εἴδωλον ἐκ τῆς Τροίας ἔχων · τε πόλεμος συνεστήκει περὶ εἰδώλου τὰ δέκα ἔτη.
11.136σχεδὸν δὲ καὶ Ὅμηρος ἐπίσταται τοῦτο καὶ αἰνίττεται, φήσας τὸν Μενέλαον μετὰ τὴν τελευτὴν ὑπὸ τῶν θεῶν εἰς τὸ Ἠλύσιον πεδίον πεμφθῆναι, ὅπου μήτε νιφετὸς γίγνεται μήτε χειμών, ἀλλ’αἰθρία δι’ἔτους καὶ πρᾷος ἀήρ · γὰρ ἐπὶ τῆς Αἰγύπτου τόπος τοιοῦτός ἐστιν. δοκοῦσι δέ μοι καὶ τῶν ὕστερον ποιητῶν τινες ὑποπτεῦσαι τὰ πράγματα. τὴν γὰρ Ἑλένην ἐπιβουλευθῆναι μὲν ὑπὸ Ὀρέστου λέγει τις τῶν τραγῳδοποιῶν εὐθὺς ἐλθοῦσαν, γενέσθαι δὲ ἀφανῆ τῶν ἀδελφῶν ἐπιφανέντων. τοῦτο δὲ οὐκ ἄν ποτε ἐποίησεν, εἰ ἐφαίνετο Ἑλένη κατοικήσασα ὕστερον ἐν τῇ Ἑλλάδι καὶ τῷ Μενελάῳ συνοῦσα.
11.137τὰ μὲν δὴ τῶν Ἑλλήνων μετὰ τὸν πόλεμον εἰς τοῦτο ἦλθε δυστυχίας καὶ ταπεινότητος, τὰ δὲ τῶν Τρώων πολὺ κρείττονα καὶ ἐπικυδέστερα ἐγένετο. τοῦτο μὲν γὰρ Αἰνείας ὑπὸ Ἕκτορος πεμφθεὶς μετὰ στόλου καὶ δυνάμεως πολλῆς Ἰταλίαν κατέσχε τὴν εὐδαιμονεστάτην χώραν τῆς Εὐρώπης · τοῦτο δὲ Ἕλενος εἰς μέσην ἀφικόμενος τὴν Ἑλλάδα Μολοττῶν ἐβασίλευσε καὶ τῆς Ἠπείρου πλησίον Θετταλίας. καίτοι πότερον εἰκὸς ἦν τοὺς ἡττηθέντας ἐπιπλεῖν ἐπὶ τὴν τῶν κρατησάντων χώραν καὶ βασιλεύειν παρ’αὐτοῖς τοὐναντίον τοὺς κρατήσαντας ἐπὶ τὴν τῶν ἡττημένων;
11.138πῶς δέ, εἴπερ ἁλούσης Τροίας ἔφευγον οἱ περὶ τὸν Αἰνείαν καὶ τὸν Ἀντήνορα καὶ τὸν Ἕλενον, οὐ πανταχόσε μᾶλλον ἔφευγον εἰς τὴν Ἑλλάδα καὶ τὴν Εὐρώπην, οὐ δὲ τόπον τινὰ ἠγάπων καταλαβόντες τῆς Ἀσίας, ἀλλ’εὐθὺς ἐπὶ τὴν ἐκείνων ἔπλεον ὑφ’ὧν ἀνάστατοι ἐγένοντο; πῶς δὲ ἐβασίλευσαν ἅπαντες οὐ σμικρῶν οὐ δὲ ἀνωνύμων χωρίων; ἐξὸν αὐτοῖς καὶ τὴν Ἑλλάδα κατασχεῖν; ἀλλ’ἀπείχοντο διὰ τοὺς ὅρκους. ὅμως δὲ Ἕλενος οὐκ ὀλίγον αὐτῆς ἀπετέμετο, τὴν Ἤπειρον · Ἀντήνωρ δὲ Ἑνετῶν ἐκράτησε καὶ γῆς ἀρίστης τῆς περὶ τὸν Ἀδρίαν · Αἰνείας δὲ πάσης Ἰταλίας ἐβασίλευσε καὶ πόλιν ᾤκισε τὴν μεγίστην πασῶν.
11.139ταῦτα δὲ οὐκ εἰκὸς ἦν πρᾶξαι φυγάδας ἀνθρώπους καὶ ταῖς οἴκοθεν ξυμφοραῖς καταβεβλημένους, ἀλλ’ἀγαπᾶν, εἴ τις αὐτοὺς εἴα κατοικεῖν · ἄλλωςτε μετὰ ποίας ἀφορμῆς ἀφικομένους χρημάτων στρατιᾶς διὰ μέσων τῶν πολεμίων φεύγοντας, ἐμπεπρησμένης τῆς πόλεως, πάντων ἀπολωλότων, ὅπου χαλεπὸν ἦν τὰ σώματα αὐτὰ διασῶσαι τοὺς ἰσχύοντας καὶ νέους, ἀλλ’οὐ μετὰ παίδων, γυναικῶν καὶ γονέων καὶ χρημάτων ἀπανίστασθαι, καὶ ταῦτα ἀδοκήτωςτε καὶ παρ’ἐλπίδας ἁλούσης τῆς πόλεως, οὐχ ὥσπερ εἰώθασι κατὰ σπονδὰς κατ’ὀλίγον ἐκλείπειν; ἀλλὰ τὸ γενόμενον δυνατὸν γενέσθαι.
11.140τὸν δὲ Ἕκτορά φασιν, ὡς ἀπέπλευσαν οἱ Ἀχαιοί, πολλοῦ πλήθους εἰς τὴν πόλιν συνεληλυθότος καὶ μη δὲ τῶν ἐπικούρων ἀπιέναι βουλομένων ἁπάντων, ἔτι δὲ ὁρῶντα τὸν Αἰνείαν οὐκ ἀνεχόμενον, εἰ μὴ μέρος λάβοι τῆς ἀρχῆς · ταῦτα γὰρ ὑποσχέσθαι τὸν Πρίαμον αὐτῷ διαπολεμήσαντι τὸν πόλεμον καὶ ἐκβαλόντι τοὺς Ἀχαιούς · οὕτω δὴ τὴν ἀποικίαν στεῖλαι χρημάτωντε οὐ φεισάμενον καὶ πλῆθος ὁπόσον αὐτὸς ἐβούλετο πέμψαντα μετὰ πάσης προθυμίας.
11.141λέγειν δὲ αὐτὸν ὡς ἄξιος μὲν εἴη βασιλεύειν καὶ μηδὲν καταδεεστέραν ἀρχὴν ἔχειν τῆς αὑτοῦ, προσήκειν δὲ μᾶλλον ἑτέραν κτήσασθαι γῆν · εἶναι γὰρ οὐκ ἀδύνατον πάσης κρατῆσαι τῆς Εὐρώπης · τούτων δὲ οὕτως γενομένων ἐλπίδας ἔχειν τοὺς ἀπ’αὐτῶν ἄρχειν ἑκατέρας τῆς ἠπείρου, ἐφ’ὅσον ἂν σώζηται τὸ γένος.
11.142ταῦτα δὴ ἀξιοῦντος Ἕκτορος ἑλέσθαι τὸν Αἰνείαν, τὰ μὲν ἐκείνῳ χαριζόμενον, τὰ δὲ ἐλπίζοντα μειζόνων τεύξεσθαι · οὕτως δὴ τὴν ἀποικίαν γενέσθαι ἀπὸ ἰσχύος καὶ φρονήματος ὑπότε ἀνθρώπων εὐτυχούντων παραχρῆμάτε δυνηθῆναι καὶ εἰς αὖθις. ὁρῶντα δὲ Ἀντήνορα Αἰνείαν στελλόμενον καὶ αὐτὸν ἐπιθυμῆσαι Εὐρώπης ἐπάρξαι, καὶ γενέσθαι στόλον ἄλλον τοιοῦτον. πρὸς δὲ τούτοις ἐγκαλοῦντα Ἕλενον ὡς ἐλαττούμενον Δηιφόβου δεηθῆναι τοῦ πατρός, καὶ λαβόντα ναῦς καὶ στρατιὰν ὡς ἐφ’ἕτοιμον τὴν Ἑλλάδα πλεῦσαι καὶ κατασχεῖν ὅλην τὴν ἔκσπονδον.
11.143οὕτω δὴ καὶ Διομήδην φεύγοντα ἐξ Ἄργους, ἐπειδὴ τὸν Αἰνείου στόλον ἐπύθετο, ἐλθεῖν πρὸς αὐτόν, ἅτε εἰρήνης καὶ φιλίας αὐτοῖς γενομένης, δεηθῆναίτε βοηθείας τυχεῖν, διηγησάμενον τάςτε Ἀγαμέμνονος καὶ τὰς αὑτοῦ συμφοράς. τὸν δὲ ἀναλαβεῖν αὐτὸν ἔχοντα ὀλίγας ναῦς καὶ μέρος τι παραδοῦναι τῆς στρατιᾶς, ἐπειδὴ πᾶσαν ἔσχε τὴν χώραν.
11.144ὕστερον δὲ τῶν Ἀχαιῶν τοὺς ἐκπεσόντας ὑπὸ Δωριέων, ἀποροῦντας ὅποι τράπωνται δι’ἀσθένειαν, εἰς τὴν Ἀσίαν ἐλθεῖν ὡς παρὰ φίλουςτε καὶ ἐνσπόνδους τοὺς ἀπὸ Πριάμουτε καὶ Ἕκτορος, Λέσβοντε οἰκῆσαι κατὰ φιλίαν παρέντων καὶ ἄλλα οὐ μικρὰ χωρία. ὅστις δὲ μὴ πείθεται τούτοις ὑπὸ τῆς παλαιᾶς δόξης, ἐπιστάσθω ἀδύνατος ὢν ἀπαλλαγῆναι ἀπάτης καὶ διαγνῶναι τὸ ψεῦδος ἀπὸ τοῦ ἀληθοῦς.
11.145τὸ γὰρ πιστεύεσθαι πολὺν χρόνον ὑπὸ ἀνθρώπων ἠλιθίων οὐδέν ἐστιν ἰσχυρὸν οὐ δὲ ὅτι τὰ ψευδῆ ἐλέχθη παρὰ τοῖς πρότερον · ἐπεί τοι καὶ περὶ ἄλλων πολλῶν διαφέρονται καὶ τἀναντία δοξάζουσιν. οἷον εὐθὺς περὶ τοῦ Περσικοῦ πολέμου, οἱ μέν φασιν ὑστέραν γενέσθαι τὴν περὶ Σαλαμῖνα ναυμαχίαν τῆς ἐν Πλαταιαῖς μάχης, οἱ δὲ τῶν ἔργων τελευταῖον εἶναι τὸ ἐν Πλαταιαῖς ·
11.146καίτοι γε ἐγράφη παραχρῆμα τῶν ἔργων. οὐ γὰρ ἴσασιν οἱ πολλοὶ τὸ ἀκριβές, ἀλλὰ φήμης ἀκούουσι μόνον, καὶ ταῦτα οἱ γενόμενοι κατὰ τὸν χρόνον ἐκεῖνον · οἱ δὲ δεύτεροι καὶ τρίτοι τελέως ἄπειροι καὶ τι ἂν εἴπῃ τις παραδέχονται ῥᾳδίως · ὁπότε τὸν Σκιρίτην μὲν λόχον ὀνομάζουσι Λακεδαιμονίων μηδεπώποτε γενόμενον, ὥς φησι Θουκυδίδης, Ἁρμόδιον δὲ καὶ Ἀριστογείτονα πάντων μάλιστα Ἀθηναῖοι τιμῶσιν, ὡς ἐλευθερώσαντας τὴν πόλιν καὶ ἀνελόντας τὸν τύραννον.
11.147καὶ τί δεῖ τἀνθρώπεια λέγειν, ὅπου τὸν μὲν Οὐρανὸν τολμῶσι λέγειν καὶ πείθουσιν ὡς ἐκτμηθέντα ὑπὸ τοῦ Κρόνου, τὸν Κρόνον δὲ ὑπὸ τοῦ Διός; τοῦ γὰρ πρώτου καταλαβόντος, ὥσπερ εἴωθεν, ἄτοπον τὸ πεισθῆναί ἐστι. βούλομαι δὲ καὶ περὶ Ὁμήρου ἀπολογήσασθαι, ὡς οὐκ ἀνάξιον ὁμολογεῖν αὐτῷ ψευδομένῳ. πρῶτον μὲν γὰρ πολὺ ἐλάττω τὰ ψεύσματά ἐστι τῶν περὶ τοὺς θεούς · ἔπειτα ὠφέλειάν τινα εἶχε τοῖς τότε Ἕλλησιν, ὅπως μὴ θορυβηθῶσιν, ἐὰν γένηται πόλεμος αὐτοῖς πρὸς τοὺς ἐκ τῆς Ἀσίας, ὥσπερ καὶ προσεδοκᾶτο. ἀνεμέσητον δὲ Ἕλληνα ὄντα τοὺς ἑαυτοῦ πάντα τρόπον ὠφελεῖν.
11.148τοῦτο δὲ τὸ στρατήγημα παρὰ πολλοῖς ἐστιν. ἐγὼ γοῦν ἀνδρὸς ἤκουσα Μήδου λέγοντος ὅτι οὐδὲν ὁμολογοῦσιν οἱ Πέρσαι τῶν παρὰ τοῖς Ἕλλησιν, ἀλλὰ Δαρεῖον μέν φασιν ἐπὶ Νάξον καὶ Ἐρέτριαν πέμψαι τοὺς περὶ Δᾶτιν καὶ Ἀρταφέρνην, κἀκείνους ἑλόντας τὰς πόλεις ἀφικέσθαι παρὰ βασιλέα. ὁρμούντων δὲ αὐτῶν περὶ τὴν Εὔβοιαν ὀλίγας ναῦς ἀποσκεδασθῆναι πρὸς τὴν Ἀττικήν, οὐ πλείους τῶν εἴκοσι, καὶ γενέσθαι τινὰ μάχην τοῖς ναύταις πρὸς τοὺς αὐτόθεν ἐκ τοῦ τόπου.
11.149μετὰ δὲ ταῦτα Ξέρξην ἐπὶ τὴν Ἑλλάδα στρατεύσαντα Λακεδαιμονίους μὲν νικῆσαι περὶ Θερμοπύλας καὶ τὸν βασιλέα αὐτῶν ἀποκτεῖναι Λεωνίδην, τὴν δὲ τῶν Ἀθηναίων πόλιν ἑλόντα κατασκάψαι, καὶ ὅσοι μὴ διέφυγον ἀνδραποδίσασθαι. ταῦτα δὲ ποιήσαντα καὶ φόρους ἐπιθέντα τοῖς Ἕλλησιν εἰς τὴν Ἀσίαν ἀπελθεῖν. ὅτι μὲν οὖν ψευδῆ ταῦτά ἐστιν οὐκ ἄδηλον, ὅτι δὲ εἰκὸς ἦν τὸν βασιλέα κελεῦσαι στρατεῦσαι τοῖς ἄνω ἔθνεσιν οὐκ ἀδύνατον, ἵνα μὴ θορυβῶσιν. εἰ δὴ καὶ Ὅμηρος ἐποίει τοῦτο, συγγιγνώσκειν ἄξιον.
11.150ἴσως ἂν οὖν εἴποι τις ἀνήκοος, οὐκ ὀρθῶς Ἕλληνας καθαιρεῖς. ἀλλ’οὐδὲν ἔστιν ἔτι τοιοῦτον, οὐ δὲ ἔστι δέος μή ποτε ἐπιστρατεύσωνται ἐπὶ τὴν Ἑλλάδα τῶν ἐκ τῆς Ἀσίας τινές · τε γὰρ Ἑλλὰς ὑφ’ἑτέροις ἐστὶν τε Ἀσία. τὸ δὲ ἀληθὲς οὐκ ὀλίγου ἄξιον. πρὸς δὲ τούτοις, εἰ ᾔδειν ὅτι πείσω ταῦτα λέγων, ἴσως ἂν ἐβουλευσάμην εἰπεῖν. ὅμως δὲ μείζω καὶ δυσχερέστερα ὀνείδη φημὶ τῶν Ἑλλήνων ἀφελεῖν.
11.151τὸ μὲν γὰρ μὴ ἑλεῖν τινα πόλιν οὐδὲν ἄτοπον, οὐ δέ γε τὸ στρατεύσαντας ἐπὶ χώραν μηδὲν αὐτοῖς προσήκουσαν ἔπειτα εἰρήνην ποιησαμένους ἀπελθεῖν, οὐ δέ γε ἄνδρα ἀγαθὸν ὄντα τὴν ψυχὴν ὑπὸ ἀνδρὸς ὁμοίου τελευτῆσαι μαχόμενον, οὐ δὲ τοῦτο ὄνειδος · ἀλλὰ καὶ ἀποδέξαιτο ἄν τις μέλλων ἀποθνῄσκειν, ὥσπερ γε Ἀχιλλεὺς πεποίηται λέγων, ὥς μ’ὄφελ’Ἕκτωρ κτεῖναι, ὃς ἐνθάδε τέτραφ’ἄριστος.
11.152τὸν δὲ ἄριστον ὄντα τῶν Ἑλλήνων ὑπὸ τοῦ φαυλοτάτου τῶν πολεμίων ἀποθανεῖν τῷ ὄντι μέγα ὄνειδος · ὁμοίως δὲ τὸν νοῦν ἔχειν δοκοῦντα καὶ σωφρονέστατον εἶναι τῶν Ἑλλήνων πρῶτον μὲν τὰ πρόβατα καὶ τοὺς βοῦς ἀποσφάττειν, βουλόμενον ἀποκτεῖναι τοὺς βασιλέας, ὕστερον δὲ αὑτὸν ἀνελεῖν ὅπλων ἕνεκεν αἴσχιστον.
11.153πρὸς δὲ τούτοις Ἀστυάνακτα μὲν ἀνδρὸς ἀγαθοῦ παῖδα οὕτως ὠμῶς ἀνελεῖν ῥίψαντας ἀπὸ τοῦ τείχους, καὶ ταῦτα κοινῇ δόξαν τῷ στρατοπέδῳ καὶ τοῖς βασιλεῦσι · Πολυξένην δὲ παρθένον ἀποσφάττειν ἐπὶ τάφῳ καὶ τοιαύτας χεῖσθαι χοὰς τῷ τῆς θεᾶς υἱεῖ · Κασσάνδραν δέ, παναγῆ κόρην, ἱέρειαν τοῦ Ἀπόλλωνος, ἐν τῷ τεμένει φθαρῆναι τῆς Ἀθηνᾶς, ἐχομένην τοῦ ἀγάλματος, καὶ τοῦτο πρᾶξαι μηδένα τῶν φαύλων μη δὲ τῶν ἀναξίων, ἀλλ’ὅσπερ ἦν ἐν τοῖς ἀρίστοις ·
11.154Πρίαμον δὲ τὸν βασιλέα τῆς Ἀσίας ἐν ἐσχάτῳ γήρᾳ κατατρωθέντα παρὰ τὸν τοῦ Διὸς βωμόν, ἀφ’οὗ τὸ γένος ἦν, ἐπ’αὐτῷ σφαγῆναι, καὶ μη δὲ τοῦτο εἰργάσθαι μηδένα τῶν ἀφανῶν, ἀλλὰ τὸν τοῦ Ἀχιλλέως υἱόν, καὶ ταῦτα ἑστιαθέντα ὑπὸ τοῦ πατρὸς αὐτοῦ καὶ σωθέντα ὑπ’ἐκείνου πρότερον · Ἑκάβην δέ, δύστηνον τοσούτων μητέρα παίδων, Ὀδυσσεῖ δοθῆναι ἐπὶ ὕβρει, ὑπότε τοῦ μεγέθους τῶν κακῶν πάνυ γελοίως κύνα γενέσθαι · τὸν δὲ βασιλέα τῶν Ἑλλήνων τὴν ἱερὰν κόρην τοῦ Ἀπόλλωνος, ἣν οὐδεὶς ἐτόλμησε γῆμαι διὰ τὸν θεόν, αὐτὸν ἀγαγέσθαι γυναῖκα, ὅθεν ἔδοξε τεθνηκέναι δικαίως · πόσῳ κρείττω ταῦτα μὴ γενόμενα τοῖς Ἕλλησιν Τροίαν ἁλῶναι;